Thesaurus on the Holy Trinity

Cyril of Alexandria · c. 412–423 · PG 75; CPG 5215 (Thesaurus de sancta et consubstantiali Trinitate) · Original English Translation

Logos 10 opening: consubstantial — further defense§logos-10-open

logos-10-openTenth discourse. That the Son is consubstantial with the Father — further defense against the Christ-fighters’ readings.

Cyril continues the homoousios case so that shared glory and works are not emptied into unlikeness.

Greek · §logos-10-open

ΛΟΓΟΣ Ιʹ. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός. Οὐκ εὐλόγως οἱ χριστομάχοι τὰ περὶ τῆς θεότητος τοῦ Υἱοῦ γυμνάζοντες, καὶ σχέσιν ζητοῦντες ἣν ἔχει φυσικῶς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ταῖς ἀνθρωπίνως εἰρημέναις κέχρηνται φωναῖς, αἷς ὁ Κύριος εἶπεν, ὅτε τὴν ἡμῶν σάρκα περιεβάλετο. Οὐ γὰρ ἐξ ὧν ὡς ἄνθρωπος οἰκονομικῶς διαλέγεται, ἐν τούτῳ ἡ ἀσώματος οὐσία χαρακτηρίζεται, ἀλλ' εἰδέναι χρὴ καὶ πιστεύειν, ὅτι Θεὸς ὢν ὁ Λόγος καὶ ὁμοούσιος κατὰ πάντα τῷ Πατρὶ, τὴν ἀνθρώπου φύσιν περιεβάλετο, καὶ γέγονεν ἄνθρωπος, ἵνα καὶ ὡς ἄνθρωπος ἔσθ' ὅτε λαλῇ, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. Λαλεῖ δὲ καὶ ὡς Θεὸς τὰ ὑπὲρ ἄνθρωπον, ὡς τοῦτο κατὰ φύσιν ὢν, καὶ ὅτε καιρὸς τὴν τούτου χρείαν εἰσφέρει. Ἀλλ' εἴ τις βούλοιτο τὰ ἀνθρωπινώτερον καὶ οἰκονομικῶς, καθάπερ ἔφην, εἰρημένα φέρειν ἐπὶ τὸν τῆς θεότητος αὐτοῦ λόγον, καὶ πάλιν, τὰ θεϊκῶς εἰρημένα φέρειν ἐπ' ἐκεῖνον τὸν καιρὸν καθ' ὃν γέγονεν ἄνθρωπος, ἀδικήσει τῶν πραγμάτων τὴν φύσιν, καὶ ἀναιρήσει τὴν οἰκονομίαν. Ποτὲ μὲν γὰρ ὡς Θεὸς λέγει· Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Καὶ πάλιν· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Εἰ δέ τις βούλοιτο μόνον αὐτῷ φυλάττειν τὸ θεοπρεπὲς ἀξίωμα, ἀναιρήσει πάντως τὸ ἐν ὑστέροις καιροῖς ἄνθρωπον γενέσθαι αὐτόν. Οὐ γὰρ ἦν ἐν ἀνθρωπότητι, πρὶν Ἀβραὰμ γενέσθαι, οὐδὲ καθὸ ἄνθρωπος καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ. Καὶ πάλιν, εἴ τις θελήσει τὰ τῆς ἀνθρωπότητος ῥήματά τε καὶ πράγματα γυμνῷ προσάπτειν τῷ Θεῷ Λόγῳ πρὸ τῆς ἐνανθρωπήσεως, ἀσεβήσει μεγάλως. Τί γὰρ ποιήσει, λέγοντος τοῦ Χριστοῦ· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ περίλυπός ἐστι; Λύπην ἄρα καὶ θόρυβον δώσει περὶ τὴν τοῦ Θεοῦ φύσιν γενέσθαι, καὶ κρατεῖν θανάτου φόβον; Τί δὲ ὅταν σταυρούμενον ἴδῃ, καὶ τοῦτο πάσχειν τοῦ Υἱοῦ τὴν θεότητα δώσει οὕτως ὡς ἄνθρωπον; Ἢ τὸ δύσφημον παραιτήσεται; Οὐκοῦν ἑκατέρῳ καιρῷ τε καὶ πράγματι σωζέσθω τὸ πρέπον, καὶ γυμναζέσθω μὲν τῆς θεολογίας ὁ λόγος, μὴ πάντως ἐξ ὧν ὡς ἄνθρωπος φαίνεται λαλῶν, ἀλλ' ἐξ ὧν ἐστιν ἐκ Πατρὸς, ὡς Υἱὸς καὶ Θεός. Συγχωρείσθω δὲ τῇ οἰκονομίᾳ τῇ μετὰ σαρκὸς, τὸ λέγειν αὐτὸν ἔσθ' ὅτε καὶ ἃ μὴ πρέπει γυμνῇ καὶ καθ' ἑαυτὴν οὔσῃ τῇ θεότητι. Ὅταν οὖν, ὡς ἄνθρωπος, λέγῃ μὴ εἶναι ἀγαθὸς οὕτως ὡς ὁ Πατὴρ, φερέσθω μᾶλλον καὶ τοῦτο ἐπὶ τὴν οἰκονομίαν τὴν μετὰ σαρκὸς, καὶ μὴ ἁπτέσθω τῆς οὐσίας τοῦ Υἱοῦ καὶ Θεοῦ. Ἀπολογία πιθανὴ πρὸς τὸν ἐρωτήσαντα· ∆ιὰ τί με λέγεις ἀγαθόν; καὶ ἐξήγησις τοῦ ῥητοῦ.

Logos 10 rem early§logos-10-rem-early

logos-10-rem-earlyRem early: press shared divine operations.

Greek · §logos-10-rem-early

Ἐξεταστέον ὅλην τοῦ προκειμένου τὴν διάνοιαν· καὶ οὕτω γνωσόμεθα σαφῶς, ὅπερ ἐβούλετο διδάσκειν ὁ Χριστὸς, διὰ τοῦ φάναι· Τί με λέγεις ἀγαθόν; Νομικὸς προσῆλθεν (οὔτω γὰρ γέγραπται), τὸ ὅπως σωθήσεται μανθάνειν ἐπιζητῶν. Εἶτα προτείνει διδάσκαλον αὐτὸν καὶ ἀγαθὸν προειρηκὼς τὸ, Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Πρὸς ταῦτα Χριστός· Τί με λέγεις, φησὶν, ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός. Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Ἀλλ' οὐκ ἐνεγκὼν τῆς ἐντολῆς τὸ βάρος, καὶ ἀτονήσας περὶ τὴν ἀρετὴν, ὀκλάζει περὶ τὸ πρόσταγμα. Ἀπῆλθε γὰρ, φησὶ, λυπούμενος. Ποῖος οὖν ἦν ἐνθάδε θεολογίας καιρός; Τῷ δὲ ἐρωτήσαντι, Τί ἄρα ποιήσας ἔσται καὶ αὐτὸς τοῖς σωζομένοις ἐναρίθμιος; ποῖον ἔχει λόγον, μὴ ὅπερ ἐξῄτησε μαθεῖν ἀποκαλύψαι μᾶλλον, ἀλλ' ἕτερόν τι παρὰ τὸ ἐκείνῳ ποθούμενον εἰπεῖν; Πῶς δὲ οἷόν τε ἦν τὸ ἐνεγκεῖν οὐκ ἰσχύσαντα μιᾶς ἐντολῆς εὐαγγελικῆς φορτίον, τὸ ὑπὲρ πάντα διδάσκεσθαι μυστήριον, οὕτως ἀτονοῦντα περὶ τὴν τῶν ἀγαθῶν ἔφεσιν, ὡς μηδὲ λόγῳ δύνασθαι ταύτην χωρεῖν; Λελύπηται γὰρ, ὡς γέγραπται. Ἐπειδὴ τοίνυν ἄνθρωπον βλέπων ὁ νομικὸς, ὡς ἀνθρώπῳ πρόσεισι, καὶ ὡς ψιλὸν ἄνθρωπον ἐρωτᾷ, ἐξελέγχων ὡς ἀμαθῆ, μάλισθ' ὅτι σοφίας ὑπόληψιν ἐπραγματεύετο, διὰ τοῦ δοκεῖν εἰδέναι τὸν νόμον, δυσωπεῖ λέγων· Μόνος ἀγαθὸς κατὰ ἀλήθειαν ὁ Θεός. Τί τοιγαροῦν ὡς ἀνθρώπῳ προσελθὼν, τὸ μόνῳ προσὸν τῷ Θεῷ κατὰ φύσιν, ἐμοὶ περιτίθης, ἀγαθὸν ἀποκαλῶν; Εἷς γάρ ἐστιν ὁ φύσει ἀγαθὸς, Θεὸς δηλαδή. Εἰ μὲν οὖν οἶδάς με, φησὶ, Θεὸν ὄντα, καὶ διὰ τοῦτο ἀγαθὸν, ὅ

Logos 10 rem mid§logos-10-rem-mid

logos-10-rem-midRem mid: block creature-tier readings of titles.

Greek · §logos-10-rem-mid

σοὶ Θεὸς, φησὶ, πρόσφατος. Ἀλλ' οἶδεν αὐτὸν ἡ θεία Γραφὴ καὶ Υἱὸν ὄντα καὶ Θεόν. Οὐκ ἄρα πρόσφατος, οὐδὲ ἀρξάμενος τοῦ γεννᾶσθαι, καθ' ὑμᾶς· ἀλλὰ γεννητὸς μὲν, συναΐδιος δὲ ὅμως ὡς Υἱὸς ὢν ἐν τῷ Πατρί. Εἰ δὲ τὸ εἶναι πρόσφατον οὐ συγχωρήσει τῆς αὐτῆς οὐσίας εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, τὸ μὴ εἶναι πρόσφατον, ὁμοούσιον ἀποδείξει. ΑΛΛΟ. Εἰ μόνῳ Θεῷ τῷ κατὰ φύσιν τὸ προσκυνεῖσθαι παρά τε ἡμῶν καὶ ἀγγέλων ὀφείλεται, ἑτέρῳ δὲ οὐδενὶ, καὶ ἐφ' ἡμῶν μὲν τέθειται· Κύριον τὸν Θεόν σου προσκυνήσεις, ἀγγέλοις δὲ τὸ Πνεῦμα κελεύει προσκυνεῖν τὸν Υἱὸν, κατὰ τὸ, Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ, Θεὸς ἄρα ἐστὶν ὁ προσκυνούμενος Υἱός. Πῶς οὖν ἔσται μία θεότης, εἰ οὐκ ἔστι, καθ' ὑμᾶς, ὁμοούσιος τῷ Πατρί; Εἰ γὰρ ἔχει τινὰ διάστασιν ἤτοι διαφορὰν κατὰ τὸν τῆς οὐσίας λόγον, ἑτεροῖος μὲν ἂν εἴη Θεὸς ὁ Υἱὸς, ἑτεροῖος δὲ ὁ Πατὴρ, καὶ δύο κατὰ τοῦτο Θεοὺς ἀνάγκη λέγειν· ὅπερ ἐστὶν ἀσεβὲς, καὶ οὐδὲ μέχρι μόνον ἀκοῆς παραδεκτόν. Ἀλλ' ἔστι μία θεότης, καὶ οὕτω κηρύττουσιν αἱ θεῖαι Γραφαί· ὁμοούσιος ἄρα τῷ Πατρὶ ὁ Υἱός. Οὕτω γὰρ τὸ ἓν Θεότητι σωθήσεται. ΑΛΛΟ. Εἰ ἤρξατο τοῦ γεννᾷν τὸν Υἱὸν ὁ Πατὴρ καὶ κατέπαυσε, κατὰ τὴν τῶν χριστομάχων μανίαν, ἀλλοίωσίς τις καὶ μεταβολὴ περὶ αὐτὸν γέγονεν. Ὃ γὰρ οὐκ ἦν πρὶν γεννήσῃ, γέγονε μετὰ τὸ γεννῆσαι. Εἰ δὲ τῶν τοιούτων ἀνωτέρω τὸ θεῖόν ἐστι τροπῆς τε καὶ ἀλλοιώσεως ἀνεπίδεκτον, οὐκ ἤρξατο τοῦ γεννᾷν, οὐδὲ κατέπαυσε, καθάπερ οὗτοί φασιν· ἀλλ' ἦν ἀχρόνως ἐν Πατρὶ ὁ τῶν αἰώνων καὶ χρόνων ποιητὴς Υἱός

Logos 10 rem close CLOSEOUT§logos-10-rem-close

logos-10-rem-closeRem CLOSEOUT: consubstantial again secured. LOGOS X CLOSEOUT.

Greek · §logos-10-rem-close

μόνῳ τῷ θέλειν, ἀλλὰ καὶ τῷ ἐνεργεῖν καὶ πάσχειν δημιουργεῖ, μόνη δὲ ἡ ἀγέννητος οὐσία τῷ θέλειν καὶ μὴ πάσχειν, θέλων δὲ καὶ μὴ πάσχων δημιουργεῖ ὁ Υἱὸς, τῆς ἐν θελήσει μόνῃ δημιουργούσης οὐσίας ἐστὶν, ἀλλ' οὐ τῆς ἐνεργούσης κατὰ πάθος. ΑΛΛΟ. Εἰ πᾶν τὸ γεννῆσαν οὐ νόθον, ὁμοούσιον ἑαυτῷ γεγέννηκε, γεγέννηκε δὲ ὁ Θεὸς τὸν Μονογενῆ, οὐκ ὄντα νόθον, ὁμοούσιον ἄρα ἑαυτῷ γεγέννηκεν. Εἰ δὲ γεννᾷ μὲν, νόθον δὲ γεννήσας οὐ γεγέννηκε. Χεῖρον γὰρ τὸ παρὰ φύσιν τοῦ μηδόλως γεγεννῆσθαι. ΑΛΛΟ. Εἰ τὸν Μονογενῆ γεννήσας ὁ Θεὸς καὶ Πατὴρ κρειττόνως ἡμῶν γεγέννηκε, γεννῶντες δὲ ἡμεῖς προϋπάρχομεν τῶν γεγεννημένων, Θεὸς ἄρα γεννῶν οὐ προϋπάρχει. Εἰ δὲ ὡσαύτως ἡμῖν γεγέννηκεν (οὐκ ἂν γὰρ εἴποι τις ἡττόνως), γεννῶμεν δ' ἡμεῖς ἐκ τῆς ἑαυτῶν οὐσίας, καὶ Θεὸς ἄρα ἐκ τῆς ἐαυτοῦ γεγέννηκεν οὐσίας. ∆ιόπερ ὁμοούσιον αὐτῷ τὸ ἐξ αὐτοῦ πάντως που καὶ ἀναγκαίως τίθεσθαι χρή. ΑΛΛΟ. Εἰ τῶν γενητῶν ὁ καθόλου κόσμος ὥσπερ τι γένος ἐστὶ, τοῦ δὲ γένους τὸ κατὰ μέρος εἶδος, ἔστι δὲ γενητὸς ὁ Υἱὸς, εἶδος ἄρα ἐστὶ τοῦ γένους, τουτέστι τοῦ κόσμου. Εἰ δὲ μὴ ἔστιν εἶδος τοῦ κόσμου, διὰ τὸ καὶ προϋπάρχειν αὐτοῦ, τῷ μὴ ἐνδέχεσθαι προϋπάρχειν τὸ εἶδος τοῦ γένους, οὐδὲ ἐκ τοῦ κόσμου ὅλως ἐστίν. Εἰ δὲ τοῦτο, τοῦ κοσμοποιοῦ, ἀλλ' οὐ τοῦ κόσμου, ἐξ ἀνάγκης ἔσται ὁμοούσιος. ΑΛΛΟ. Εἰ τῶν ὄντων τὸ μὲν ἐστὶ Θεὸς, τὸ δὲ κόσμος, ἐξ ἀνάγκης ὁ Υἱὸς ἢ κόσμου ἴδιός ἐστι κατὰ τὴν γένεσιν, ἢ Θεοῦ κατὰ τὴν οὐσίαν. Ἐπειδὴ δὲ μὴ κόσμου ἴδιος τῷ μὴ ἐνδέχεσθαι τὸ ἴδιον ὑπὸ ἰδίου δημιουργεῖσθαί ποτε, τοῦ κοσμοποιοῦ ἄρα Θεοῦ ὁμοούσιός ἐστιν.

Logos 11 opening: consubstantial — 'the Father is greater than I'§logos-11-open

logos-11-openEleventh discourse. Consubstantial again, with John 14:28 (“the Father is greater than I”) in view.

“Greater” is read without unlikeness of nature; the Son remains of the Father’s own substance.

Greek · §logos-11-open

ΛΟΓΟΣ ΙΑʹ. Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ· Ὁ Πατὴρ μείζων μού ἐστιν. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου.Τὰ τὴν αὐτὴν οὐσίαν λαχόντα, φησὶν, ὁμοφυῆ τε ὄντα οὐκ ἔχουσι καθ' ἑαυτῶν φυσικῶς τὸ μεῖζον, ἀλλ' οὔτε τὸ ἔλαττον. Οὐ γὰρ μείζων ἄνθρωπος ἀνθρώπου κατὰ τὸν τῆς οὐσίας λόγον, ἀλλ' οὐδὲ ἵππος ἵππου τυχόν. Εἰ τοίνυν ἑαυτοῦ μείζονά φησιν ὁ Υἱὸς εἶναι τὸν Πατέρα, ὁμοούσιον δὲ ὁμοουσίου οὐκ ἂν εἴη μεῖζον κατὰ τὸν τῆς οὐσίας λόγον, οὐκ ἄρα ὁμοούσιος αὐτῷ ἐστιν. Πρὸς τοῦτο λύσις. Ἔδει τοὺς χριστομάχους πανταχόθεν τὴν ἐν ταῖς θείαις Γραφαῖς ἀλήθειαν θηρᾶσθαι σπουδάζειν, τὰ περὶ Πατρὸς καὶ Υἱοῦ γυμνάζοντας· οὐ πρὸς τὰς οἰκείας ἡδονὰς ἑαυτοῖς ἀναπλάττειν συλλογισμοὺς, καὶ πλοκὰς ἐπινοεῖν νοημάτων διεστραμμένων. Εἰ γὰρ σκανδαλίζονται λέγοντος τοῦ Υἱοῦ· Ὁ Πατήρ μου μείζων μού ἐστιν, ὠφελείσθωσαν ἀκούοντες περὶ αὐτοῦ· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ὃ δὴ τρανότατα καὶ Ἰωάννης φησίν· Ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Εἰ τοίνυν, κατὰ τὴν τῶν ἁγίων φωνὴν, ἐν ἰσότητι τοῦ Πατρός ἐστι, πῶς ἔσται πρὸς αὐτὸν ἑτεροούσιος; Ἐροῦμεν γὰρ αὐτοῖς καὶ ἡμεῖς ὅτι τὰ ἰσότητι πρὸς ἄλληλα φυσικῶς κείμενα ἔσται πάντως καὶ ὁμοούσια· ὥσπερ ἄνθρωπος ἀνθρώπῳ, καὶ ἵππος ἵππῳ. ΑΛΛΟ. Ἐπὶ τῶν ἀσωμάτων τὸ μεῖζον καὶ τὸ ἔλαττον οὐ μεγέθει κρίνεται, σωμάτων γὰρ ἴδιον τοῦτο, ἀλλὰ μόναις ἐννοίαις δοκιμάζεται. Ἔστω δὲ ὑπόδειγμα τῶν λεγομένων τὸ παρὰ τῷ Παύλῳ κείμενον· Τῷ μὲν γὰρ, φησὶ, δέδοται λόγος σοφίας παρὰ τοῦ Πνεύματος ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, καὶ πολλὰ πρὸς τούτοις ἕτερα θεὶς, ἐπάγει· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Εἶτα πάλιν φησὶν ὅτι Ζηλοῦτε τὰ χαρίσματα τὰ μείζονα. Ἆρ' οὖν διαφέρειν ὡς πρὸς ἑαυτὸ τὸ Πνεῦμα ἐροῦσιν, ἢ οὐχ ὅμοιον ἑαυτῷ κατὰ τὴν οὐσίαν εἶναι, ἐπειδὴ μικρὸν μὲν ἐν μικροῖς, μεῖζον δὲ ἐν μείζοσι φαίνεται, τὴν τῶν δεχομένων ἕξιν πληροῦν; Ἀλλ' οἶμαι μὴ τοσοῦτον ἕξω φρενῶν γενέσθαι τινὰ, ὡς τολμῆσαι καὶ τοῦτο εἰπεῖν. Οὐκοῦν τῆς ἀσωμάτου φύσεως οὐ δεχομένης ἐφ' ἑαυτῆς δι' ἑαυτὴν τὸ μεῖζον καὶ ἔλαττον, ὅταν λέγῃ Χριστὸς ἑαυτοῦ τὸν Πατέρα μείζονα, ἔσται πάλιν τῇ ἀνθρωπότητι πρέπων ὁ λόγος, οὐ τῆς θείας οὐσίας αὐτοῦ κατηγόρημα, ὡς ἐν ἐλάττοσι κειμένης, ἢ ἐν οἷς ἐστιν ὁ Γεννήσας αὐτόν. ΑΛΛΟ, διηγηματικῶς εἰς τὸ ῥητόν. Λέγει που Χριστός· Ὁ Πατὴρ ὁ πέμψας με, μείζων μού ἐστι.

Logos 11 rem early§logos-11-rem-early

logos-11-rem-earlyRem early: sort economic ‘greater’.

Greek · §logos-11-rem-early

Μαρτυρεῖ δὲ πάλιν ἡ θεία Γραφὴ περὶ αὐτοῦ ὅτι Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Πῶς οὖν ἔσται καὶ ἴσος, καὶ μείζονα ἕξει τὸν Πατέρα, ζητητέον ἀκριβῶς· ἐναντία γὰρ ἀλλήλοις τὰ τοιαῦτά ἐστιν. Ἐπειδὴ δὲ δοκιμάζειν εὐσεβῶς πρόκειται τὰ ῥητὰ, οὔτε τὸ ἴσον ἐκβαλοῦμεν διὰ τὸ μεῖζον, οὔτε μὴν τὸ μεῖζον διὰ τὸ ἴσον ἀναιρήσομεν· κρατήσει δ' ἀμφότερα θεωρίας εὐσεβῶς εἰσφερομένης ἐπ' αὐτοῖς. Οὐκοῦν ἁπλῆ τις οὖσα καὶ ἀσύνθετος ἡ τῆς θεότητος φύσις, οὐκ ἂν ἐτμήθη ποτὲ ταῖς ἐπινοίαις εἰς δυάδα Πατρὸς καὶ Υἱοῦ, εἰ μή τις εὐδόκει προκεῖσθαι διαφορὰ, οὐ κατὰ τὴν οὐσίαν φημὶ, ἀλλ' ἔξωθεν ἐπινοουμένη, δι' ἧς τὸ ἑκατέρου πρόσωπον εἰσφέρεται ἐν ἰδιαζούσῃ μὲν ὑποστάσει κείμενον, εἰς ἑνότητα δὲ θεότητος διὰ ταυτότητος φυσικῆς σφιγγόμενον, ἵνα μή τις ἀνάχυσις καὶ οἱονεὶ φυρμὸς γένηται Πατρὸς καὶ Υἱοῦ, εἰς μόνην ἑνάδα τρεχούσης τῆς ὑποστάσεως, τῆς πολλῆς λίαν ὁμοιότητος οὐκ ἐώσης φαίνεσθαι δυάδα· ὡς ἐντεῦθεν ἤδη καὶ τὸν αὐτὸν Πατέρα καὶ Υἱὸν ὑπονοεῖσθαι παρά τισιν εἰς δυάδα μηδαμόθεν χωριζομένους. Ἐπειδὴ δὲ ἐχρῆν εἰδέναι καὶ τὴν γεννήσασαν φύσιν καὶ τὴν γεννηθεῖσαν ἐξ αὐτῆς, τέθεικεν ἡ θεία Γραφὴ τὸ τοῦ Πατρὸς ὄνομα καὶ τὸ τοῦ Υἱοῦ, ἵνα φῶς ἐκ φωτὸς νοῆται, καὶ ἑκάτερον ἐν ἰδίᾳ ὑποστάσει σωζομένης ἐπ' ἀμφοῖν τῆς ταυτότητος πρὸς τὸν ἕτερον. Ἀκολουθοῦσα δὲ πάλιν τῇ καθ' ἡμᾶς συνηθείᾳ, τὸ μείζονα ἀποδίδωσι τῷ Πατρὶ, ἵνα πανταχόθεν ἡ δυὰς καὶ τὸ ἐξ οὗ σημαίνηται· προσμαρτυρεῖ δὲ τὸ ἴσον, ἵνα μή τις πε

Logos 11 rem mid§logos-11-rem-mid

logos-11-rem-midRem mid: keep glory shared.

Greek · §logos-11-rem-mid

ς φατε καὶ βουλεύεσθε, σημαινέσθω χαριέντως διὰ τοῦ Μικρότερος ὁ Σωτήρ. Ὑπερκείσεται τοίνυν κατά τινα τρόπον τὸν ἅγιον Βαπτιστὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἢ πῶς ἔσται μείζων αὐτοῦ; Κατὰ μὲν οὖν τὸν ἐν ποσότητι τοῦ γεγεννῆσθαι χρόνον, οὐκ ἄν τις, οἶμαι, σωφρονῶν ἐννοήσειε. Πῶς γὰρ ἄν τις καὶ φθάσαι τὸ ἀεὶ προβαδίζον αὐτοῦ, καὶ ταῖς τοῦ χρόνου περιόδοις ἀεὶ συντρέχον καὶ συνελκόμενον; Ὅνπερ γὰρ τρόπον τὰ ἐν ταῖς τῶν κύκλων περιστροφαῖς ἀεὶ πρὸς τὸ πρόσω χωρεῖ τὴν τοῦ διώκοντος καὶ κατόπιν κειμένου παρεκνεύοντα θέσιν, οὔτως οἱ τὸ ἐν χρόνῳ τρίβοντες μέτρον, ἀεὶ μεῖζον ἐν αὐτῷ κατὰ τῶν ὕστερον κεκτήμεθα. Οὐκοῦν οὐ κατὰ τοῦτο πλεονεκτήσει Χριστὸς τὸν ἅγιον Βαπτιστὴν, λείπει δὴ λοιπὸν ὡς ἐξ ἀνάγκης εἰπεῖν, ὅτι κατὰ τὸν τῆς ἁγιότητος τρόπον. Πῶς γὰρ ἄν τις ἑτέρως ἐν αὐτοῖς ἐπινοήσειε τὸ μεῖζον; Ἀλλ' εἰ τότε κατὰ τὸν τῆς βασιλείας δηλονότι καιρὸν μείζων ὀφθήσεται, νῦν ἄρα τὸ ἴσον ἢ τὸ ἔλαττον ἔχει. Ἐπειδὴ δὲ, ὡς εἰκὸς, τὸ ἐν ἐλάττοσι τῶν Ἰωάννου κεῖσθαι Χριστὸν λογιοῦνται δυσσεβεῖς, ἀποδώσουσιν ἄρα τὸ ἴσον. Ἀλλ' ὁράτωσαν καὶ τοῦτον αὐτοῖς ἀσθενοῦντα τὸν λογισμόν. Ποία γὰρ ἰσότης αὐτοῖς ἐν ἁγιασμῷ σωθήσεται; Πῶς δὲ οὐ νικήσει Χριστὸς ἀσυγκρίτοις ὑπεροχαῖς, ὅταν ἴδῃς τὸν μακάριον Ἰωάννην λέγοντα πρὸς αὐτόν· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται καὶ ἁγιάζεται. ΑΛΛΟ. Προσεφώνει τοῖς Ἰουδαίοις ὁ μακάριος Βαπτιστής· Ἐγὼ ὑμᾶς ἐ

Logos 11 rem close CLOSEOUT§logos-11-rem-close

logos-11-rem-closeRem CLOSEOUT: consubstantial holds with John 14:28. LOGOS XI CLOSEOUT.

Greek · §logos-11-rem-close

ς ποιεῖτε τὰς τρίβους αὐτοῦ, πολλοὶ τῶν ἀκροωμένων, τὸν ἐν ἁμαρτίαις ἔτι καὶ ἀσχήμονα παραιτούμενοι βίον, ἐφέσει τε τῇ πρὸς τὸ ἄμεινον σὺν βίᾳ καὶ τόνῳ τὸν οἰκεῖον εἰς ἀρετὴν ἀναρυθμίζοντες τρόπον, γεννητοὶ Θεοῦ διὰ Πνεύματος ἀνεδείκνυντο, πεφωτισμένοι τὸν νοῦν καὶ κεκαθαρμένοι διὰ τοῦ ἁγίου βαπτίσματος. Ἢ εἴπερ οὐκ ὀρθῶς τε καὶ ἀναγκαίως εἰρῆσθαι τὰ τοιαῦτα δοκεῖ τοῖς τὴν ἑτέραν πρεσβεύουσι δόξαν, διδασκέτωσαν ὅτου δὴ χάριν ἐκ τῶν Ἰωάννου φησὶν ἡμερῶν τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάζεσθαι, ὡς οὐδενὸς ἄρα πρὸ αὐτοῦ τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάσαντος. Ποῖ ποτε οὖν ἄρα τῶν προφητῶν ἡ ἐλπὶς οἰχήσεται; Τί δὲ ὁ τοσοῦτος τῶν ἁγίων πράξει χορὸς, εἴπερ ἔξω τῆς τῶν οὐρανῶν βασιλείας κείσεται; τότε δὴ πρῶτον τοῦ ἁρπάζεσθαι λαβούσης ἀρχὴν, ὅτε χρόνοις ὑστερήσας μακροῖς, ἀνεδείχθη μόλις ὁ Βαπτιστὴς, Μετανοεῖτε, λέγων· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Ἀλλ' ἔστιν εὐσύνοπτον, ὡς ηὐτρέπιστο μὲν τοῖς ἁγίοις τὸ ἐν βασιλείᾳ γίνεσθαι, καὶ πάλαι, ἄτε δὴ καὶ συμμόρφοις ὑπάρχουσι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, καὶ διὰ τοῦτο προεγνωσμένοις παρὰ τῷ Θεῷ καὶ Πατρί. Κατὰ δὲ τὸν Ἰωάννου καιρὸν, καὶ λοιπὸν ἐφεξῆς, ἡ τοῦ Πνεύματος δόσις καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος εἰς Θεὸν ἀναγέννησις, διὰ πίστεως ἁρπάζεται. Πανταχόθεν τοίνυν ἀποδεδειγμένου σαφῶς τοῦ θεωρήματος, περιττὸν ἤδη φαίνεται τὸ μείζονά ποτε τοῦ Σωτῆρος ἔσεσθαι τὸν Ἰωάννην ὑπολαμβάνειν. Εἰ δὲ τοῦτο ἀληθὲς, λελύσθω πάλιν τῶν δι' ἐναντίας πρόβλημα.

Logos 12 opening: I in the Father and the Father in me§logos-12-open

logos-12-openTwelfth discourse. On “I am in the Father and the Father in me,” and “I and the Father are one.”

Mutual indwelling and unity are pressed against Arian unlikeness.

Greek · §logos-12-open

ΛΟΓΟΣ ΙΒ. Εἰς τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν.Οὐδὲν, φασὶ, θαυμαστὸν, εἰ ὁ Πατήρ ἐστιν ἐν Υἱῷ, καὶ ὁ Υἱὸς ἐν Πατρὶ, ὅπου καὶ περὶ ἡμῶν αἱ θεῖαι λέγουσι Γραφαὶ ὅτι Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν. Ὥσπερ οὖν καὶ ἡμεῖς ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, καθάπερ εἴρηται, οὕτω καὶ ὁ Υἱός ἐστιν ἐν Πατρί. Πῶς γὰρ οἷόν τε μείζονα ὄντα τοῦ Υἱοῦ χωρεῖν ἐν αὐτῷ τὸν Πατέρα; Ἢ πῶς κατὰ πολὺ τοῦ Πατρὸς ἐλαττούμενος ὁ Υἱὸς, ἐν αὐτῷ χωρῆσαι δυνήσεται καὶ πληρῶσαι τὸ μεῖζον; Πρὸς τοῦτο λύσις. Εἰ καθάπερ σῶμα ἐν σώματι χωρεῖν οἴεσθε τὸν Υἱὸν ἐν Πατρὶ, εἰκότως ἂν, οἶμαι, καὶ ζητεῖν ἕλοισθε τὸν εἰς ἀλλήλους ἀντεμβιβασμόν. Ἐπὶ μὲν γὰρ σκεύους ὀστρακίνου τυχὸν ἢ ἐξ ἑτέρας τινὸς ὕλης κατεσκευασμένου, οὐκ ἄκομψον ἴσως τὸ λέγειν μὴ δύνασθαι τὸ μεῖζον τῷ ἐλάττονι γενέσθαι χωρητὸν, μηδ' αὖ πάλιν τὸ ἔλαττον ἀναπληροῦν τὸ μεῖζον. Ἐπὶ δὲ τῶν ἀσωμάτων, καὶ ὧν ἡ φύσις τὸ ἔκ τινος ὕλης εἶναι διαπέφευγε, ποῖον ἂν ἔχει λόγον ἡ πρότασις; Καὶ ταῦτά φαμεν ὡς πρὸς τὸ παρὸν, τὸ παρ' ὑμῖν ἀμαθῶς ὑπονοούμενον συγχωρήσαντες, καὶ καθάπερ αὐτοὶ πλανώμενοι πεπιστεύκατε, μείζονα τοῦ Υἱοῦ εἶναι λέγειν τὸν Πατέρα· ὁ δὲ τῆς ἀληθείας λόγος οὐχ οὕτως ἔχει. Ἔστι γὰρ ἴσος τῷ Πατρὶ κατὰ πάντα. Οἶμαι δ' αὖ οὐκ ἂν ὑμᾶς ὅλως τούτοις χρήσασθαι τοῖς λόγοις, εἴπερ ᾔδειτε τί ἐστιν ἀληθινὸς ὁ Πατὴρ, καὶ ἀληθινὸς ὁ Υἱὸς, καὶ τί φῶς ἀόρατον καὶ ἀΐδιον, καὶ τὸ ἀπαύγασμα αὐτοῦ, καὶ τί πάλιν ἐστὶν ἀσώματος ὑπόστασις καὶ χαρακτὴρ ἀσώματος. Εἰ γὰρ τὰς περὶ τῶν τοιούτων μνήμας κατὰ τὴν ἀκριβῆ κατάληψιν εἰς νοῦν ἐμφορεῖτε, πάντως ἂν καὶ τὴν τοῦ Θεοῦ φύσιν ἐννοήσαντες, οὐκ ἂν ὡς περὶ σωμάτων ἐφαντάζεσθε, ἀλλ' ἀκολούθως τοῖς εἰρημένοις ἀκριβῶς ἐζητεῖτε, πῶς μὲν ὁ Υἱὸς ἐν Πατρὶ, πῶς δέ ἐστιν ὁ Πατὴρ ἐν Υἱῷ. Ὡς γὰρ χαρακτὴρ, καὶ εἰκὼν, καὶ ἀπαύγασμα καὶ ὁμοιότης, οὗτος ἐν ἐκείνῳ κἀκεῖνος ἐν τούτῳ φαίνεται. Ἐπειδὴ δέ φατε μηδὲν εἶναι θαυμαστὸν, εἰ καὶ ὁ Υἱός ἐστιν ἐν Πατρὶ, διὰ τὸ καὶ ἡμᾶς ἐν αὐτῷ κινεῖσθαι καὶ ζῇν, ἀναγκαῖον ὑμᾶς κἂν τούτῳ πολὺ πλανωμένους ἐπιδεῖξαι καὶ τῆς ἀληθείας ἐκβεβηκότας τὸν ὅρον. Οὐ γὰρ καθάπερ ἐν ἑκάστῳ τῶν ἁγίων γινόμενος ὁ Θεὸς ἁγιάζει τούτους, οὕτως ἐστὶ καὶ ἐν τῷ Χριστῷ.

Logos 12 rem early§logos-12-rem-early

logos-12-rem-earlyRem early: mutual in-ness.

Greek · §logos-12-rem-early

Ἀλλ' αὐτὸς ὁ Υἱὸς δύναμίς ἐστι καὶ σοφία τοῦ Πατρὸς, ἁγιάζων πάντα τὰ μετέχοντα αὐτοῦ ἐν Πατρὶ, αὐτὸς δὲ πάλιν οὐ κατά τινα μετουσίαν ἅγιος ὢν ὥσπερ ἡμεῖς, οὐδὲ κατὰ χάριν Υἱὸς κεκλημένος, ἀλλὰ γέννημα τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχων ἀΐδιον. Οὐκ ἔστι δὲ πάλιν οὕτως ὁ Υἱὸς ἐν Πατρὶ καθάπερ ἡμεῖς· ἡμεῖς μὲν γὰρ ἐν Θεῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν· ὁ δὲ κατὰ φύσιν Υἱὸς, ὥσπερ ἀπό τινος πηγῆς ἀεὶ ζώσης, ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθὼν, ζωὴ κατὰ φύσιν ἐστὶ, πάντα ζωογονῶν· οὐ κατὰ μετοχὴν ζωῆς ζωογονούμενος ὥσπερ ἡμεῖς. Ἢ γὰρ ἂν οὐκ ἂν εἴη κατὰ φύσιν ζωή. Τὸ γὰρ ἐπείσακτον καὶ ἔξωθεν προσπορισθὲν, οὐκ ἂν νοοῖτο κατὰ φύσιν προσὸν τῷ κεκτημένῳ. Λέγει δὲ ὁ Υἱός· Ἐγώ εἰμι ἡ ζωή. Οὐκ ἄρα, καθάπερ ἡμεῖς ἐν Θεῷ ζωογονούμεθα, ταυτὸν δὴ καὶ αὐτὸς τὸν τρόπον ζῇ καὶ ἔστιν· ἀλλ' ὄντως τοῦτο κατὰ φύσιν ὑπάρχων ὅπερ εἶναι φησὶν ἑαυτὸν, τουτέστι, ζωὴν, καὶ ὢν ἐν Πατρὶ φυσικῶς, ἕν τε ὑπάρχων ὡς πρὸς αὐτὸν διὰ τὴν ταυτότητα τῆς οὐσίας, ἥτις ἐστὶν ἡ θεότης. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Ἑαυτὸν εἶναί φησιν ἐν Πατρὶ, καὶ ἐν αὑτῷ τὸν Πατέρα, διὰ τὸ μήτε τὸν λόγον, ὃν ἐποιεῖτο πρὸς ἅπαντας, μήτε μὴν τὰ ἔργα ἴδια αὐτοῦ εἶναι· ἀλλὰ τοῦ τὰ τοιαῦτα λαλεῖν ἐντειλαμένου Πατρὸς, καὶ τοῦ δεδωκότος τὴν δύναμιν εἰς, τὴν τῶν ἔργων συμπλήρωσιν. Πρὸς ταῦτα λύσις. Οὐκοῦν ἐξέστω, καθ' ὑμᾶς, ὦ αἱρετικοὶ, καὶ ἑκάστῳ τῶν ἀγίων τὴν τοιαύτην ἀποφθέγγεσθαι φωνήν· ἐπεὶ καὶ αὐτοὶ θείων γεγόνασι ῥημάτων διάκονοι, καὶ

Logos 12 rem mid§logos-12-rem-mid

logos-12-rem-midRem mid: one without confusion of persons.

Greek · §logos-12-rem-mid

ἰδίᾳ μὲν τοῦ Πατρὸς, ἰδίᾳ δὲ χορηγοῦντος τοῦ Υἱοῦ, ἀλλ' ὡς Πατρὸς δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι ἐκ τῆς μιᾶς θεότητος πεμπομένων τῶν χαρισμάτων εἰς τοὺς ἁγίους. ΑΛΛΟ. Εἰ κεχώριστο κατὰ φύσιν τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς, καὶ εἰ μή τις ἑνότης ἀδιάστατος ἦν ἐν αὐτοῖς ὁποίαν ἔχει τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον, ἐξήρκει καὶ μόνον τὸν Πατέρα τοῖς ἁγίοις ἐπιδιδόναι τὰ χαρίσματα, μὴ συμπαραλαμβανομένου πρὸς τοῦτο καὶ τοῦ Υἱοῦ. Εἰ γὰρ κτιστῆς ἐστιν οὐσίας, καὶ ἕτερόν τι παρὰ τὸν Θεὸν, ποῖον ἔχει λόγον οὐδενὸς τῶν ἄλλων κτισμάτων ἐπικοινωνοῦντος Θεῷ πρὸς τὴν δόσιν τῶν θείων χαρισμάτων, μόνον αὐτὸν παραλαμβάνεσθαι; Οὐ γὰρ ἀνέξεταί τις λέγοντός τινος· ∆οίη σοι τὰ αἰτήματά σου Θεὸς τυχὸν ὁ Πατὴρ καὶ ὁ ἄγγελος· ἀλλ' οὐδὲ εἴ τι μεῖζον ὀνομάσειεν ἀγγέλου. Μόνῳ γὰρ τὸ διδόναι πρέπει Θεῷ. Εἰ δὲ δίδωσιν, οὐ μετά τινος ἑτέρου τῶν κτισμάτων, ἀλλὰ μόνῳ σὺν Υἱῷ καὶ δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, δῆλον ἐντεῦθεν ἂν εἴη καὶ παντί τῳ γνώριμον, ὅτιπερ τῆς οὐσίας τοῦ Πατρὸς ἴδιόν ἐστι γέννημα, καὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ, αὐτός τε ὁμοίως ὑπάρχων ἐν τῷ Πατρὶ, πάντα ἐνεργεῖ καὶ ἐργάζεται καὶ χορηγεῖ τοῖς ἁγίοις τὰς δωρεάς. Καὶ μάρτυς ὁ Παῦλος λέγων· Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰρήκατε, φασὶ, μηδὲν τῶν κτισμάτων συμπαρα λαμβάνεσθαι τῷ Θεῷ ἐν ταῖς τῶν χαρισμάτων ἐπιδόσεσι. Τί οὖν ἄρα ποιήσετε τὸν πατριάρχην Ἰακὼβ εὑ

Logos 12 rem close CLOSEOUT§logos-12-rem-close

logos-12-rem-closeRem CLOSEOUT: unity texts secure sameness of nature. LOGOS XII CLOSEOUT.

Greek · §logos-12-rem-close

ἑνότητα τὴν εἰς Θεὸν, καὶ γέρας ὁμολογίας καὶ πίστεως ἔχουσι τοῦτο. Ὁ δὲ τοῦ Θεοῦ λόγος δίχα τινὸς τοιούτου φυσικῶς ἐστιν ἐν Πατρὶ, καὶ ἐν ἑαυτῷ τὸν Πατέρα φέρει, καὶ ὄντως ἕν ἐστι πρὸς αὐτόν. ΑΛΛΟ. Κατὰ τὴν Ἰωάννου φωνὴν, ὁ ὁμολογήσας ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἔχει τὸν Θεὸν ἐν ἑαυτῷ μένοντα, καὶ αὐτὸς δὲ ἐν τῷ Θεῷ γίνεται. Ὡμολόγησέ τις, ὑποκείσθω γὰρ τοῦτο τῷ λόγῳ, καὶ λαβὼν Πνεῦμα τῆς ὁμολογίας δῶρον, ἐδέξατο μὲν Θεὸν ἐν ἑαυτῷ, γέγονε δὲ καὶ αὐτὸς ἐν Θεῷ. Ἀλλὰ τὸν οὕτω διατιθέντα, συμβέβηκεν ἔκ τινος διαβολικῆς ἐπηρείας μετάγνωσιν τῶν ὀρθῶς βεβουλευμένων ἐλθεῖν, ἀπέστη τε τῆς ὁμολογίας, καὶ διὰ τοῦτο τὴν χάριν ἀποβέβληκε, καὶ τοῦ θείου Πνεύματος ἔρημος γεγονώς· οὐ γὰρ ἐν τοῖς δυσφημοῦσι τὸν Υἱὸν κατοικεῖ. Ἀπώλεσε καὶ τὸ εἶναι ἐν Θεῷ, καὶ τὸ ἔχειν αὐτὸν ἐν ἑαυτῷ. Ἄνθρωπος δὲ ἦν καὶ ὁμολογήσας, καὶ ὅτε τῆς ὁμολογίας ἀπέστη. Οὐκ ἄρα φύσει πρὸς τὴν θείαν οὐσίαν μεταποιούμεθα, ἓν ὡς πρὸς τὸν Θεὸν γίνεσθαι λεγόμενοι, ἀλλὰ χάρις ἡμᾶς, καὶ ἀρετὴ συνάπτει, καὶ κακία πάλιν ἀφίστησι· καὶ εἰ ὁμολογοῦντες ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν Θεῷ γινόμεθα, ἀρνούμενοι δὲ πάντως ἀλλοτριούμεθα. Φαίνεται δὲ οὐ δῶρον ἀρετῆς τοῦτο ἔχων ὁ Υἱός. Οὐκ ἄρα οὕτως ἐστὶν ἐν Πατρὶ ὥσπερ ἡμεῖς, ἀλλ' αὐτὸς μὲν φυσικῶς καὶ ἀμεταπτώτως ἐξ αὐτοῦ γεγεννημένος, ἡμεῖς δὲ χάριτι καὶ μετοχῇ. Ὥσπερ οὖν αὐτοῦ κατὰ φύσιν ὄντος Υἱοῦ καὶ Θεοῦ, οὕτω καὶ ἡμεῖς καθ' ὁμοιότητα αὐτοῦ καὶ υἱοὶ καὶ θεοὶ χρηματίζομεν.

Logos 13 opening: likeness of Son to Father; not turnable nature§logos-13-open

logos-13-openThirteenth discourse. On the Son’s likeness to the Father, and that his nature is not turnable.

Likeness is natural, not moral-only; the Son is not a changeable creature.

Greek · §logos-13-open

ΛΟΓΟΣ ΙΓʹ. Περὶ ὁμοιότητος τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα· καὶ, ὅτι οὐκ ἔστι τρεπτῆς φύσεως ὁ Υἱὸς, ἢ ἔξωθεν ὑποστὰς, ἀλλ' ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν, ὡς Υἱὸς καὶ γέννημα. Ἀντίθεσις ὡς ἐκ τῶν θεομάχων. Εἰ ἀπαράλλακτος, φασὶν, εἰκών ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς, καὶ ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι, γεννάτω καὶ αὐτὸς, καὶ Υἱοῦ γενέσθω Πατήρ· οὕτω γὰρ αὐτὸν ἀκριβῶς μιμήσεται. Εἰ δὲ οὐ γεννᾷ, πῶς ἐν τῷ μὴ τίκτοντι τὸ τίκτον φαίνεται; Ἀνόμοιος γὰρ ἔσται κατὰ τοῦτο τῷ Πατρί. Πρὸς τοῦτο λύσις. Εἰ τὸ παραλλάττον οὐδὲν ἐν Θεῷ καὶ ἀνθρώποις, ἀπαιτείσθω τὸ γεννᾷν καὶ οὕτως ὡς ἄνθρωπος. Εἰ δὲ ἐξαίρετος ἡ Θεοῦ φύσις, ἔσται πάντως καὶ τῆς καθ' ἡμᾶς ἀνάγκης ἐλευθέρα. Οὐ γὰρ ὡς ἄνθρωπος ἐγέννησε Θεὸς, ἵνα καὶ ὁ τεχθεὶς ταῖς φυσικαῖς ἡμῶν ἑπόμενος ἀκολουθίαις τέκῃ, ἀλλὰ θείαν τινὰ καὶ ἄῤῥητον ἐκ Πατρὸς ἔχει τὴν γέννησιν. Εἰ δὲ ἀνάγκη τὸν γεννηθέντα γεννᾷν διὰ τὴν παρ' ἡμῖν φυσικὴν συνήθειαν, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ὑποπίπτει τὰ τῆς θεότητος ἴδια· τί τὸ κωλύον πατέρα. δοῦναι τῷ Πατρί; Οὕτω γὰρ οἱ παρ' ἡμῖν. Εἰ δὲ ἔστιν οὐκ ἔκ τινος ἀρχῆς ὁ Πατὴρ, καὶ τὴν καθ' ἡμᾶς ἀναβαίνει συνήθειαν ὡς Θεὸς, οὐδεὶς ἀναγκάσει λόγος τίκτειν τὸν Υἱόν. Ἔσται γὰρ καὶ οὕτω μᾶλλον τῷ Πατρὶ παραπλήσιος, ἄνω πάσης ἀνάγκης ὑπάρχων, ὡς Θεός. ΑΛΛΟ. Οὐκ ἄν τις εἴποι νοῦν ἔχων, ἀνόμοιον φαίνεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, ἐπεὶ μὴ καὶ αὐτὸς ἐγέννησε, μηδὲ υἱοῦ γέγονε πατήρ. Ἀλλὰ μᾶλλον καὶ διὰ τοῦτο θαυμαστήν τινα καὶ ἀκριβεστάτην ὄψεται τοῦ Πατρὸς ἐν Υἱῷ τὴν εἰκόνα. Ὥσπερ γὰρ ὁ Πατὴρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὢν, ἀεὶ μένει Πατὴρ, καὶ εἰς Υἱὸν οὐ μεταβάλλεται, οὕτως ὁ ἐξ αὐτοῦ Λόγος Υἱὸς προελθὼν, μένει τοῦθ' ὅπερ ἐστὶ, τοῦ Πατρὸς τὸ ἀναλλοίωτον καὶ διὰ τούτου δεικνύων ἐν ἑαυτῷ. Ὅμοιος οὖν καὶ κατὰ τοῦτο Πατρί. Ἐρώτησις Ἀρειανῶν, δι' ἧς, ὡς οἴονται, δεικνύουσιν ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱόν. Αὐτεξούσιος, φασὶν, ἐστὶν ὁ Υἱὸς, ἢ οὐκ ἐστίν. Εἰ μὲν οὖν αὐτεξούσιός ἐστι, προαιρέσει φαίνοιτ' ἂν εἰκότως καλός. Τὸ δὲ προαιρέσει καὶ οὐ φύσει περί τι κρατούμενον, δύναιτ' ἂν ἐφ' ἕτερα μεταβάλλεσθαι, καὶ ἐφ' ὅπερ ἂν ἡ τῆς προαιρέσεως γένοιτο ῥοπὴ, ἐκεῖ πάντως ἔσται τὸ προαιρέσει διοικούμενον. Τροπὴ δὲ τοῦτο καὶ πάθος.

Logos 13 rem early§logos-13-rem-early

logos-13-rem-earlyRem early: likeness as nature.

Greek · §logos-13-rem-early

Ὁ δὲ τροπὴν ὑπομένων καὶ πάθος, πῶς ἂν εἴη τοῦ ἀτρέπτου καὶ ἀπαθοῦς εἰκὼν καὶ ὁμοιότης; Εἰ δὲ ἄτρεπτός ἐστιν, εἰς οὐδὲν ἕτερον παρενεχθῆναι δυνάμενος, ἀλλ' ὅπερ ἐστὶ μένων ἀεὶ, ὡς λίθος ἄρα ἢ ξύλον ἕστηκεν ἐφ' ἑαυτῷ φυσικῷ τινι καὶ ἀῤῥήκτῳ δεσμῷ, εἰς τοῦθ' ὅπερ ἐστὶ κρατούμενος, καὶ τὸ αὐτεξούσιον οὐκ ἔχων. Πρὸς ταῦτα λύσις. Ἔδει μὲν ταῖς οὕτως ἀπαιδεύτως προσφερομέναις ἐρωτήσεσι μηδόλως ἀποκρίνεσθαι. Ἔνθα γὰρ ἡ ἀπόκρισις πανταχοῦ τὸ δύσφημον ἔχει, ἐκεῖ κρείττων ἡ σιωπή. Ἂν μὲν γὰρ αὐτεξούσιον εἴπω τὸν Υἱὸν, εὐθὺς ἡ τῆς αὐτεξουσιότητος συνεισάγεται μεταβολή. Ἀκολουθεῖ γὰρ τῷ αὐτεξουσίῳ τὸ ἐπιδέχεσθαι μεταβολὴν, εἰ καὶ μήπω πεπονθὸς εἴη τοῦτο διὰ τὸ μὴ ἐθελῆσαι παθεῖν. Ἐὰν δὲ τοῦτο ἀφεὶς, τὸ ἕτερον εἴπω, τουτέστιν, Ἄτρεπτος ὁ Λόγος ἐστὶν, εὐθὺς ἡμῖν τοῦ ξύλου τὴν ἀκινησίαν προτείνοντες, οὐκ αἰσθά νονται τολμῶντες λέγειν, ἃ καὶ μόνον ἦν ἐνθυμεῖσθαι κινδύνου μεστά. Τί γὰρ ἂν εἴποιεν οἱ πάντα τολμῶντες ῥᾳδίως, εἴ τις αὐτοῖς περὶ τοῦ Πατρὸς πεῦσιν προσάγοι τὴν αὐτήν; Ἆρα τὸν ἴσον ἡμῖν φοβηθήσονται φόβον, καὶ τὴν ἐπὶ τούτοις ἐπαινέσουσι σιωπήν; Ἢ τί ποτε ἄρα πρὸς ταῦτα ἐροῦσιν· Ἐγὼ μὲν οὐκ ἔχω λέγειν, καλὸν δὲ καὶ χρήσιμον εἰ μηδὲ ἐνενόησαν οὗτοι. Ὅτι δὲ ἄτρεπτος ὢν ὁ τοῦ Θεοῦ Λόγος ὥσπερ ὁ γεννήσας αὐτὸν, ὅμοιός ἐστι κατὰ πάντα τῷ Πατρὶ, γένοιτ' ἂν διὰ τούτου σαφές. Εἰ ἀπαράλλακτός ἐστιν εἰκὼν τοῦ Πατρὸς, καὶ ἀληθεύει, λέγων· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, καὶ πάλιν· Ἐγὼ καὶ ὁ Πα

Logos 13 rem mid§logos-13-rem-mid

logos-13-rem-midRem mid: immutability.

Greek · §logos-13-rem-mid

τὴν αὐτῶν ὁμολογίαν. Εἰ δὲ ἐπιμένουσιν ἀμαθῶς οἷς προτείνουσιν ἐνιστάμενοι, λεγέτωσαν ἡμῖν, εἰ μὴ ὁ ἄνθρωπος οὐσία ἐστί. Καὶ πάλιν ἐπειδήπερ λογικὸς ὁ ἄνθρωπος, ἔστω Θεὸς κατ' ἐκείνους ἄλογος, ἵνα παραιτῆται τὰ ἀνθρώπινα. Εἰ δὲ ἐν τούτοις ὄντων ἡμῶν, ἐν αὐτοῖς ἐστι καὶ Θεὸς, οὐ παραιτήσεται γεννᾷν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, ἐπειδήπερ οὕτω τίκτομεν ἡμεῖς. Ἔδει γὰρ μᾶλλον ἐννοεῖν ὅτι κατὰ μίμησιν τῆς θείας φύσεως οἱ κατ' εἰκόνα γεγονότες αὐτῆς, καὶ τοῦτο μετὰ τῶν ἄλλων κεκτήμεθα. Ἐπειδὴ δὲ τέτοκεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, καὶ οὐκ ἔξωθεν ὑπεστήσατο, ἀνάγκη δοῦναι τὸ ὅμοιον αὐτῷ. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων. Ἡμεῖς, φασὶν, ὥσπερ ὕλῃ τινὶ ταῖς ἐκ τῆς σωματικῆς φύσεως χορηγίαις ἀποκεχρημένοι, τίκτομεν ἐξ ἑαυτῶν τὰ γεννήματα· κἄν τι τῶν ἔξωθεν κατασκευάζειν ἐθελήσωμεν, ὕλην λαβόντες τοῦτο ποιοῦμεν. Θεὸς δὲ παντελῶς ἀσώματος ὢν, ὕλης μέν τινος ἐξ ἑαυτοῦ χορηγίαν οὐκ ἔχει, ἵνα τέκῃ τὸν Υἱὸν, δημιουργεῖ δὲ ἐξ οὐκ ὄντων. Οὐκοῦν πάντα τὰ καθ' ἡμᾶς παραιτούμενος, οὔτε ἐξ ἑαυτοῦ προβάλλει τὸν Υἱὸν, οὔτε ἐξ ὕλης προϋποκειμένης ἐργάζεταί τι τῶν ὄντων· ἀλλ' ἔξωθεν τὰ πάντα πρὸς τὸ εἶναι καλεῖ σὺν Υἱῷ. Εἰ δὲ τοῦτο, καὶ ἀνόμοιος ἄρα. Πρὸς τοῦτο λύσις. Καὶ πῶς ἡμῖν, ὦ γενναῖοι, μονογενὴς ὁ Υἱὸς εὑρεθήσεται, εἰ καὶ αὐτὸς ἔξωθεν ὥσπερ τὰ πάντα ἐστί; Πῶς δὲ ὅλως Υἱὸς ὁ μὴ ἐκ τῆς οὐσίας ὑπάρχων τοῦ γεγεννηκότος; Εἰ μὲν οὖν ἐνδέχεται καὶ τὰ ἐξ οὐκ ὄντων ἤτοι ἔξωθεν γεγονότα καλεῖσθαι καὶ εἶναι κατὰ φύσιν

Logos 13 rem close CLOSEOUT§logos-13-rem-close

logos-13-rem-closeRem CLOSEOUT: unturnable likeness. LOGOS XIII CLOSEOUT.

Greek · §logos-13-rem-close

, συγχωρήσουσι δὲ μᾶλλον ἐν ἀδιαπτώτῳ μακαριότητι τοῦ Υἱοῦ τὴν οὐσίαν ἑστάναι, παραιτείσθωσαν καὶ τὸ ἐκ μετοχῆς τῆς πρὸς τὸν Πατέρα μεμορφῶσθαι νομίζειν αὐτόν· φυσικὴν δὲ μᾶλλον καὶ οὐσιώδη τὴν ὁμοίωσιν ἀποσωζέτωσαν τῷ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθόντι Λόγῳ. ΑΛΛΟ. Τὰ ἐκ μετοχῆς τοῦ ἁγιάζειν πεφυκότος Θεοῦ πρὸς ἁγιασμὸν κεκλημένα, σώζει μὲν διὰ νήψεως ἐν ἑαυτοῖς τὸ δοθὲν, ἕτερον δὲ μεταδοῦναι τῆς ἐντεθείσης αὐτοῖς ἁγιότητος, οὐ δύναται. Οὐδεὶς γὰρ ἀνθρώπων ἐκ μετοχῆς τὸ Πνεῦμα λαβὼν, ἑτέρῳ τοῦτο χορηγήσει πώποτε, ἐπεὶ καὶ αὐτὸς κεκόμισται παρὰ Θεοῦ· μόνῃ δὲ ἁρμόσει τῇ τῆς ἁγιότητος πηγῇ, χορηγεῖν ἐξ ἑαυτῆς οἷς ἂν βούληται τὸν ἁγιασμόν. Καὶ γοῦν οἱ κατ' οὐρανὸν ὄντες ἄγγελοι, ἅγιοι μέν εἰσιν ἐκ μετοχῆς καὶ μεταλήψεως τῆς τοῦ ἁγίου Θεοῦ· ἁγιότητα δὲ δεδωκότες ἀνθρώποις οὐ φανοῦνται πώποτε. Ὁμοίως καὶ ὁ μακάριος Μωσῆς προβληθέντων ἑβδομήκοντα πρεσβυτέρων διὰ τὰς ἀπαραιτήτους χρείας τῆς συναγωγῆς, οὐκ αὐτὸς ἐδίδου τὸ Πνεῦμα, ἀλλὰ Θεὸς ἀφῃρεῖτο, καθὰ γέγραπται, ἀπὸ τοῦ ὄντος ἐν αὐτῷ, καὶ ἐνετίθει τοῖς προκεχειρισμένοις. Οὐκοῦν τοῖς ἐκ μετοχῆς ἁγίοις, φορεῖν μὲν ἔξεστι τὴν δοθεῖσαν ἀπὸ Θεοῦ χάριν· διδόναι δὲ ἑτέροις, οὐδαμῶς. Ὁ δὲ Υἱὸς, οὐχ οὕτως· ὡς γὰρ ἁγιότητος ὑπάρχων πηγὴ τοὺς μαθητὰς ἁγιάζει, λέγων· Λάβετε Πνεῦμα ἅγιον. Τοῦτο δὲ ποιῶν καὶ ὁ Πατὴρ φαίνεται· ὁ δὲ τὴν ἴσην ἔχων τῷ Πατρὶ κατὰ τὴν τοῦ ἁγιάζειν ἐξουσίαν τε καὶ δύναμιν, πῶς οὐκ ἀληθινὴν ἔχει τὴν πρὸς αὐτὸν ὁμοιότητα;

Logos 14 opening: further likeness — as the Father has life§logos-14-open

logos-14-openFourteenth discourse. Still on likeness, with “as the Father has life in himself” set forward.

Life-in-himself language is shared so the Son is not a lifeless instrument.

Greek · §logos-14-open

ΛΟΓΟΣ Ι∆ʹ. Ἔτι περὶ ὁμοιότητος, προκειμένου ῥητοῦ· Ὥσπερ γὰρ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.Τὸ δὲ συναγόμενον ἐκ τῶν συλλογισμῶν, ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατὴρ, καὶ διὰ τοῦτο ὅμοιος. Πρότασις ὡς ἐκ τῶν Ἀρειανῶν. Καὶ πῶς ἂν δύναιτο, φασὶ, κατ' οὐσίαν ὅμοιος εἶναι τῷ Πατρὶ ὁ Υἱός; Ἢ πῶς οὐκ ἔσται μετ' αὐτὸν ὁ ἐξ αὐτοῦ δεχόμενός τι, καθά φησιν αὐτός· Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ; Πρὸς τοῦτο λύσις. Οὐδὲν, ὦ βέλτιστοι, τὴν οὐσίαν ἀδικήσει τοῦ Λόγου, τὸ δέχεσθαί τι παρὰ τοῦ Πατρός. Οὐ γὰρ ἐν τῷ δέχεσθαι τὸ εἶναι ἔχει, ἀλλὰ ὢν καὶ ὑπάρχων πρότερον, δέχεταί τι. Καὶ καθὸ ἐκ Πατρὸς φυσικῶς γεγεννημένος, ἐπάγεται πάντα τὰ ἴδια τοῦ Πατρός. Ὥσπερ ἂν εἰ καὶ τὸ φῶς ἐξ ἡλίου προελθὸν, δέχεσθαί τι λέγοιτο παρ' αὐτοῦ, ἐπειδήπερ πᾶν ὅπερ ἐστὶν ἐν αὐτῷ, τοῦτο φαίνεται τοῦ τεκόντος ἡλίου, καὶ οὐ δή που τὸν ἥλιον πρὸ τοῦ ἀπαυγάσματος εἶναι καταναγκάσει, τὸ τὴν ἐξ αὐτοῦ προϊοῦσαν ἔκλαμψιν ἀμερίστως ὥσπερ ἐξ αὐτοῦ προελθοῦσαν, τὰ αὐτῷ προσόντα φορεῖν φυσικῶς. Οὐκοῦν οὐ τὸ λαβεῖν τι παρὰ τοῦ Πατρὸς ἀναγκάσει πάντως δεύτερον εἶναι τῷ χρόνῳ τὸν Υἱόν. Τῷ γὰρ ὄντι καὶ ὑφεστῶτι δώσει τι, οὐ τῷ μὴ ὄντι καὶ μή πω γενομένῳ. ΑΛΛΟ. Εἰ ἐν τῷ δέχεσθαί τι τὸ εἶναι τοῖς οὖσιν ὁριούμεθα, καὶ ἀρκεῖ τοῦτο πρὸς δήλωσιν οὐσίας κατά τινος κατηγορούμενον, τί κωλύει καὶ δυσφημοῦντας εἰπεῖν, τότε τοῦ εἶναι τὴν ἀρχὴν ἔχειν τὸν Πατέρα, ὅτε δέχεσθαί τι λέγεται παρ' ἡμῶν; Ἔξεστι γὰρ ἐπακροᾶσθαι τοῦ Ψαλμῳδοῦ λέγοντος· ∆ότε δόξαν τῷ Θεῷ. Εἰ τοίνυν οὐκ ἐν τῷ δέχεσθαι παρ' ἡμᾶς τὴν δόξαν ἔχει τὸ εἶναι ὁ Πατὴρ (ὢν γὰρ καὶ ὑπάρχων ὡς παρ' οἰκετῶν τὴν δοξολογίαν κομίζεται), οὐκ ἔσται τοῦτο τοῦ Υἱοῦ τὸ εἶναι, ἐν τῷ λαβεῖν τι παρὰ τοῦ Πατρός. Ὢν γὰρ καὶ ὑπάρχων ἀνάρχως καὶ ἀϊδίως ἐξ αὐτοῦ προελθὼν, λαμβάνειν λέγεται τἂ προσόντα αὐτῷ φυσικῶς· ὥσπερ ἂν εἰ καὶ ἐξ ἀνθρώπου προελθὼν υἱὸς, πάντα φαίνοιτο φορῶν τὰ τοῦ γεγεννηκότος, μετὰ πάντων τῶν αὐτοῦ, ἐξ αὐτοῦ καὶ τὸ εἶναι ἔχων. Ὑπερκείσθω δὲ πάλιν ἡ θεία καὶ ἄῤῥητος γέννησις, τὴν τοῦ παροισθέντος ἡμῖν ὑποδείγματος δύναμιν, καὶ νοείσθω τὸ πρᾶγμα θεοπρεπῶς. Ἀντίθεσις ὡς ἐκ τῶν χριστομάχων. Ὅτι μὲν, φασὶ, τοῖς οὖσιν ἤδη καὶ ὑφεστηκόσιν, οὐ τοῖς μὴ οὖσι δέχεσθαί τι πρεπωδέστερον, συνθησόμεθα καὶ αὐτοί. Ἀλλ' ἐκεῖνο νῦν ἀναγκαῖον εἰπεῖν, ὅτι τὸ δεχόμενόν τι παρά τινος, ὡς οὐκ ἔχον λαμβάνει.

Logos 14 rem early§logos-14-rem-early

logos-14-rem-earlyRem early: life texts.

Greek · §logos-14-rem-early

Εἰ τοίνυν ἔχει μὲν ὁ Πατὴρ τὸ εἶναι ζωὴ κατ' οὐσίαν, δίδωσι δὲ τοῦτο τῷ Υἱῷ ὡς οὐκ ἔχοντι δηλαδὴ, πῶς οὖν ἔσται κατ' οὐσίαν ὅμοιος αὐτῷ παρ' αὐτοῦ δεχόμενος ὅπερ αὐτὸς οὐκ ἔχει; Πρὸς τοῦτο λύσις. Ἐξεταστέον ἀκριβῶς, ὦ βέλτιστοι, τοῦ προτεθέντος ῥητοῦ τὴν διάνοιαν, καὶ τότε τοῦ λόγου τὴν δύναμιν ὀψόμεθα. Ἀντακούσεσθε γὰρ παρ' ἡμῶν, εἰ οὕτως ἔχει τὴν ζωὴν ὁ Υἱὸς ὥσπερ καὶ ὁ Πατὴρ, τουτέστιν, ἐν ἑαυτῷ, δι' οὗ τὸ οὐσιωδῶς σημαίνεται, τί κωλύσει τὰ ὁμοίως ἔχοντα, τῆς αὐτῆς εἶναι καὶ οὐσίας; Εἰ γὰρ ὁ Πατὴρ ἔχει τὴν ζωὴν ἐν ἑαυτῷ, ἔχει δὲ πάλιν αὐτὴν ὁ Υἱὸς ἐν ἑαυτῷ, οὐκ ἐν προσθήκης μέρει, καθάπερ ὑμεῖς φατε, ἔσται καὶ τῷ Πατρὶ κατ' οὐσίαν ἴσος, ὁ ὡσαύτως ἔχων τὴν ζωὴν ἐκείνῳ, καὶ οὐχ ἑτέρως. ΑΛΛΟ. Εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, πῶς ἐπαληθεύσει λέγων· Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον; Καὶ πάλιν· Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς ἀκούει φωνῆς.–Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον. Καὶ πάλιν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα. Ἔδει γὰρ λέγειν· Ὁ πιστεύων εἰς ἐμὲ λήψεται παρ' ἐμοῦ ζωὴν, ἣν δέδωκέ μοι ὁ Πατήρ. Καὶ πάλιν· Τὸν εἰς ἐμὲ πιστεύοντα οὐ συγχωρήσει ὁ Πατὴρ γεύσασθαι θανάτου. Εἰ δὲ τοῦτο μὲν εἰρηκὼς οὐ φαίνεται, ὡς δὲ φύσει προσοῦσαν ἑαυτῷ τὴν ζωὴν, καὶ ὡς οὐσιωδῶς ὑπάρχουσαν ἐν ἑαυτῷ, δώσειν τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπαγγέλλεται, πῶς ἐνδέχεται νοεῖν οὐκ ἔχοντα τὸν Υἱὸν εἰληφέναι ταύτην παρὰ τοῦ Πατρός; Καὶ γὰρ ἂν εἴη πάσης ἐπέκεινα δυσφημίας τοῦτό γε. Ἀλλ',

Logos 14 rem mid§logos-14-rem-mid

logos-14-rem-midRem mid: no creaturely dependence.

Greek · §logos-14-rem-mid

ἂν λέγοιτο καὶ ὁ Πατὴρ, εἰ καὶ ἐπ' αὐτοῦ μόνον τάττοιτο. Φθάσει γὰρ πάλιν ἐπὶ τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, πάντα τὰ αὐτῷ προσόντα φυσικῶς τε καὶ ἀναγκαίως. ΑΛΛΟ. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὥσπερ οὖν καὶ ἔστιν, ἔχει πάντως τοῦτο καὶ ὁ Υἱός. Ἀληθεύει γὰρ λέγων· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. ΑΛΛΟ, τὸ αὐτὸ ἐκ τοῦ ἐναντίου. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὁ δὲ Υἱὸς οὐχ οὕτως, πῶς ἀληθεύσει λέγων· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν; Ἀλλ' οὐκ ἂν ψεύσαιτο ἡ ἀλήθεια, ἔσται δηλονότι ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. Ἄλλως τὸ αὐτό. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὁ δὲ Υἱὸς οὐχ οὕτως, ἀλλ' ἐπείσακτον ἔχει τὸ εἶναι τοῦτο, πῶς ἀληθεύσει λέγων πρὸς τὸν Πατέρα, ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά; Ἢ γὰρ ἕξει κατὰ φύσιν τὸ εἶναι ζωὴ καὶ αὐτὸς, ὅπερ ἐστι τοῦ Πατρός. Ἢ εἰ μὴ τοῦτο, τοῦ δὲ Πατρός ἐστι τὰ αὐτοῦ, ἐπεὶ μὴ κατὰ φύσιν ἐστὶ ζωὴ ὁ Υἱὸς, οὐκ ἔσται τοῦτο καὶ ὁ Πατήρ. Ἀλλὰ τοῦτο ἄτοπον. Φύσει γὰρ ὁ Πατὴρ ζωὴ, ἔσται τοῦτο καὶ ὁ Υἱὸς, ἵνα μὴ ψεύδηται τὴν ὁμοίωσιν. ΑΛΛΟ. Εἰ χαρακτὴρ ἀπαράλλακτος τῆς τοῦ Πατρὸς ὑποστάσεώς ἐστιν ὁ Υἱὸς, φορέσει φυσικῶς καὶ τὸ εἶναι ζωὴ, ἵνα μὴ παραχαράττηται τοῦ Πατρὸς ὁ χαρακτήρ ΑΛΛΟ. Φησί που Χριστὸς πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Εἰ τοίνυν ὁ Πατὴρ ἐν Υἱῷ φαίνεται ζωὴ κατὰ φύσιν ὑπάρχων, ἔσται τοῦτο καὶ ὁ Υἱὸς, ἵνα μὴ ψεύδηται τὴν ὁμοίωσιν. ΑΛΛΟ, ἐκ τῶν αὐτῶν διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Φησί που Χριστός·

Logos 14 rem close CLOSEOUT§logos-14-rem-close

logos-14-rem-closeRem CLOSEOUT: likeness continued. LOGOS XIV CLOSEOUT.

Greek · §logos-14-rem-close

α Λόγον ἀποῤῥήτως συνδούμενος. ΑΛΛΟ. Ὅσα προσεῖναι λέγεται τῷ Πατρὶ φυσικῶς τε καὶ οὐσιωδῶς, ταῦτα πάντα ἐστὶν ὁ Υἱός. Μόνος ἀληθινὸς λέγεται Θεὸς ὁ Πατὴρ, ἐπειδὴ μόνος ἔχει τὸν Υἱὸν τὸν λέγοντα· Ἐγώ εἰμι ἡ ἀλήθεια. Σοφὸς καὶ δυνατὸς ὁμοίως, ἐπεὶ Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Μόνος λέγεται φῶς οἰκεῖν ἀπρόσιτον· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν λέγοντα· Ἐγώ εἰμι τὸ φῶς. Μόνος ἔχειν ἀθανασίαν λέγεται· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν λέγοντα Υἱόν· Ἐγώ εἰμι ἡ ζωή. Εἰ τοίνυν σύμπαν τὸ τοῦ Πατρὸς ἴδιον, τοῦτό ἐστιν ὁ Υἱὸς, ὅταν λέγηται ζωὴν ἔχειν ὁ Πατὴρ ἐν ἑαυτῷ, τὸν Υἱὸν σημαίνει, καὶ οὐχ ἕτερόν τι παρ' αὐτόν. Ὑπάρχων δὲ καὶ αὐτὸς ἐν Υἱῷ κατὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, καὶ ζωὴ κατὰ φύσιν ὢν, δέδωκεν ἑαυτὸν αὐτῷ. ΑΛΛΟ. Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, δέχεσθαι παρὰ τοῦ Πατρὸς ταύτην φησὶν, οὐχ ᾗ Λόγος ἐστὶν ἢ ἀπαύγασμα φυσικῶς ἔχει τὰ τοῦ Πατρὸς ἴδια, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος, ᾧ πάντα θεόσδοτα. Καταστήσει δὲ τοῦτο σαφὲς ἐν τοῖς ἐφεξῆς, τοῦ δεδόσθαι τὴν αἰτίαν ἐξηγούμενος. Ἐξουσίαν γὰρ, φησὶν, ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Εἰ δὲ ἐπειδήπερ Υἱὸς ἀνθρώπου ἐστὶ, τὴν ἐπὶ τῷ κρίνειν ἐξουσίαν εἰληφέναι λέγεται, τὸν αὐτὸν ἀνακυκλώσαντες λόγον ἐροῦμεν· Ἐπειδὴ Υἱὸς ἀνθρώπου γέγονε, τὴν ὁμοιότητα φορέσας τῶν παρὰ Θεοῦ δέχεσθαι τὰ πάντα πεφυκότων, καὶ ζωὴν εἰληφέναι λέγεται, μόνῃ καὶ γυμνῇ τῇ θείᾳ φύσει τηρῶν, καὶ τὸ μετοχῆς τινος ἀνεπίδεκτον καὶ τὸ δύνασθαι τοῖς πᾶσι τὰ πάντα χορηγεῖν

Logos 15 opening: Proverbs 8:22 — the Lord created me§logos-15-open

logos-15-openFifteenth discourse. On Proverbs 8:22, “The Lord created me a beginning of his ways.”

The Arian proof-text is met so that “created” does not make the Son a creature by nature.

Greek · §logos-15-open

ΛΟΓΟΣ ΙΕ. Εἰς τὸ ἐν ταῖς Παροιμίαις, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ὅτι τὸ, ἔκτισεν, οὐ κατὰ τῆς οὐσίας τοῦ Λόγου κεῖται· οὐδὲ κτίσμα ἢ ποίημα ὁ Υἱός. Οἱ τῆς Ἀρείου μανίας προστάται τὴν ἑαυτῶν ἀσέβειαν πιθανοῖς, ὡς οἴονται, καλλωπίζοντες ῥήμασι, λέγουσι· Κτίσμα ἐστὶν ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς ἒν τῶν κτισμάτων· ποίημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν γεννημάτων. Πρὸς ταῦτα λύσεις ἐφεξῆς διάφοροι. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, πῶς οὐχ ἓν τῶν ποιημάτων· καὶ εἰ ὅλως κτίσμα, πῶς οὐχ ἓν τῶν κτισμάτων; Ἔστι γὰρ τοῦτο φρονεῖν γελοιότατον. Εἰ γὰρ ὅλως κτίσμασιν ἢ ποιήμασιν οὐκ ἔστιν ἐναρίθμιος ὁ Υἱὸς, οὔτε κτίσμα ἂν εἴη οὔτε ποίημα. Εἰ δὲ ἐκτίσθη καθ' ὑμᾶς καὶ πεποίηται, πῶς οὐκ ἀναγκαίως ὡς ἓν ἔσται τῶν γενομένων; ΑΛΛΟ. Φασὶν ὅτι ποίημά ἐστιν ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων. Καὶ νομίζουσι μὲν, ἐξαίρετόν τινα διὰ τούτου προσάγειν αὐτῷ τὴν τιμὴν, ἐπειδήπερ ποίημα μὲν εἶναι, οὐ μὴν ὡς ἕν τι τῶν ποιημάτων ὁμολογοῦσιν αὐτόν. Ἀλλ' οὐδὲν ἐν τούτῳ τὸ ἐξαίρετον· ἀλλ' ἕν τι καὶ αὐτὸς τῶν ἄλλων φανεῖται. Ἕως γὰρ ἂν ἐπ' αὐτοῦ τὸ πεποιῆσθαι κρατῇ, καὶ εἶναι κτίσμα πιστεύηται, οὐδέν τι τῶν ἄλλων κατὰ τοῦτο διοίσει, κἂν διαλλάττῃ κατὰ τὴν φύσιν, ἢ κατά τινα τρόπον ἕτερον. Οὕτω γὰρ ἄν τις ἔχοντα βλέποι τὰ πεποιημένα παρὰ Θεοῦ συγκρίνων πρὸς ἄλληλα. Εὑρήσει γὰρ αὐτὰ καὶ ταῖς ὑπεροχαῖς νικῶντα πολλάκις τὰ ἕτερα, καὶ ταῖς φύσεσιν ἐξηλλαγμένα, ὡς δύνασθαί τινα λέγειν ἐφ' ἑκάστου τε ἐκείνων, ποίημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων. Ὁ ἥλιος τυχὸν ποίημα μὲν, οὐχ ὡς ἓν δὲ τῶν ποιημάτων· οὐ γὰρ ἔστιν ἕτερος ἥλιος. Ἡ σελήνη ὁμοίως, ὁ οὐρανὸς, οἱ ἀστέρες, ἡ γῆ· πάντα γὰρ ταῦτα ποιήματα, καὶ ἕκαστον αὐτῶν, οὐχ ὡς ἓν τῶν ποιημάτων. Μόνον γὰρ τὸ γενέσθαι κοινὸν ἔχει τὰ κτίσματα· τὸ δὲ σχῆμα καὶ τὴν φύσιν, ἕκαστον ἰδιάζουσαν. Οὐδὲν οὖν τὸ πλέον ἐν Υἱῷ πεποιῆσθαι λεγομένῳ, κἂν ἕτερόν τι μέγα καὶ ἐξαίρετον ὑπάρχῃ παρὰ τὰ ἄλλα ποιήματα. Τί γὰρ ὠφελήσει τὸν ἥλιον εἰς τὸ μὴ εἶναι ποίημα, τὸ πολὺ τῶν ἀστέρων ὑπερέχειν; Ὁ δὲ αὐτὸς οὗτος κρατήσει λόγος καὶ ἐπὶ τῶν ἐν οὐρανῷ λογικῶν δυνάμεων, αἷς πάλιν τὸ μὲν πεποιῆσθαι κοινόν ἐστιν. Ὁ δὲ τοῦ τί ἕκαστον εἴη λόγος, ἐξηλλαγμένος. ΑΛΛΟ.

Logos 15 rem early§logos-15-rem-early

logos-15-rem-earlyRem early: Proverbs lemma.

Greek · §logos-15-rem-early

Εἰ ποίημά ἐστι, καθ' ὑμᾶς, ὁ Υἱὸς, καὶ τοῦτο ὢν ἔχει τὸ δύνασθαι κτίζειν, διὰ τὸ μὴ ὡς ἓν ὑπάρχειν τῶν ἄλλων ποιημάτων, ἔστω ποιητικὰ καὶ τὰ ἕτερα κτίσματα, διὰ τὸ ποικίλην ἐν αὐτοῖς εἶναι τὴν φύσιν· καὶ ἕκαστον αὐτῶν εἶναι ποίημα μὲν, οὐχ ὡς ἓν δὲ τῶν ἄλλων. Εἷς γὰρ ὁ οὐρανὸς, ἥλιος εἷς, μία σελήνη, φύσις ἀστέρων μία, μία τε γῆ, εἷς ἄνθρωπος ὅσον εἰς οὐσίαν· καὶ τούτων οὐδὲν ἀλλήλοις ἐπικοινωνεῖ κατὰ τὸν τῆς φύσεως λόγον, εἰ καὶ πᾶσι τὸ πεποιῆσθαι κοινόν. Ἀλλ' οὐδὲν ἐν τοῖς κτίσμασι φαίνεται δημιουργοῦ, ἀλλὰ μᾶλλον προσκυνεῖ τὸν δημιουργὸν τοῦ Θεοῦ Λόγον, καὶ τοῦ ποιητοῦ τὴν δόξαν ἀναβοᾷ· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Καὶ καθάπερ ὁ Ἔσδρας φησί· Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν προσκυνεῖ, καὶ πάντα τὰ ἔργα αὐτὴν σείεται καὶ τρέμει. Ὁ δὲ Υἱὸς περὶ ἑαυτοῦ φησιν· Ἐγώ εἰμι ἡ ἀλήθεια. Οὐκ ἄρα ποίημά ἐστιν, οὐδὲ κτίσμα διὰ τοῦτο κτίζειν δυνάμενος, ὅτι μὴ ὡς ἕν ἐστι τῶν ποιημάτων, ἀλλ' ὅτι τῆς τοῦ Πατρὸς οὐσίας ἴδιον ὑπάρχων γέννημα, ὅλον τε ἐν ἑαυτῷ δεικνύων αὐτὸν, ἔχει καὶ τὸ δύνασθαι κτίζειν ὡς ὁ Πατήρ. ΑΛΛΟ. Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, προσκυνεῖται δὲ παρὰ τῶν ἄλλων κτισμάτων, διὰ τὸ ἕτερόν τι ὑπάρχειν παρ' αὐτὰ, καὶ εἶναι μὴ ὡς ἓν τῶν κτισμάτων, ἔδει κἀκεῖνα προσκυνεῖσθαι παρ' ἀλλήλων, διὰ τὸ ἐξηλλαγμένην ἔχειν τὴν φύσιν πρὸς ἄλληλα. Πολλὴ γὰρ ἐν τοῖς ποιήμασιν ἡ διαφορά· καὶ ἔστιν ἕκαστον ἰδεῖν ἐν ἰδιαζούσῃ φύσει

Logos 15 rem mid§logos-15-rem-mid

logos-15-rem-midRem mid: economy / incarnation readings where needed.

Greek · §logos-15-rem-mid

ονὼς δὲ σὰρξ, κατὰ τὴν Ἰωάννου φωνὴν, ἀρχὴ πάσης ὁδοῦ γέγονεν ἡμῖν ἀγαθῆς. Ὢν οὖν ὁ Λόγος ἀεὶ, καθὸ γέγονεν ἄνθρωπος, ἐκτίσθαι φησὶν ἑαυτὸν εἰς τὰ ἔργα τοῦ Πατρός. Ἐπιτηρήσεις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι ὅτε τὴν ἐκ Πατρὸς γέννησιν ἑαυτοῦ σημαίνει ὁ Υἱὸς, ἢ ἕτερός τις τῶν ἁγίων περὶ αὐτοῦ, οὐ προστί θησιν αἰτίαν. Οὐ γὰρ διατί Θεὸς ὑπάρχει, ἢ ἐκ τοῦ Πατρὸς ἐγεννήθη. Ὅτε δὲ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν αὐτοῦ σημαίνουσιν αἱ Γραφαὶ καὶ τὴν διὰ τῆς Παρθένου γέννησιν, εὐθὺς καὶ τὴν αἰ τίαν συνάπτουσιν, ἵνα μάθωμεν ὅτιπερ ὁ ὢν ἀεὶ τοῦ Θεοῦ Λόγος, διὰ τίνα χρείαν γέγονεν ἄνθρωπος, οὐκ ἀρχὴν τοῦ εἶναι τότε λαβὼν, ἀλλ' εἰς τὴν τοῦ δούλου μορφὴν ὅσον εἰς τὸ σχῆμα μεταποιούμενος, καὶ κατὰ τοῦτο πε ποιῆσθαί τε καὶ ἐκτίσθαι νοούμενος. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐκ ἔχει τὴν αἰτίαν· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, οὐκ ἔχει τὴν αἰτίαν· καὶ Θεὸς ἦν ὁ Λόγος, οὐκ ἔχει τὴν αἰτίαν. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἐγώ εἰμι τὸ φῶς. Ἐγώ εἰμι ἀλήθεια. Ὃς ὢνἀπαύγασμα καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· ταῦτα πάντα τοῦ Υἱοῦ τὴν οὐσίαν σημαίνοντα, τὴν αἰτίαν οὐκ ἔχει δι' ἣν ταῦτά ἐστιν. Ἐπὶ δὲ τῆς ἐνσάρκου γενέσεως, συμπεπλεγμένας ἡ Γραφὴ τὰς αἰτίας εἰσφέρει. Λέγει γοῦν αὐτὸς ὁ Σωτήρ· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Καὶ πάλιν· Ἐγὼ φῶς, εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ, ἐν τῇ

Logos 15 rem close CLOSEOUT§logos-15-rem-close

logos-15-rem-closeRem CLOSEOUT: Prov 8:22 does not unmake the Son. LOGOS XV CLOSEOUT.

Greek · §logos-15-rem-close

γνωσιν τοῦ πάντα εἰδότος Θεοῦ· ἵνα, καθάπερ ἤδη προείπομεν, ἀρχαιοτέραν ἔχωμεν τῆς κατά ρας τὴν εὐλογίαν, καὶ τῆς εἰς τὸν θάνατον καταδίκης, τὴν εἰς ζωὴν ὑπόσχεσιν, καὶ τῆς ἐκ τοῦ διαβόλου δουλείας, τῆς υἱοθεσίας τὴν ἐλευθερίαν. Ἀνατρέχει δὲ ἡ φύσις εἰς τὸ ἀρχαῖον, τὰ μεταξὺ συμβεβηκότα νικήσασα, διὰ τὴν χάριν τοῦ θεμελιώσαντος αὐτὴν ἐν ἀγαθοῖς ἐν Χριστῷ, καὶ πάλιν ἐκεῖνο γίνεται ὅπερ ἦν ἐν προγνώσει τοῦ Θεοῦ, ἐξ ἀγάπης προοριζομένη πρὸς πάντα τὰ κάλλιστα δι' Υἱοῦ. ΑΛΛΟ, ὡς ἐν ὑποδείγματι. Πῶς ἡμῖν προθεμελιοῦται ἡ τοῦ Θεοῦ σοφία πρὸ τοῦ αἰῶνος, ἀναγκαῖον ἰδεῖν. Ὥσπερ εἴ τις ἀρχιτέκτων σοφὸς οἴκου κατασκευῆς ἀρχόμενος, ἐννοήσας τε, κατὰ τὸ εἰκὸς, μή τι ἄρα καὶ πάθοι, προϊόντος τοῦ χρόνου, τῶν ὅσα πέφυκε γίνεσθαι περὶ τὰς τῶν οἰκοδομημάτων κατασκευὰς, θεμέλιον ἀῤῥαγῆ καταβάλλεται, καὶ ῥίζαν ὥσπερ ἀκλόνητον τοῖς ἔργοις ἐπινοεῖ, ἵν' εἴ τι καὶ πάθοι σωζομένην ἔχοντα τὴν ἀρχὴν, αὖθις ἐπ' αὐτῇ καὶ ἀναστῆναι δυνηθῇ· τὸν αὐτὸν δὴ τρόπον ὁ πάντων δημιουργὸς, τῆς ἡμετέρας σωτηρίας προεθεμελίωσε τὸν Χριστὸν, καὶ πρὸ τῆς τοῦ κόσμου κατασκευῆς, ἵν' ἐπειδήπερ συμβῇ πεσεῖν διὰ τὴν παράβασιν, αὖθις ἀνακτισθῶμεν ἐπ' αὐτῷ. Ὅσον μὲν οὖν εἰς βουλήν τε καὶ πρόθεσιν τοῦ Πατρὸς, καὶ πρὸ τοῦ αἰῶνος θεμελιοῦται Χριστός· τὸ δέ γε ἔργον οἰκείῳ γέγονε καιρῷ, οὕτως ἀπαιτούσης τῆς χρείας τοῦ πράγματος. Ἀνανεούμεθα γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.

Logos 16 opening: eternity of the Son; undivided from Father’s substance§logos-16-open

logos-16-openSixteenth discourse. On the Son’s eternity, and that he came forth undividedly from the Father’s substance.

No cut in the simple nature; generation without partition.

Greek · §logos-16-open

ΛΟΓΟΣ Ις ʹ. Περὶ ἀϊδιότητος Υἱοῦ, καὶ ὅτι ἀμερίστως προῆλθεν ἐκ τῆς οὐσίας τοῦ Πατρός. Ἀντίθεσις Ἀρειανῶν· πρὸς ἢν αἱ λύσεις ἐφεξῆς. Καὶ πῶς ἂν δύναιτο, φασὶν, ἀΐδιος εἶναι ὁ Υἱός; πῶς δὲ προελθὼν ἐκ Πατρὸς, οὐ πάντως αὐτοῦ καὶ μεμέρισται;Τὸ γὰρ ἔκ τινος προελθὸν, μέρος ἂν εἴη τῆς οὐσίας, ἀφ' ἧς καὶ προελήλυθε. Τὸ δὲ ἅπαξ ἀπομερισθὲν, οὐκ ἂν ὁλόκληρον εἶναι νοοῖτο. Ἐξ ὑποδείγματος ἡ λύσις. Τί οὖν ἄρα φήσουσι συμβαίνειν περὶ τὸν ἥλιον, ὅταν ἐκπέμπῃ τὸ ἴδιον ἀπαύγασμα; Τί δὲ περὶ τὸ πῦρ νομίζουσι γίνεσθαι, ὅταν ἐξ ἑαυτοῦ τὴν θερμασίαν ἐκπέμπῃ; Μερισμοὺς ἆρα καὶ ἀποκοπὰς ἐν ταῖς τοιαύταις οὐσίαις ὑπολαμβάνουσι γίνεσθαι; Καὶ μὴ λάμπει μὲν ὁ ἥλιος κατ' οὐδένα τρόπον ἐλαττούμενος; ∆ιέλοι δ' ἂν οὐδεὶς τοπικῶς τὸ ἀπαύγασμα ἀπ' αὐτοῦ. Ἀπὸ δέ γε τοῦ πυρὸς, οὐ μεμερισμένως ὁρῶμεν τὴν θερμασίαν ἐκτρέχουσαν, ἀλλ' ἔστι τῆς τοῦ πυρὸς οὐσίας καρπὸς ἀμερίστως ἐξ αὐτῆς προϊὼν, ὥσπερ καὶ τὸ ἀπαύγασμα τοῦ φωτός. Καὶ οὐκ ἂν εἴη τὸ φῶς ποτε χωρὶς ἀπαυγάσματος, οὐδὲ τὸ πῦρ χωρὶς τοῦ θερμαίνειν. Ἀεὶ γὰρ παραπέφυκε ταῖς τοιαύταις οὐ σίαις τὰ ἐξ αὐτῶν τικτόμενα. Οὕτω μοι νόει τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προερχόμενον, ἀϊδίως τε ὄντα ἐν αὐτῷ, καὶ ἐν ἰδίᾳ νοούμενον ὑποστάσει, καὶ κατ' οὐδένα τρόπον ἐλαττοῦντα τὴν τοῦ Πατρὸς οὐσίαν, ἢ αὐτὸν ταύτης ἀπομεριζόμενον· ἀλλ' εἶναί τε αὐτὸν ἐν Πατρὶ, καὶ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, ὡς καὶ ἀληθεύειν λέγοντα· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, αὐτόν τε ἐν τῷ Πατρὶ, καὶ ἐν αὐτῷ φαίνεσθαι τὸν Πατέρα, οὕτω τε δύνασθαι λέγειν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. ΑΛΛΟ. Οἱ λέγοντες ἀποκεκόφθαι τῆς τοῦ Πατρὸς οὐσίας τὸν Υἱὸν, διὰ τὸ ἐξ αὐτῆς προελθεῖν, καὶ εἶναι μέρος λοιπὸν οὐχ ὁλόκληρον, λεγέτωσαν ἀποκεκόφθαι καὶ τοῦ φωτὸς τὸ ἀπαύγασμα, καὶ τοῦ πυρὸς τὴν ἐξ αὐτοῦ προϊοῦσαν θερμασίαν, καὶ τοῦ νοῦ τὸν λόγον· καὶ δεικνύτωσαν ὅτι μέρη ταῦτα διῃρημένως ἐστὶ τῶν οὐσιῶν, ἐξ ὦν καὶ προέρχονται, ἢ ὅτι χωρὶς μὲν ἀπαυγάσματος ἦν ποτε τὸ φῶς, χωρὶς δὲ θερμασίας τὸ πῦρ, ἄλογος δὲ ὁ νοῦς. Καὶ τότε φανταζέσθωσαν τοιαῦτά τινα καὶ περὶ τὸν τοῦ Θεοῦ Λόγον.

Logos 16 rem early§logos-16-rem-early

logos-16-rem-earlyRem early: eternity.

Greek · §logos-16-rem-early

Εἰ δὲ ταῦτα σύνεστι μὲν ἀεὶ ταῖς οὐσίαις, ἀφ' ὧν καὶ προέρχονται, ἀμερίστως δὲ τοῦτο ποιοῦσι, καὶ οὐ κεχωρισμένως (οὐ γὰρ πάθη καὶ ἀποκοπὰς ἐμποιοῦσιν αὐταῖς), πῶς οὐ πάσης εἰσὶν ἀσεβείας ἐπέκεινα ταῦτα τῇ θείᾳ φύσει προσάπτοντες, ἃ μηδὲ περὶ τὴν τῶν γενητῶν φύσιν γενέσθαι δοίη τις ἂν, εἴ γε νοῦν ἔχοι καὶ φρονοίη καλῶς; ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Καὶ πῶς, φασὶ, δύναται ὁ Υἱὸς ἀΐδιος εἶναι μετὰ Πατρός; Καὶ γὰρ οἱ τῶν ἀνθρώπων υἱοὶ τίκτονται μετὰ τοὺς πατέρας, καὶ χρόνοις ὕστερον γίνονται πολλοῖς, οὐκ ὄντες πρὶν γεννηθῆναι. Πῶς δὲ πάλιν ὁ Υἱὸς Λόγος εἶναι δύναται, ἢ εἰκὼν τοῦ Θεοῦ; Καὶ γὰρ ὁ τῶν ἀνθρώπων λόγος οὔτε ἐνυπόστατός ἐστιν, οὔτε μετὰ τὸ ῥηθῆναι σώζεται· ἀλλ' εὐθὺς εἰς τὸ μὴ ὂν ἀναλύεται, σημήνας τὸ κατὰ διάνοιαν τῷ λαλοῦντι κείμενον, καὶ τὰ ἐν τῷ βάθει τῆς καρδίας φανεροποιήσας νοήματα. Πρὸς τοῦτο λύσις. Εἰ μὲν ὡς ἄνθρωπος οὕτως ἐστὶ καὶ Θεὸς, καὶ πλέον τῶν ἐν ἡμῖν οὐδὲν ἐν αὐτῷ, κρατείτω καὶ ἐπ' αὐτοῦ τὰ ἀνθρώπινα· καὶ προϋπαρχέτω τοῦ ἰδίου γεννήματος ὥσπερ καὶ ἡμεῖς· καὶ ἐκ τοῦ μὴ ὄντος ἔστω τὸ ἐξ αὐτοῦ προελθόν. Εἰ δὲ πολὺ τῶν ἡμετέρων τὸ Θεῖον ἀπῴκισται, καὶ οὐδὲν αὐτῷ κοινὸν πρὸς ἡμᾶς, ὅσον εἰς τὸν τῆς οὐσίας λόγον, πῶς αὐτὸ τοῖς ἀνθρωπίνοις καταδεσμοῦσι κακοῖς, καὶ ταῖς ἡμετέραις ἀνάγκαις ὑποτιθέντες οὐκ αἰσχύνονται; Ὅσῳ γὰρ ἂν τὴν ἀνθρώπου φύσιν ἐξάλληται, τοσοῦτον, οἶμαι, καὶ τῶν παρ' ἡμῖν ἐθῶν τε καὶ νόμων φυσικῶν ἔσται καὶ ἀμείνων. Οὐκοῦν φθαρτοὶ μ

Logos 16 rem mid§logos-16-rem-mid

logos-16-rem-midRem mid: undivided forthgoing.

Greek · §logos-16-rem-mid

ἔμφυτος καὶ ἐνυπάρχουσα τῷ Θεῷ δύναμις καὶ σοφία, ἀλλ' ἑτέρα μὲν ἐκείνη περὶ ἧς καὶ ὁ Παῦλός φησιν, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης· ἕτερος δὲ παρ' ἐκείνην ὁ Χριστὸς, καὶ ἕτεραι πολλαὶ σὺν αὐτῷ δυνάμεις τε καὶ σοφίαι καλούμεναι. Καὶ ἡ μὲν ἔμφυτος ὄντως καὶ ἀληθὴς τοῦ Θεοῦ δύναμις, ποιητικὴ τῶν ὅλων ἐστίν· αἱ δὲ γεγόνασι παρ' αὐτῆς, εἰ καί τις ἐξαίρετος τοῦ Θεοῦ δύναμις παρὰ τὰς ἄλλας ὑπάρχει Χριστὸς, εἰς τοῦτο γενομένη, ἵνα δυναμώσῃ τὰ δυνάμεως χρῄζοντα· ἵνα σοφώσῃ τὰ δεόμενα σοφισμοῦ, ἵνα δικαιώσῃ τὰ δικαιοσύνην οὐκ ἔχοντα. Ἔστιν οὖν, φησὶν, ἡ μὲν ἔμφυτος τοῦ Θεοῦ δύναμις ἄναρχός τε καὶ ἀγένητος, ἀϊδίως ἐν Πατρί. Γέγονε δὲ ὁ Χριστὸς ἐπὶ ταῖς εἰρημέναις αἰτίαις. Εἰ δὲ νομίζουσί τινες αὐτὸν εἶναι τὸν Χριστὸν τὴν ἔμφυτον τοῦ Θεοῦ δύναμιν διὰ τὸ γεγράφθαι παρὰ Παύλῳ· Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, τί ἄρα ἐροῦσιν ἀκούοντες τοῦ Θεοῦ λέγοντος περὶ τῆς κάμπης· Ἡ δύναμίς μου ἡ μεγάλη; Τί δὲ ποιήσουσι πολλὰς Θεοῦ δυνάμεις σημαίνοντος τοῦ Ψαλμῳδοῦ, δι' ὧν φησιν· Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ; Πρὸς ταῦτα λύσις. Εἰ διὰ τοῦτο γέγονεν ὁ Χριστὸς, ἵνα δικαιώσῃ τὰ δικαιοσύνης δεόμενα, ἵνα σοφώσῃ τὰ δεόμενα σοφισμοῦ, ἵνα δυναμώσῃ τὰ δυνάμεως χρῄζοντα, ἡμεῖς ἄρα αὐτῷ γεγόναμεν τοῦ εἶναι αἴτιοι, καὶ οὐδ' ἂν ἐγένετο καθ' ἡμᾶς, εἰ μὴ Θεὸς ἐβουλεύσατο δημιουργῆσαι τὰ γενητά. Καὶ εἰ τῆς ἡμῶν ἕνεκα χρείας ταῦτά ἐστιν, ὄργανον ἄρα τῆς ἡμῶν δημιουργίας ἐστὶν, οὐκ ἐξ ἑαυτοῦ τοι

Logos 16 rem close CLOSEOUT§logos-16-rem-close

logos-16-rem-closeRem CLOSEOUT: eternal undivided Son. LOGOS XVI CLOSEOUT.

Greek · §logos-16-rem-close

ἄκων, αἱρετικὲ, τὴν ἔμφυτον τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν, ἀγενήτως ἐνυπάρχειν αὐτῷ· ὅταν οὖν ἀκούσῃς ἀγένητον τὸν Υἱὸν, μὴ πάλιν λέγε· ∆ύο οὖν ἀγένητα. Αὐτὴν δὲ ταύτην τὴν ἐν Θεῷ σοφίαν καὶ δύναμιν ἀγενήτως τε καὶ ἀχρόνως ὑπάρχουσαν πιστεύομεν εἶναι τὸν Υἱὸν, ὃς καὶ πάντα δεδημιούργηκε, καὶ δι' ἡμᾶς γέγονε σὰρξ, κατὰ τὴν Ἰωάννου φωνήν. ΑΛΛΟ, ὡς ἐν ἐρωτήσεως σχήματι, ἀποδεικτικὴν ἔχον δύναμιν. ∆ιατί τὰ πάντα ὁ Πατὴρ ἐργάζεται δι' Υἱοῦ; ἢ διατί πάλιν ἐν τῷ ἁγίῳ βαπτίσματι καὶ ὁ Υἱὸς τῷ Πατρὶ συγκατονομάζεται; ∆ιατί δὲ γενητῆς ὑπάρχων φύσεως, καθ' ὑμᾶς, συναριθμεῖται τῷ κτίσαντι; Τίς δὲ χρεία τοῦ πεποιημένου εἰς τὴν τῶν πάντων τελείωσιν καὶ ἁγιασμόν; Πῶς δὲ βοηθὸν αὐτὸν ἐπικαλούμεθα; Καίτοι πολλὰ μὲν καὶ ἕτερα κτίσματα γεγονότα φαίνεται, ἀλλὰ τούτων οὐδὲν εἰς τὴν τῶν εἰρημένων χρείαν παραλαμβάνεται· μόνος δὲ ὁ Υἱὸς ἀεὶ συνυπάρχων τῷ Πατρί. Ποῖον γὰρ ἔχει λόγον, εἰ μὴ Θεὸς ὑπάρχοι καὶ αὐτὸς, εἰς κτίστην καὶ κτίσμα τὴν πίστιν κυρήττεσθαι; ∆ιατί δὲ καὶ δημιουργὸς ὀνομάζεται, εἰ μὴ τοῦτό ἐστι κατὰ φύσιν ὅπερ καὶ ὁ Πατήρ; Καὶ μὴν αὐτὸς ἔφησεν ὁ Υἱός· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Ἔχει δὲ ὁ Πατὴρ τὸ δύνασθαι δημιουργεῖν, τοῦτο καὶ ἐν Υἱῷ σώζεται. Ὁμοίως τὸ ἁγιάζειν, τὸ σώζειν, καὶ ὅσα πρέπει Θεῷ, πάντα δι' Υἱοῦ. Σύνεστι γὰρ ἀεὶ τῷ Πατρὶ, ὡς τῷ φωτὶ τὸ ἀπαύγασμα. Θεὸς ἄρα Υἱὸς, οὐ πεποιημένος, καθάπερ ἐκεῖνοι ψευδόμενοι λέγουσιν, ἀλλ' ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθὼν γνήσιον γέννημα.

Logos 17 opening: what is the Son’s by nature is not the creature’s§logos-17-open

logos-17-openSeventeenth discourse. That nothing belonging to the Son by nature belongs to the creature by nature; all of that is the Father’s own as well.

Creature gifts vs natural divine properties.

Greek · §logos-17-open

ΛΟΓΟΣ ΙΖʹ. Ὅτι τῶν προσόντων τῷ Υἱῷ, οὐδὲν τῇ κτίσει πρόσεστι φυσικῶς· πάντα δὲ ἐκ μετοχῆς ἢ καθ' ὁμοίωσιν τὴν πρὸς τὸν διδόντα φορεῖ· ὁ δὲ Υἱὸς οὐχ οὕτως. ∆ιόπερ ἕτερος παρ' αὐτήν. Εἰ δὲ τοῦτο, οὐκ ἄρα κτίσμα ἐστίν. Ἀπολογία αὐτολεξεί.Εἰ πᾶσα ἡ κτίσις ἐν ἀγνοίᾳ καθέστηκε τῇ περὶ τὸν Πατέρα, οὐδεὶς γὰρ οἶδε τίς ἐστιν ὁ Πατὴρ, οἶδε δὲ μόνος ὁ Υἱὸς, οὐκ ἄρα κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ μηδὲν τῶν γεγονότων ἐστὶ φύσει Θεὸς, φύσει δὲ Θεὸς ὁ Υἱὸς, οὐκ ἄρα τῶν γεγονότων ἐστίν. Ἦν δ' ἡμῶν καταγέλαστος ὁ πρότερος βίος, ὅτι μὴ οὖσι φύσει θεοῖς ἐδουλεύσαμεν, πολλῷ μᾶλλον νῦν ἐσμεν ἀθλιώτεροι, τῷ μὴ φύσει θεῷ προσάγοντες τὴν λατρείαν· φεῦγε τὸ ἄτοπον. ΑΛΛΟ. Εἰ πᾶν τὸ γενητὸν ἕτερόν ἐστι πάντη τοῦ ἀγενήτου κατὰ τὴν φύσιν, οὐ δύναται τῆς ἐκείνου δόξης ἰσομέτρως κοινωνεῖν. Τὴν γὰρ δόξαν μου, φησὶν ὁ Θεὸς, ἑτέρῳ οὐ δώσω. Εἰ δὲ κοινωνεῖ ὁ Υἱὸς ἐρχόμενος ἐν τῇ δόξῃ τοῦ Πατρὸς, οὐκ ἄρα κτίσμα ἐστὶν ὁ τὴν τοῦ ἀκτίστου δόξαν ἠμφιεσμένος. ΑΛΛΟ. Θεὸν ἀληθινὸν ἀποκαλοῦσιν αἱ θεῖαι Γραφαὶ τὸν Υἱὸν, καὶ οὕτω πιστεύομεν. Εἰ δὲ πᾶν τὸ γενόμενον πρόσφατόν ἐστιν ὡς πρὸς τὸ ἀγένητον· οὐχ ὅσιον δὲ εἶναι Θεὸν πρόσφατον ἐν ἡμῖν, οὐκ ἔσται ἄρα Θεὸς πρόσφατος ὁ Υἱὸς, ὅπερ ἐστὶ τὸ ἀγένητον. ΑΛΛΟ. Εἰ τὸ γενητὸν καθόλου ἕτερόν ἐστι τοῦ ἀγενήτου, οὐ δεῖ αὐτῷ προσκυνεῖν. Ἀπηγόρευσε γὰρ τοῦτο τὸ θεῖον λόγιον. Εἰ δὲ τῷ Υἱῷ προστασσόμεθα προσκυνεῖν, οὐκ ἔτι δὲ καὶ ἑτέρῳ Θεῷ, ὅπερ ἐστὶ τὸ γενητόν· οὐ γενητὸς ἄρα ὁ Υἱός. ΑΛΛΟ. Εἰ πᾶν τὸ γενόμενον δοῦλόν ἐστι τοῦ πεποιηκότος, ἀδυνάτως ἄρα ἔχει ἑτέρῳ τὴν ἐλευθερίαν ὀρέγειν, ἧς αὐτὸ οὐκ ἔτυχεν. Εἰ δὲ παρέχει ὁ Υἱὸς, οὐχ ὡς δοῦλος δηλονότι, Κύριος δὲ μᾶλλον καὶ Θεός. ΑΛΛΟ. Εἰ πᾶσα ἡ κτίσις ὑπὸ φύσιν οὖσα τῇ φύσει δουλεύει ὑφ' ἣν καὶ πεποίηται, ἐλεύθερον δὲ πάντη τὸ θεῖον καὶ κρεῖττον ἀνάγκης φυσικῆς, δῆλον ὡς οὐ δεδούλωται φύσει Θεός. Ἐπεὶ δὲ Θεὸς ὁ Υἱὸς, οὐκ ἔσται ἄρα ὑπὸ φύσιν, ὅπερ τῶν γεγονότων ἐστὶν οἰκεῖον. Ὁ δὲ τῆς πρὸς τὴν κτίσιν ὁμογενείας φυσικῶς ἀπῳκισμένος, πῶς οὐκ ἂν εἴη παρ' αὐτὴν ἑτεροφυής τε καὶ ξένος; ΑΛΛΟ. Εἰ μηδὲν τῶν ἐν τῇ κτίσει φυσικῶς ἀπηκρίβωται πρὸς τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὁμοιότητα, ὅμοιος δὲ ὁ Υἱὸς, ὡς τὸν ὁρῶντα αὐτὸν, τὸν Πατέρα ὁρᾷν, οὐκ ἄρα κτίσμα ὁ τὴν ἐκείνου ἀπηκριβωμένως φέρων ὁμοιότητα. ΑΛΛΟ. Εἰ πάντα τὰ κτίσματα δοῦλα τοῦ Θεοῦ, ἀλλ' οὐ κύρια τῆς δόξης, οὐκέτι δὲ ὁ Υἱός· τῆς γὰρ δόξης Κύριος· οὐκ ἄρα κτίσμα τυγχάνει. ΑΛΛΟ.

Logos 17 rem early§logos-17-rem-early

logos-17-rem-earlyRem early: divide nature from gift.

Greek · §logos-17-rem-early

Εἰ πᾶν τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθὲν, αὖθις ἐνδέχεται καὶ εἰς τὸ μὴ ὂν χωρῆσαι, οὐκ ἔστι δὲ τοῦτο ἐνδεχόμενον ἐπὶ τοῦ Υἱοῦ, εἴπερ ἀληθῶς ἐστι Θεὸς, οὐκ ἄρα ἐκ τοῦ μὴ ὄντος ὁ Υἱὸς, ἀλλ' ἐκ τοῦ ὄντως Πατρὸς γενητός. ΑΛΛΟ. Εἰ κτισμάτων ἴδιον τὸ δύνασθαι ἁμαρτάνειν, οὐκ ἔτι δὲ καὶ τοῦ Υἱοῦ, οὐκ ἄρα κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ μηδὲν τῶν γεγονότων ἀνεδείχθη ποτὲ ἐκ μὴ ὅντων ποιοῦν οὐσίας, ποιεῖ δὲ ὁ Υἱὸς, πῶς τῶν γεγονότων ἐστίν; ΑΛΛΟ. Εἰ πᾶν τὸ γενητὸν ὅμοιον ὡς πρὸς ἑαυτὸ κατὰ τὸν τοῦ πεποιῆσθαι λόγον, καὶ οὐδὲν οὐδενὸς διαφέρει καθὸ γέγονεν ἕκαστον· ἔστι δὲ γενητὸς καὶ ὁ Υἱὸς, οὐδενὸς ἄρα ἔσται διαφέρων ᾗ καὶ αὐτὸς γέγονεν. Εἰ δὲ πάντων τῶν γενητῶν κατὰ πάντα διαφέρει, δῆλον ὅτι καὶ κατὰ τὸν τῆς γενέσεως τρόπον, ὅπερ ἐστὶ τὸ μὴ γενέσθαι. Οὕτω γὰρ διοίσει τῶν γεγονότων. Εἰ δὲ τοῦτο, πῶς οὐ Θεός; ΑΛΛΟ. Εἰ πᾶσα ἡ κτίσις ἐν διαστήματι ἤτοι χρόνῳ γέγονεν, οὐδὲν δὲ τούτων προλαμβάνει τὴν Υἱοῦ γέννησιν, οὐκ ἄρα γέγονεν αὐτός. Εἰ δὲ προλαμβάνεται διαστήματι χρονικῷ τε καὶ γενητῷ, πῶς πάντων ἐστὶ δημιουργὸς, διαστήματι προλαμβανόμενος γενητῷ; Εἰ δ' ἀγένητον εἴη τοῦτο τὸ διάστημα, συνάμιλλον εὑρήσει Θεὸς τῆς ἑαυτοῦ ἀγενησίας τὸ διάστημα. Εἰ δὲ μήτε ῥοπὴ, μήτε διάστημα, μήτε ἄλλο τί ἐστι πρὸ τοῦ Υἱοῦ, πόθεν προϋπάρχειν λέγουσι τὸν Πατέρα, τοῦτο προϋπάρχειν σημαίνοντος οὐχ εὑρισκομένου; ΑΛΛΟ. Εἰ μηδὲν τῶν γενομένων λέλεκταί τε καὶ ἔστιν ἐπὶ πάντων Θεὸς, ἔστι δὲ ἐπὶ πάντων Θεὸς ὁ Υ

Logos 17 rem mid§logos-17-rem-mid

logos-17-rem-midRem mid: shared divine properties.

Greek · §logos-17-rem-mid

ἄρα ἔσται διαφέρων ᾗ καὶ αὐτὸς γέγονεν. Εἰ δὲ πάντων τῶν γενητῶν κατὰ πάντα διαφέρει, δῆλον ὅτι καὶ κατὰ τὸν τῆς γενέσεως τρόπον, ὅπερ ἐστὶ τὸ μὴ γενέσθαι. Οὕτω γὰρ διοίσει τῶν γεγονότων. Εἰ δὲ τοῦτο, πῶς οὐ Θεός; ΑΛΛΟ. Εἰ πᾶσα ἡ κτίσις ἐν διαστήματι ἤτοι χρόνῳ γέγονεν, οὐδὲν δὲ τούτων προλαμβάνει τὴν Υἱοῦ γέννησιν, οὐκ ἄρα γέγονεν αὐτός. Εἰ δὲ προλαμβάνεται διαστήματι χρονικῷ τε καὶ γενητῷ, πῶς πάντων ἐστὶ δημιουργὸς, διαστήματι προλαμβανόμενος γενητῷ; Εἰ δ' ἀγένητον εἴη τοῦτο τὸ διάστημα, συνάμιλλον εὑρήσει Θεὸς τῆς ἑαυτοῦ ἀγενησίας τὸ διάστημα. Εἰ δὲ μήτε ῥοπὴ, μήτε διάστημα, μήτε ἄλλο τί ἐστι πρὸ τοῦ Υἱοῦ, πόθεν προϋπάρχειν λέγουσι τὸν Πατέρα, τοῦτο προϋπάρχειν σημαίνοντος οὐχ εὑρισκομένου; ΑΛΛΟ. Εἰ μηδὲν τῶν γενομένων λέλεκταί τε καὶ ἔστιν ἐπὶ πάντων Θεὸς, ἔστι δὲ ἐπὶ πάντων Θεὸς ὁ Υἱὸς, οὐκ ἄρα τῶν γενομένων ἐστίν. Εἰ δὲ Θεὸς ἐπὶ πάντων ὑπάρχων ὁ Υἱὸς, καὶ γενητός ἐστιν, ἔστι δὲ ἐπὶ πάντων Θεὸς καὶ ὁ Πατὴρ, γενητὸς ἔσται κατ' αὐτοὺς, ὅπερ ἀσεβὲς ἐννοεῖν. ΑΛΛΟ. Εἰ μηδὲν τῶν γενομένων τὰ αὐτὰ δύναται ποιεῖν τῷ Θεῷ, πάντα δὲ ἃ ποιεῖ ὁ Πατὴρ, ὁμοίως καὶ ὁ Υἱὸς, οὐκ ἄρα τῶν γενομένων ἐστίν. ΑΛΛΟ. Εἰ πάντα τὰ γενητὰ ἐξ ἑτέρου τὸ εἶναι ἔχει, πολλῷ μᾶλλον τὸ λέγεσθαι αὐτοὺς θεούς. Εἰ δὲ μετοχῇ ἔχουσι τὸ εἶναι θεοὶ (οὐ φύσει δηλονότι θεοὶ τὰ γενητὰ), τοῖς δ' οὐ φύσει θεοῖς προσκυνεῖν ἀπαγορευτέον. Εἰ δὲ τούτοις μὲν ἀπαγορευτέον, οὐκέτι δὲ καὶ τῷ Υἱῷ, οὐχ ὡς μὴ φύσει ἄρα Θεῷ ὅπερ ἐ

Logos 17 rem close CLOSEOUT§logos-17-rem-close

logos-17-rem-closeRem CLOSEOUT: creature ≠ Son by nature. LOGOS XVII CLOSEOUT.

Greek · §logos-17-rem-close

ι πρὸ τοῦ Υἱοῦ, πόθεν προϋπάρχειν λέγουσι τὸν Πατέρα, τοῦτο προϋπάρχειν σημαίνοντος οὐχ εὑρισκομένου; ΑΛΛΟ. Εἰ μηδὲν τῶν γενομένων λέλεκταί τε καὶ ἔστιν ἐπὶ πάντων Θεὸς, ἔστι δὲ ἐπὶ πάντων Θεὸς ὁ Υἱὸς, οὐκ ἄρα τῶν γενομένων ἐστίν. Εἰ δὲ Θεὸς ἐπὶ πάντων ὑπάρχων ὁ Υἱὸς, καὶ γενητός ἐστιν, ἔστι δὲ ἐπὶ πάντων Θεὸς καὶ ὁ Πατὴρ, γενητὸς ἔσται κατ' αὐτοὺς, ὅπερ ἀσεβὲς ἐννοεῖν. ΑΛΛΟ. Εἰ μηδὲν τῶν γενομένων τὰ αὐτὰ δύναται ποιεῖν τῷ Θεῷ, πάντα δὲ ἃ ποιεῖ ὁ Πατὴρ, ὁμοίως καὶ ὁ Υἱὸς, οὐκ ἄρα τῶν γενομένων ἐστίν. ΑΛΛΟ. Εἰ πάντα τὰ γενητὰ ἐξ ἑτέρου τὸ εἶναι ἔχει, πολλῷ μᾶλλον τὸ λέγεσθαι αὐτοὺς θεούς. Εἰ δὲ μετοχῇ ἔχουσι τὸ εἶναι θεοὶ (οὐ φύσει δηλονότι θεοὶ τὰ γενητὰ), τοῖς δ' οὐ φύσει θεοῖς προσκυνεῖν ἀπαγορευτέον. Εἰ δὲ τούτοις μὲν ἀπαγορευτέον, οὐκέτι δὲ καὶ τῷ Υἱῷ, οὐχ ὡς μὴ φύσει ἄρα Θεῷ ὅπερ ἐστὶ τὰ γεννητά. ΑΛΛΟ. Εἰ τὸν ἐκ μὴ ὄντων ὑφιστῶντα οὐσίας ἐνεδέχετο ὑφ' ἑτέρου γενέσθαι, ποιεῖ δὲ ἐκ μὴ ὄντων ὁ Πατὴρ, ἐνδέχεται ἄρα αὐτὸν, κατ' αὐτοὺς, ἐκ μὴ ὄντων γεγονέναι. Εἰ δὲ ἀπρεπὲς καὶ ἀδύνατον ἑτέρων φύσεων δημιουργὸν ἐννοεῖν ὑφ' ἑτέρας ἐκτίσθαι φύσεως, ἀτοπώτερον ἄρα, τὸν ἁπάσης φύσεως αὐτουργὸν ὑφ' ἑτέρας δημιουργεῖσθαι φύσεως ὑπολαμβάνειν. Καὶ γὰρ ἂν τὸ ποιοῦν ἐγίνετο καὶ τὸ γινόμενον ἐποίει, εἴπερ ὁ Υἱὸς γινόμενος ἐποίει, κατ' ἐκείνους, ὅπερ ἐστὶν ἀτοπώτατον· εἴ γε μόνῃ προσήκει τηρεῖσθαι τῇ θείᾳ φύσει τὰ αὐτῆς ἐξαίρετα, ὧν ἓν καὶ πρῶτον ὑπάρχει τὸ ἐκ μὴ ὄντων δύνασθαι δημιουργεῖν.

Logos 18 opening: creature ≠ offspring; making ≠ begetting§logos-18-open

logos-18-openEighteenth discourse. That creature and offspring are not the same, nor making the same as begetting in God.

Begetting is not a species of crafting.

Greek · §logos-18-open

ΛΟΓΟΣ ΙΗʹ. Ὅτι μὴ ταυτὸν κτίσμα καὶ γέννημα, μηδὲ τῷ κτίζειν τὸ γεννᾷν ἐπὶ Θεοῦ· καὶ ἄλλα διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς ἔχοντα τὸ συμπέ ρασμα. Ἀπολογία αὐτολεξεί. Εἰ τὸ γέννημα τῷ κτίσματι ταυτὸν ἦν παρὰ Θεῷ, οὐκ ἂν ἐπὶ τὸν Μονογενῆ ἐφέρετο φωνή· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· ἅτε δὴ καὶ τῶν ἀψύχων κατὰ φύσιν υἱῶν ὄντων Θεοῦ, εἴπερ τὸ κτίσμα ταυτὸν τῷ γεννήματι τυγχάνει. ΑΛΛΟ. Εἰ ὥσπερ τὸ κτίσμα κυρίως λέγεται ἐφ' ἡμῶν, οὕτως καὶ τὸ γέννημα, ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ Υἱοῦ, οὐδὲν ἡμῶν ἕξει πλέον εἰς ὑπεροχὴν κτίσμα καὶ γέννημα κυρίως ὤν. ΑΛΛΟ. Εἰ τὸ γέννημα καὶ τὸ κτίσμα ταυτὸν τυγχάνει, ἔστι δὲ κτίσμα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, κατ' αὐτοὺς, δῆλον ὅτι καὶ γέννημα. Εἰ δὲ καὶ τὸ Πνεῦμα γέννημα, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ γέννημα, καὶ τὰ πάντα γεννήματα, πῶς μονογενὴς ὁ Υἱὸς ὁ μετὰ πολλῶν ἀδελφῶν εἰσαγόμενος; ΑΛΛΟ. Εἰ, εἴ τι κτίσμα Θεοῦ, τοῦτο καὶ γέννημα, οὐδὲν τῶν γεγονότων λείπεται τῆς υἱοθεσίας. Εἰ δὲ τοῦτο, μάτην ἡμῖν υἱοθεσίαν ἐπηγγείλατο ὁ Θεὸς, ἅτε δὴ καὶ τῶν ἀψύχως ἐχόντων τοῦτο κατὰ φύσιν, εἴπερ, εἴ τι κτίσμα, τοῦτο καὶ γέννημα κυρίως ἐστίν. ΑΛΛΟ. Εἰ τὸ γέννημα καὶ τὸ κτίσμα ταυτόν ἐστιν, ἔστι δὲ τὸ γενόμενον Θεοῦ κτίσμα φύσει, κτίσμα Θεοῦ δηλονότι καὶ φύσει γέννημα Θεοῦ τὸ αὐτό. Εἰ δὲ τὸ φύσει, ἀλλ' οὐ θέσει γεννώμενον, ὁμοούσιον τῷ Θεῷ, πᾶν τὸ γενόμενον εὑρεθήσεται φύσει, εἴπερ τὸ κτίσμα φύσει καὶ γέννημα τυγχάνει, καὶ οὐ μετοχῇ. ΑΛΛΟ. Εἰ τὸ κτίσμα τοῦτο καὶ γέννημα κυρίως ἦν, πολλῷ μᾶλλον ὑπὲρ τὰ ἄλλα ἦσαν οἱ ἄγγελοι κυρίως υἱοί. Εἰ δὲ τὰ πολλῷ κρείττονα μέτρῳ κυρίως οὐκ εἰσὶν υἱοὶ (οὐδενὶ γάρ ποτε τῶν ἀγγέλων εἶπεν· Υἱός μου εἶ σὺ), οὐκ ἔσται ἄρα τὸ κτίσμα τοῦτο καὶ γέννημα κυρίως. ΑΛΛΟ. Εἰ κτίσμα καὶ γέννημα ταυτόν ἐστιν, ὁ κτίζων ἔσται καὶ Πατήρ. Εἰ δὲ κτίζει ὁ Υἱὸς, ἔσται ὁ αὐτὸς καὶ Πατήρ. Εἰ δὲ τοῦτο, ἔσται Πατρὸς Πατὴρ ὁ ἀγένητος, οὐδὲν πλέον ἔχων τῆς καθ' ἡμᾶς πραγματείας ἐν τῇ ἑαυτοῦ θεογονίᾳ, εἴπερ τὸ γέννημα τοῦτο ὃ καὶ κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ τὸ κτίσμα ἐστὶν ἀληθῶς καὶ γέννημα, καθάπερ ὁ Υἱὸς, ἔσται τῶν πάντων ἀδελφὸς ὁ Υἱὸς, οὐ μὴν Κύριος ὁ Θεός. Εἰ δὲ ἔστι Κύριος καὶ Θεὸς, οὐκ ἄρα ἀδελφός. Εἰ τοίνυν τῷ Υἱῷ ὄντι μονογενεῖ οὐδὲν τῶν ὄντων ἐστὶν ἀδελφὸν, οὐδὲ γεννήματα κυρίως εἰσὶ τὰ λοιπὰ, εἰσὶ δὲ κτίσματα κυρίως· πῶς ἄρα ταυτὸν κτίσμα καὶ γέννημα; ΑΛΛΟ. Εἰ τὸ ποίημα ἔσται καὶ γέννημα, ὁ ποιῶν ἔσται καὶ γεννήτωρ. Καὶ προάγων μὲν τὸ πᾶν ἐξ ἑαυτοῦ ὡς γεννήτωρ, ἔξωθεν δὲ τὸ αὐτὸ ποιῶν ὡς δημιουργός.

Logos 18 rem early§logos-18-rem-early

logos-18-rem-earlyRem early: vocabulary fork.

Greek · §logos-18-rem-early

Εἰ δὲ ἔξωθεν τοῦτο ποιεῖ ὃ καὶ τίκτειν ἐξ ἑαυτοῦ δύναται, ἑνὸς ὄντος ἤδη τοῦ ἐπ' ἀμφοῖν τρόπου, πῶς τὸ ἐν ἑνὶ πράγματι συναχθὲν, δύο πραγμάτων ἂν ἔχοι προσηγορίας, εἰ μὴ ἄρα θατέρα αὐτῶν εἴη διεψευσμένη; ΑΛΛΟ. Εἰ τὸ κτίσμα τοῦτο καὶ γέννημα, κτίσμα δὲ, ὥς φασι, τὸ Πνεῦμα, δῆλον ὅτι καὶ γέννημα. Ἀλλ' εἰ μὲν Πατρὸς, οὐκέτι μονογενὴς ὁ Υἱός. Εἰ δὲ Υἱοῦ, ἔσται Υἱὸς Υἱοῦ, εἴπερ τὸ κτίσμα τοῦτο καὶ γέννημα τυγχάνει. Ὅτι μὴ τῷ κτίζειν τὸ γεννᾷν ταυτόν ἐστιν ἐπὶ Θεοῦ. Εἰ τὸ γεννᾷν καὶ τὸ ποιεῖν ταυτόν ἐστι παρὰ Θεῷ, γεννᾷ δὲ τὸν Υἱὸν ἀμεσιτεύτως, δῆλον ὅτι καὶ πάντα γεννᾷ ἢ ποιεῖ ἀμεσιτεύτως. Εἰ δὲ γεννᾷ μὲν οὐ διά τινος, οὐκέτι δὲ καὶ τὰ πάντα ποιεῖ ἀμεσιτεύτως, πῶς τὸ γεννᾷν ταυτόν ἐστι τῷ ποιεῖν παρὰ Θεῷ; Ποιεῖ δὲ σεισμὸν, λοιμὸν, κατακλυσμὸν, ταῦτα ἔσται γεννῶν ἃ ποιεῖ, εἴπερ τῷ ποιεῖν τὸ γεννᾷν ταυτόν ἐστι παρ' αὐτῷ. ΑΛΛΟ. Εἰ ὅθεν γεννᾷ Θεὸς, ἐκεῖθεν καὶ κτίζει, οὐδὲν ἀράχνου διοίσει, κατ' αὐτοὺς, τοῦ τὸ κτίζειν παρὰ τὸ γεννᾷν οὐκ ἄλλως ἔχοντος. Ἀλλ' οὗτος μὲν νόμῳ φύσεως ἀγόμενος, ὅθεν γεννᾷ, ἐκεῖθεν καὶ κτίζει. Θεὸς δὲ, οὐκ ὢν ὑπὸ φύσιν, ὡς ἀνάγκῃ φύσεως ὑποκείμενος παρ' αὐτῶν ἀτιμάζεται. ΑΛΛΟ. Εἰ ἐπεὶ ἀσύνθετον τὸ Θεῖον, ὡσαύτως ἕχει τῷ γεν νᾷν τὸ ποιεῖν, ὡσαύτως ἕξει καὶ τὸ προγινώσκειν τῷ ποιεῖν, ἵνα καὶ ταύτῃ ᾖ ἀσύνθετον. Εἰ δὲ τοῦτο, ἔσται ποιῶν ἃ προγινώσκει κακὰ, εἴπερ ταυτὸν ταῦτα παρ' αὐτῷ, ὅτι δὴ καὶ ἀσύνθετον. ΑΛΛΟ. Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν ὡσαύτως ἔχει Θεὸς, ἐπει

Logos 18 rem mid§logos-18-rem-mid

logos-18-rem-midRem mid: God begets as God.

Greek · §logos-18-rem-mid

' οὗτος μὲν νόμῳ φύσεως ἀγόμενος, ὅθεν γεννᾷ, ἐκεῖθεν καὶ κτίζει. Θεὸς δὲ, οὐκ ὢν ὑπὸ φύσιν, ὡς ἀνάγκῃ φύσεως ὑποκείμενος παρ' αὐτῶν ἀτιμάζεται. ΑΛΛΟ. Εἰ ἐπεὶ ἀσύνθετον τὸ Θεῖον, ὡσαύτως ἕχει τῷ γεν νᾷν τὸ ποιεῖν, ὡσαύτως ἕξει καὶ τὸ προγινώσκειν τῷ ποιεῖν, ἵνα καὶ ταύτῃ ᾖ ἀσύνθετον. Εἰ δὲ τοῦτο, ἔσται ποιῶν ἃ προγινώσκει κακὰ, εἴπερ ταυτὸν ταῦτα παρ' αὐτῷ, ὅτι δὴ καὶ ἀσύνθετον. ΑΛΛΟ. Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν ὡσαύτως ἔχει Θεὸς, ἐπειδὴ ἀσύνθετος, καὶ τὸ ὁρᾷν τῷ γεννᾷν ταυτὸν ἂν εἴη παρ' αὐτῷ, ἵνα πάντη ἐν αὐτῷ τὸ ἀσύνθετον ᾖ. Εἰ δὲ μὴ ὄντα παρ' αὐτῷ ταῦτα ἀδιάφορα (οὐ γὰρ ὅπερ ὁρᾷ, τοῦτο πάντως καὶ τίκτει), τὸ ἁπλοῦν αὐτοῦ οὐ λυμαίνεται, οὐδὲ τὸ γεννᾷν δηλονότι αὐτὸν ἑτέρως καὶ κτίζειν ἄλλως, στέρησιν αὐτῷ τοῦ ἀσυνθέτου ἐργάζεται. ΑΛΛΟ. Εἰ παρ' οἷς τοῦ γεννᾷν τὸ κτίζειν ἕτερον, παρὰ τούτοις τὸ ἐξ ἑαυτῶν γεννᾷν, ἔξωθεν δὲ κτίζειν ὑπάρχει, παρ' ᾧ δὲ τὸ γεννᾷν τῷ κτίζειν ταυτὸν, τὸ ἔξωθεν κτίζειν οὐχ ὑπάρχει, ὡς οὐδὲ τὸ οἴκοθεν γεννᾷν. Εἰ δὲ τὸ ἔξωθεν μόνον αὐτῷ συγχωροῦσιν, ὅ ἐστι μὲν ποιεῖν, γεννᾷν δὲ οὐ θέλουσι, θέσει ἔσται πατὴρ ὁ κατὰ φύσιν δημιουργός. ΑΛΛΟ. Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν παρὰ Θεῷ, ἐπειδὴ ἀσύνθετος, ταυτόν ἐστιν, οὐκέτι δὲ καὶ παρ' ἡμῖν, ἐπεὶ μὴ τοιοῦτοι, ἔσται ταυτὸν παρ' αὐτῷ τὸ προνοεῖν τῷ γεννᾷν. Οὐ γὰρ ταυτὸ τοῦτο παρ' ἡμῖν, ὅτι σύνθετοι· εἰ δὲ τὸ ἁπλοῦν αὐτοῦ καὶ ἀσύνθετον τὴν παρ' ἡμῖν διαφορὰν οὐκ ἀλλοίαν εἶναι παρ' αὐτῷ ἐξεβιάσατο; οὐδὲ τὸ γεννᾷν αὐτὸ

Logos 18 rem close CLOSEOUT§logos-18-rem-close

logos-18-rem-closeRem CLOSEOUT: making ≠ begetting. LOGOS XVIII CLOSEOUT.

Greek · §logos-18-rem-close

εν μόνον αὐτῷ συγχωροῦσιν, ὅ ἐστι μὲν ποιεῖν, γεννᾷν δὲ οὐ θέλουσι, θέσει ἔσται πατὴρ ὁ κατὰ φύσιν δημιουργός. ΑΛΛΟ. Εἰ τὸ γεννᾷν καὶ τὸ κτίζειν παρὰ Θεῷ, ἐπειδὴ ἀσύνθετος, ταυτόν ἐστιν, οὐκέτι δὲ καὶ παρ' ἡμῖν, ἐπεὶ μὴ τοιοῦτοι, ἔσται ταυτὸν παρ' αὐτῷ τὸ προνοεῖν τῷ γεννᾷν. Οὐ γὰρ ταυτὸ τοῦτο παρ' ἡμῖν, ὅτι σύνθετοι· εἰ δὲ τὸ ἁπλοῦν αὐτοῦ καὶ ἀσύνθετον τὴν παρ' ἡμῖν διαφορὰν οὐκ ἀλλοίαν εἶναι παρ' αὐτῷ ἐξεβιάσατο; οὐδὲ τὸ γεννᾷν αὐτὸν ἄλλως, καὶ κτίζειν ἑτέρως, στέρησιν αὐτῷ τοῦ ἀσυνθέτου ἐργάζεται. ΑΛΛΟ. Εἰ τῷ γεννᾷν ταυτόν ἐστι τὸ ποιεῖν, ὁ γεννῶν ἔσται ποιῶν τὸ γεννώμενον, καὶ γεννῶν τὸ ποιούμενον. Ἀλλὰ τὸ μὲν ποιεῖν, ἐνεργείας ἐστὶ, φύσεως δὲ τὸ γεννᾷν. Φύσις δὲ καὶ ἐνέργεια οὐ ταυτόν· οὐκ ἄρα τῶ γεννᾷν τὸ ποιεῖν ταυτὸν ἔσται. ΑΛΛΟ. Εἰ τῷ ποιεῖν δημιουργός τίς ἐστι, τῷ δὲ γεννᾷν πατὴρ, οὐκ ἂν εἴη ταυτὸν τὸ ποιεῖν τῷ γεννᾷν, εἴπερ ἕτερον μὲν ἔστι πατὴρ, δημιουργὸς δὲ ὁμοίως ἕτερον. Εἰ δὲ τῷ ποιεῖν ταυτόν ἐστι τὸ γεννᾷν, ὁ ποιῶν ἔσται καὶ πατήρ. Εἰ δὲ ἔστι ποιητὴς ὁ υἱὸς ἅμα τῷ πατρὶ, ὁ δὲ ποιῶν ἔστι καὶ πατὴρ, ἔσται καὶ αὐτὸς πατὴρ, ὅπερ ἄτοπον. ΑΛΛΟ. Εἰ ταυτόν ἐστι πατὴρ καὶ δημιουργὸς, ἐπεὶ καὶ τῷ γεννᾷν τὸ ποιεῖν ταυτὸν, ἔστι δὲ ἐνεργείας ὄνομα ὁ δημιουργὸς, καὶ τὸ πατὴρ εἰκότως ἐνεργείας, ἀλλ' οὐ σχέσεως ἂν εἴη· εἰ δὲ καὶ τοῦτο κἀκεῖνο ἐνεργείας ἐστὶ, κατὰ τὸν αὐτὸν χρόνον ἔσται γεννῶν καὶ ποιῶν ὁ Θεὸς, τῆς ἐνεργείας καὶ ἐν τῷ γεννᾷν καὶ ἐν τῷ κτίζειν οὐκ ἄλλως ἐχούσης.

Logos 19 opening: true Word of the Father§logos-19-open

logos-19-openNineteenth discourse. Against those who say the Son is not the Father’s true Word.

Word is not a uttered sound that began; he is the living Word proper to God.

Greek · §logos-19-open

ΛΟΓΟΣ ΙΘ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Υἱὸς οὐκ ἔστιν ἀληθι νὸς Λόγος τοῦ Πατρὸς, ἀλλ' ἕτερός ἐστι παρ' αὐτὸν τῇ φύσει καὶ ξένος, τὸ δὲ ἐντεῦθεν συν αγόμενον, ὅτι καὶ ὁμοούσιος τῷ Πατρὶ, καὶ οὐκ ἔξωθεν, ἀλλ' ἐκ τῆς οὐσίας ἐστὶν αὐτοῦ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ Λόγος, φησὶν, ὁ Υἱός ἐστιν, ὁμοούσιον δὲ εἶναί φατε τῷ Πατρὶ, μὴ διαλλαττέτω κατά τι γοῦν ὡς πρὸς αὐτόν· οὕτω γὰρ ἂν εἴη καὶ ὁμοούσιος. Εἰ δὲ τοῦτο, καλείσθω καὶ ἔστω Λόγος καὶ ὁ Πατήρ. Ἀλλ' οὐ παραδέξεται τοῦτο τῆς θείας Γραφῆς ὁ σκοπὸς, καὶ τῶν ἁγίων ἀποστόλων τὸ κήρυγμα. Πατέρα γὰρ οἶδε τὸν Πατέρα καὶ οὐχ Υἱόν· καὶ πάλιν τὸν Υἱὸν ἐν μόνῃ τῇ τοῦ Υἱοῦ προσηγορίᾳ τηρεῖ, οὐκ ἐῶσα καλεῖσθαι οὐδὲ εἶναι Πατέρα· ἕτερος ἄρα παρ' αὐτόν ἐστι καὶ διεστηκὼς κατὰ τὴν οὐσίαν. Οὐκοῦν οὐδὲ Λόγος ἀληθινὸς, οὐδὲ ἐξ αὐτοῦ προελθὼν ὁ φύσει μεμερισμένος. Πρὸς τοῦτο λύσις. Καὶ ποῦ τὸν Ἰωάννην, ὦ βέλτιστε, θήσεις, Λόγον ἀποκαλοῦντα τὸν Υἱὸν, καὶ ταύτην αὐτῷ κυριωτάτην ἀνατιθέντα τὴν ἐπωνυμίαν καὶ τῆς οὐσίας αὐτοῦ μάλιστα σημαντικήν; Φάσκει γάρ· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ὁρᾷς ὅπως τῆς οὐσίας τοῦ Υἱοῦ παραστατικόν ἐστι τοὔνομα, καὶ τὸ καλεῖσθαι Λόγον, ὅπερ ἐστὶ κατὰ φύσιν σημαίνει. Θεὸς γὰρ ἦν ὁ Λόγος, φησίν. Εἰ δὲ μὴ φύσεως εἴη καὶ τῆς οὐσίας δηλωτικὸν ἐπὶ τοῦ Υἱοῦ τὸ Λόγος ὄνομα, σημαίνει τι πάντως ἕτερον. Καὶ γὰρ ζητεῖν ἀναγκαῖον, τί κατὰ φύσιν ὢν ὁ Υἱὸς, ἐκλήθη Λόγος, εἰ μὴ τὴν οὐσίαν αὐτοῦ σημαίνει τοὔνομα. Οἷον τέκτονά τις εἰπὼν, ἢ λιθοξόον, ἢ ταχυγράφον, οὐ τί ἐστι κατὰ φύσιν σημαινόμενον ὁρίζεται, ἀλλ' οἷον ἔχει τὸ ἐπιτήδευμα μηνύει. Εἰ τοίνυν οὐ τὴν οὐσίαν τοῦ Υἱοῦ σημαίνει τοὔνομα, καὶ τὸ καλεῖσθαι Λόγον, οὐ τί ἐστιν κατὰ φύσιν παρίστησιν αὐτὸν, ἀλλὰ φέρε εἰπεῖν οἷον ἔχει τὸ ἐπιτήδευμα, τί μάτην τὸν εὐαγγελιστὴν θαυμάζομεν; Πῶς δὲ ὁ υἱὸς ἐκλήθη βροντῆς ὡς μέγα τι λαλήσας καὶ ὑπέρογκον; Καίτοι πολλοῖς ἑτέροις ὀνόμασιν ἀποκαλούσης τὸν Υἱὸν τῆς θείας Γραφῆς, ἀλλὰ Λόγον εἰρηκὼς, παράδοξόν τι καὶ ὑπερφυὲς ἐφθέγξατο· καὶ οὐδὲν ἕτερον ἐπ' αὐτῷ προστέθεικεν, οἷον ἐπὶ τοῦ Παύλου φαίνεται, τὸ, Παῦλος ἀπόστολος. Ἠρκέσθη δὲ τῷ εἰπεῖν, Λόγον, εἰς τὸ παραστῆσαι τοῦ Υἱοῦ τὴν οὐσίαν. Αὐτὸς ἄρα ἐστὶν ὁ ἀληθινὸς Λόγος τοῦ Πατρὸς, καὶ οὐχ ἕτερός τις παρ' ἐκεῖνον. ΑΛΛΟ.

Logos 19 rem early§logos-19-rem-early

logos-19-rem-earlyRem early: true Word.

Greek · §logos-19-rem-early

Εἰ διὰ ταύτην ὑπειλήφασι τὴν αἰτίαν οἱ χριστομάχοι μὴ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, ἐπεὶ μήτε ὁ Πατὴρ Λόγος ἐστὶ, μήτε ὁ Λόγος Πατὴρ, καὶ τὴν ἑνότητα τῆς φύσεως τῷ διαφόρῳ τῶν ὀνομάτων δια τέμνειν δύνασθαι πεπιστεύκασι, λεγέτωσαν ἡμῖν πῶς ὁ προπάτωρ Ἀδὰμ ὁμοούσιος ἔσται πρὸς τὸν ἐξ αὐτοῦ γεγονότα, οὔτε αὐτὸς Ἄβελ εἶναι δυνάμενος, οὔτε μὴν τοῦ Ἄβελ ἐσομένου ποτὲ Ἀδάμ. Ἀλλ' οὐκ ἐκβάλλει τῆς οὐσίας τὴν ταυτότητα, ἡ τῶν ὀνομάτων διαφορά. Καὶ τοῦτο ἐπὶ γενητῆς καὶ κτιστῆς οὐσίας. Πῶς οὖν οὐκ ἀσεβὲς ἐπὶ τῆς ἀγενήτου φύσεως ἐκεῖνο δοξάζειν, πάντα ὑπερκειμένης τὰ γενητά; Ὡς οὖν εἴπερ ἦν ἑτεροούσιος, οὐκ ἂν ἦν Λόγος ἀληθινὸς, οὕτως ἐπειδήπερ ὁμοούσιος, ἀληθινὸς ἂν εἴη Λόγος. ΑΛΛΟ. Σημαντικὰ μὲν τὰ ὀνόματα τῶν οὐσιῶν ἐστι, τὰ πρῶτα δὴ μάλιστα καὶ τὰ κυριώτατα· ἀλλὰ πολλὴν ἄν τις ἐν τούτοις ἴδοι τὴν διαφοράν. Τὰ μὲν γὰρ καθολικώτερον τὰ ὄντα σημαίνει, καὶ γενικὴν ποιεῖται τὴν δήλωσιν· τὰ δὲ εἰς τὸ καθ' ἓν τὰ καθόλου σημαινόμενα διατέμνοντα, πολλὰ τὰ ὄντα φαίνεσθαι ποιεῖ. Οἷον φέρε εἰπεῖν, τὸ ἄνθρωπος ὄνομα ἁπλῶς τε καὶ ἀπολελυμένως λεγόμενον, σύμπαν σημαίνει τὸ ἀνθρώπειον γένος, ἢ τὴν οὐσίαν αὐτήν· τὸ δὲ Παῦλος τυχὸν ἢ Πέτρος, Ἰάκωβος ἢ Κηφᾶς, εἰς τὸ καθ' ἕνα σχίζον τὴν ἀνθρωπότητα, πολλοὺς εἶναι τοὺς ἀνθρώπους ποιεῖ. Οὐκοῦν ἡ τῶν ὀνομάτων διαφορὰ λαμβάνεται μὲν ἐπὶ τῶν ὁμοουσίων, οὐ μὴν ἐκβάλλει τῆς πρὸς ἄλληλα φυσικῆς ἐμφερείας τὰ τοῖς αὐτοῖς εἴδεσιν ὑποπίπτοντα. Ὅταν οὖν ὁ μὲν Πα

Logos 19 rem mid§logos-19-rem-mid

logos-19-rem-midRem mid: not a vocal accident.

Greek · §logos-19-rem-mid

, σύνθετος δὲ μᾶλλον καὶ ἐκ δύο συγκείμενος. Ἔστι δὲ ἁπλοῦς κατὰ φύσιν ὁ Θεὸς, καὶ οὐδὲν ἐν αὐτῷ σύνθετον. Εἶς ἄρα Λόγος ἐν αὐτῷ φυσικός τε καὶ ἐνδιάθετος ὁ Υἱός. ΑΛΛΟ. Εἰ, καθάπερ οἱ χριστομάχοι τολμῶσι λέγειν, ἕτερος ὢν παρὰ τὸν ἐνυπάρχοντα φύσει Θεὸν Λόγος ὁ διὰ τῶν Εὐαγγελίων ἡμῖν κηρυττόμενος, οὐκ οἶδε τὰ κεκρυμμένα τοῦ Πατρὸς, μανθάνει δὲ ὅτε πρὸς αὐτὸν διαλέγεται· ἐξ ἀγνωσίας ἄρα εἰς γνῶσιν ἔρχεται, καὶ ἐξ ἀνοίας εἰς νόησιν. Καὶ πῶς ἀληθεύσει λέγων· Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν. Πῶς δὲ ἀπαράλλακτος εἰκὼν ἔσται τοῦ γεγεννηκότος, εἰ καθάπερ ἄνθρωπος ἀγνοίᾳ κρατεῖται; Χρὴ γὰρ πάντως ἢ καὶ τὸν Πατέρα λέγειν τι τῶν ἐσομένων ἀγνοεῖν, ἢ εἰ πάντα γινώσκει, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἔχει τὸν Υἱὸν, ἀδύνατον μὴ τοιαύτην ἔχειν αὐτὸν τὴν γνῶσιν, ὁποίαν καὶ ὁ Πατὴρ, οὗ καὶ ἔστι χαρακτὴρ καὶ εἰκὼν ἀπαράλλακτος. Ἀντίθεσις ὡς ἐκ τοῦ Εὐνομίου. Καὶ τίς οὕτω, φησὶν, ἀμαθὴς ὡς τολμῆσαι λέγειν τὰ ὀνόματα κατὰ πραγμάτων κείμενα, μὴ ἕτερα εἶναι παρ' αὐτά; Ἰδοὺ γὰρ, ὁ μὲν οὐρανὸς, ἔργον οὕτω μέγα καὶ ἐξαίρετον Θεοῦ· τὸ δὲ ὄνομα, δι' οὗ σημαίνεται, ἕτερόν ἐστι παρ' αὐτόν· καὶ γνωσόμεθα τοῦτο ἐντεῦθεν. Ὁ μὲν γὰρ οὐρανὸς πρᾶγμά ἐστιν ὁρατὸν, τὸ δὲ ἐπ' αὐτῷ κείμενον ὄνομα οὐ ταῖς ὄψεσιν ὑποπίπτει, ἀλλ' ἔστι μόνον ἀκουστόν. Οὐκ οὖν διὰ τὸ λέγεσθαι Λόγος ὁ Υἱὸς, πάντως ἐστὶ τοῦτο ὃ νοοῦσί τινες, ἀλλὰ καλεῖται μὲν Λόγος, ἔστι δὲ ἕτερόν τι κατὰ φύσιν. Πρὸς ταῦτα λύσις. Σιωπᾷν ἔδει, καὶ μηδὲν ἀποκρίνεσ

Logos 19 rem close CLOSEOUT§logos-19-rem-close

logos-19-rem-closeRem CLOSEOUT: true Word stands. LOGOS XIX CLOSEOUT.

Greek · §logos-19-rem-close

ὴ κατὰ φύσιν προσόντα τισὶν, ἀλλ' ἔξωθεν ἐπιγεγονότα, ῥᾳδίως ἀποσυμβήσεται. Καί ποτε δικαιοσύνης καὶ ἁγιασμοῦ ἔρημος, καθ' ὑμᾶς, ὁ τοῦ Θεοῦ Λόγος φανεῖται, ὁ λέγων· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Φθανούσης τοιγαροῦν καὶ εἰς αὐτὸν ἤδη τὸν Πατέρα τῆς δυσφημίας, παραιτητέον τῶν χριστομάχων τὴν κακόνοιαν. ΑΛΛΟ. Οὐκ ἐπινομοθετήσεις, ὦ χριστομάχε, ταῖς θείαις Γραφαῖς· οὐδ' ἂν γένοιτό τις ἔκφρων τοσοῦτον, ὡς ἕτερα λέγοντος τοῦ θείου Πνεύματος περὶ τοῦ Υἱοῦ, τοῖς σοῖς πείθεσθαι νόθοις σοφίσμασι μᾶλλον, καὶ μὴ ἐκείνῳ προσέχειν. Λόγον τοιγαροῦν ὀνομάζει τὸν Υἱὸν τὸ Πνεῦμα τὸ ἅγιον· αὐτὸς δὲ οὐ Λόγον εἰσφέρεις, ἀλλὰ Λόγου μέτοχον. Εἰ γὰρ διὰ τοῦτο κεκλῆσθαι φὴς αὐτὸν Λόγον, ἐπειδήπερ λόγον ἀκούσας παρὰ τοῦ Πατρὸς, τοῦτον εἰς ἡμᾶς ἐξήγγειλε, πῶς οὐχ εὑρεθήσῃ ληρῶν; Ὁ γὰρ τοιοῦτος οὐκέτι Λόγος ἐστὶν, ἀλλὰ Λόγου μέτοχος· οὐ γὰρ ἂν εἴη ταυτὸν ὡς πρὸς ἑαυτὸ τὸ μέτοχόν τινος καὶ μετεχόμενον. Οἷον φέρε εἰπεῖν, ἡ σοφία πρὸς τὸν σοφὸν τὸν μετέχοντα αὐτῆς, οὐδὲ ἡ γραμματικὴ πρὸς τὸν γραμματικὸν τὸν μετέχοντα αὐτῆς. Ἕτερον γάρ τι πρᾶγμα καὶ ἕτερόν ἐστιν. Ἀνάγκη τοίνυν ἢ Λόγον ὁμολογεῖν καὶ οὐ Λόγου μέτοχον· ἢ εἰ μετέχει Λόγου, μηκέτι Λόγον ὀνομάζειν. Ἀναιρεῖ γὰρ τοῦτο ἐκεῖνο. Καὶ ἐκείνῳ τοῦτο μάχεται, καὶ δεῖ πάντως ἕν τι τῶν εἰρημένων ὑπάρχειν τὸν Υἱόν· ἀμφότερα δὲ οὐδαμῶς. Λόγον δὲ αὐτὸν ὀνομαζούσης τῆς θείας Γραφῆς, ἐῤῥῶσθαι φράσωμεν εἰκότως τοῖς εἰσφέρουσιν αὐτὸν οὐ Λόγον, ἀλλὰ Λόγου μέτοχον.

Logos I opening: unbegotten and begotten — better to call God Father than unbegotten§logos-1-open

logos-1-openFirst discourse. On the unbegotten and the begotten — in which: that it is better and more worthy to call God Father than unbegotten.

If Arians try to interrogate us, putting forward the names “unbegotten” and “begotten” as if they marked two unlike substances, we must not let the quarrel of words overturn the faith. Scripture names God Father more often and more fittingly than “unbegotten,” and the Son is confessed begotten without being ranked among things made.

The question is not whether a sound can be found that the Father alone bears, but what the Church’s preaching holds: the Father begets the Son eternally, and “Father” says more of God than a bare denial of having been made.

Greek · §logos-1-open

ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Περὶ γενητοῦ καὶ ἀγενήτου. Εἰ διερωτᾷν ἡμᾶς ἐπιχειροῖεν Ἀρειανοὶ, ἓν τὸ ἀγένητον ἢ δύο, ἵνα δῆθεν ἓν εἰπόντες αὐτὸ, καὶ εἰς τὸν Πατέρα φέροντες, ἐν τοῖς γενητοῖς καταριθμήσωμεν τὸν Υἱὸν, ἀποκρίνασθαι χρὴ τοιῶσδε· πρῶτον μὲν οὖν ἀμαθὴς καὶ ἀπαίδευτος ἡ ἐρώτησις· κατὰ πολλὰ γὰρ σημαινόμενα τὸ ἀγένητον ἐκλαμβάνεται. Ἀγένητόν ἐστι τὸ μήπω μὲν γενόμενον, ἐνδεχόμενον δὲ γενέσθαι, ὡς ἀπὸ ξύλου σκάφος, ἢ ἐκ χαλκοῦ ἀνδριάς. Καὶ πάλιν ἀγένητον λέγεται τὸ μήτε γενόμενον πώποτε, μήτε μὴν γενέσθαι δυνάμενον· φέρε εἰπεῖν, τὸ τρίγωνον σχῆμα οὐ γέγονέ ποτε τετράγωνον, οὔτ' ἂν γένοιτό ποτε· ἅμα γὰρ ἀφανίζεται τοῦ τριγώνου τὸ σχῆμα, ἕτερόν τι παρ' ὅπερ ἦν γίνεται. Λέγεται πάλιν ἀγένητον, τὸ ὑπάρχον μὲν καὶ ὑφεστηκὸς, μὴ μὴν γεγενημένον ὑπό τινος. Κατὰ πολλοὺς τοιγαροῦν νοουμένου τρόπους τοῦ ἀγενήτου, τί ἄρα σημαίνειν ἐπὶ Θεοῦ βούλονται τὸ, ἀγένητον; Ἀλλ' ἴσως τὸ μὴ γεγενῆσθαι φήσουσιν, ὁμολογήσαντες πρότερον ἀπαιδεύτως πεποιῆσθαι τὴν ἐπερώτησιν. Λεγέσθω τοίνυν καὶ παρ' ἡμῶν ὅτι ἓν τὸ ἀγένητον. Εἰ δὲ πρὸς τοῦτο φαῖεν, Οὐκοῦν ἀνάγκη πᾶσα συνομολογεῖν γεγενῆσθαι τὸν Υἱὸν, ἐπειδὴ τὸ ἀγένητον ἓν, ὅπερ ἐστὶν ὁ Πατὴρ, ἀντακούσονται πάλιν· Εἰ σοφία καὶ δύναμις, καὶ λόγος τοῦ Πατρός ἐστιν ὁ Υἱός· ἦν δὲ ἀεὶ ἐν Πατρὶ λόγος, καὶ σοφία, καὶ δύναμις, οὐκ ἐπιγέγονεν οὖν ὁ Υἱὸς, ὃς ταῦτά ἐστι καὶ καλεῖται. Ἀλλ' ὥσπερ ἐκ Θεοῦ Θεὸς, καὶ ἐκ φωτὸς ἐξέλαμψε φῶς, οὕτω καὶ ἐξ ἀγενήτου ἀγένητος. ∆εῖ γὰρ εἶναι τοιοῦτον τὸν Λόγον, ὁποῖός ἐστι καὶ ὁ γεννήσας αὐτόν. Οὕτω γὰρ ἂν τὸ τῆς τοῦ Πατρὸς οὐσίας γνήσιον ἐπαληθεύοιτο τῷ ἐξ αὐτοῦ γεννωμένῳ. Κωλύει τοίνυν οὐδὲν ἑνὸς ὄντος τοῦ ἀγενήτου Πατρὸς, ἀγένητον εἶναι καὶ τὸν ἐξ αὐτοῦ Λόγον, ὡς ἕν τι μετὰ Πατρὸς καὶ ἐν Πατρὶ νοούμενον διὰ τὸ τῆς φύσεως ἀπαράλλακτον· ὃ δὴ καὶ αὐτὸς περὶ ἑαυτοῦ φησιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, διὰ μὲν τοῦ, ἓν, τὴν ταυτότητα τῆς οὐσίας σημαίνων· διὰ δὲ τοῦ, ἐσμὲν, εις δυάδα τέμνων τὸ νοούμενον, καὶ πάλιν εἰς μίαν περισφίγγων Θεότητα. ΑΛΛΟ. Εἰ τοῦ Πατρὸς εἰκὼν ἀπαράλλακτός ἐστιν ὁ Υἱὸς, ὡς ἐκεῖνον ἐν αὐτῷ φαίνεσθαι, κατὰ τὸ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα, ἀνάγκη λέγειν, ἀγένητον εἶναι τὸν ἐξ ἀγενήτου προελθόντα Πατρός· ἐπεὶ πῶς ἂν ἐν τῷ γενητῷ ὀφθείη ποτὲ τὸ ἀγένητον; Εἰ γὰρ τὸ ἀρχέτυπον ἐν τῷ μιμήματι φαίνοιτο, ἔσται πάντως κατὰ τοῦτο κἀκεῖνο. Ὥρα λέγειν οὖν γενητὸν εἶναι καὶ τὸν Πατέρα, καθ' ὃν ἡ εἰκὼν ἐμορφώθη. Εἰ δὲ τοῦτο ἄτοπον, ἔσται πάντως ἀγενήτου τὸ ἀγένητον εἰκών. ΑΛΛΟ.

Logos I rem early: Father-name vs unbegotten label§logos-1-rem-early

logos-1-rem-earlyEarly rem: Cyril presses that “unbegotten” is not a better or more proper name than Father. Calling God Father already includes that he is not a creature, while also naming the relation from which the Son is begotten.

Greek · §logos-1-rem-early

Ὁ μακάριος Μωσῆς τὴν τοῦ ἀνθρώπου κατασκευὴν ἐξηγούμενος, εἰσφέρει λέγοντα Θεόν· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· ἐν δὲ τῷ λέγειν, ἡμετέραν, πάλιν ἡ δυὰς σημαίνεται· συνόντος δηλονότι καὶ συνθεολογουμένου τοῦ ἁγίου Πνεύματος. Εἰ δὲ ἐν ἑνὶ τῷ ἀνθρώπῳ ἡ αὐτὴ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ φαίνεται εἰκὼν, κατ' οὐδὲν ἄρα τῆς πρὸς ἀλλήλους διαλλάττουσιν ὁμοιότητος. Ἀνόμοιον δὲ γενητῷ τὸ ἀγένητον· οὐκ ἄρα γενητὸς ὁ Υἱὸς, ἵνα μὴ ἀνόμοιος φαίνηται. ΑΛΛΟ. Λέγεται παρὰ ταῖς θείαις Γραφαῖς παντοκράτωρ καὶ Κύριος ὁ Πατήρ· ἀλλ' οὐχ ὡς ἕν τι τῶν κρατουμένων ἢ κυριευομένων νοεῖται καὶ ὁ Υἱὸς, διὰ τὸ πάντων κρατεῖν τε καὶ κυριεύειν ἐκεῖνον· κρατεῖ γὰρ πάντων καὶ κυριεύει μετὰ Πατρὸς, παντοκράτωρ καὶ αὐτὸς ὑπάρχων καὶ Κύριος. Ὥσπερ οὖν ἐν τούτοις οὐχ ὡς ἓν τῶν πάντων ἐστὶν ὁ Υἱὸς, ἀλλ' ἐπὶ τὴν τῶν γενητῶν φύσιν ἡ τῶν λέξεων δύναμις φέρεται, οὕτω καὶ ἐπὶ ἀγενήτου, οὐ πρὸς τὸν Υἱὸν, ἀλλὰ πρὸς τὴν κτίσιν ἡ σύγκρισις, κἂν ἓν εἶναι λέγηται τὸ ἀγένητον· διὰ τὸ πάντα γεγονέναι παρὲξ Θεοῦ. Ὅτι κρεῖττόν ἐστι καὶ ἀξιολογώτερον Πατέρα καλεῖσθαι τὸν Θεὸν, ἢ ἀγένητον. Τὸ πατὴρ ὄνομα, τὴν περὶ υἱοῦ πάντως ἔννοιαν ἐν ἑαυτῷ συνεισφέρει· τὰ γὰρ τοιαῦτα δι' ἀλλήλων σημαίνεται. Τὸ δὲ ἀγένητος ὄνομα, τῷ μὴ γεγενῆσθαι Θεὸν, τὴν τῶν γενητῶν ἀντιπαρατίθησι μνήμην. Ἀναγκαία δὲ τοῖς πιστεύειν ἐθέλουσιν ὀρθῶς, τῆς ἁγίας Τριάδος ἡ γνῶσις. Εἰ τοίνυν ὁ μὲν Πατέρα λέγων ὁρᾷ τὸν Υἱὸν δι' ὅν ἐστι Πατήρ· ὁ δὲ ἀγένητον ὀνομάζων αὐτὸν, ὁρᾷ τὰ γενόμενα, οἷς εὐλόγως ὁ μὴ γεγονὼς ἀντιδιαστέλλεται· πολὺ δὴ κρεῖττον, ἀφ' ὧν ἡ περὶ τοῦ Υἱοῦ τίκτεται γνῶσις, σημαίνεσθαι τὸν Θεὸν, ἢ ἐξ ὧν ἡ τῶν ποιημάτων ἀναφαίνε

Logos I rem mid: begotten Son not thereby a creature§logos-1-rem-mid

logos-1-rem-midMid rem: begotten does not equal made. Arguments from image and from “I and the Father are one” keep the Son’s generation inside the Father’s nature, not among generated creatures.

Greek · §logos-1-rem-mid

ριεύειν ἐκεῖνον· κρατεῖ γὰρ πάντων καὶ κυριεύει μετὰ Πατρὸς, παντοκράτωρ καὶ αὐτὸς ὑπάρχων καὶ Κύριος. Ὥσπερ οὖν ἐν τούτοις οὐχ ὡς ἓν τῶν πάντων ἐστὶν ὁ Υἱὸς, ἀλλ' ἐπὶ τὴν τῶν γενητῶν φύσιν ἡ τῶν λέξεων δύναμις φέρεται, οὕτω καὶ ἐπὶ ἀγενήτου, οὐ πρὸς τὸν Υἱὸν, ἀλλὰ πρὸς τὴν κτίσιν ἡ σύγκρισις, κἂν ἓν εἶναι λέγηται τὸ ἀγένητον· διὰ τὸ πάντα γεγονέναι παρὲξ Θεοῦ. Ὅτι κρεῖττόν ἐστι καὶ ἀξιολογώτερον Πατέρα καλεῖσθαι τὸν Θεὸν, ἢ ἀγένητον. Τὸ πατὴρ ὄνομα, τὴν περὶ υἱοῦ πάντως ἔννοιαν ἐν ἑαυτῷ συνεισφέρει· τὰ γὰρ τοιαῦτα δι' ἀλλήλων σημαίνεται. Τὸ δὲ ἀγένητος ὄνομα, τῷ μὴ γεγενῆσθαι Θεὸν, τὴν τῶν γενητῶν ἀντιπαρατίθησι μνήμην. Ἀναγκαία δὲ τοῖς πιστεύειν ἐθέλουσιν ὀρθῶς, τῆς ἁγίας Τριάδος ἡ γνῶσις. Εἰ τοίνυν ὁ μὲν Πατέρα λέγων ὁρᾷ τὸν Υἱὸν δι' ὅν ἐστι Πατήρ· ὁ δὲ ἀγένητον ὀνομάζων αὐτὸν, ὁρᾷ τὰ γενόμενα, οἷς εὐλόγως ὁ μὴ γεγονὼς ἀντιδιαστέλλεται· πολὺ δὴ κρεῖττον, ἀφ' ὧν ἡ περὶ τοῦ Υἱοῦ τίκτεται γνῶσις, σημαίνεσθαι τὸν Θεὸν, ἢ ἐξ ὧν ἡ τῶν ποιημάτων ἀναφαίνεται μνήμη, συντελοῦσα πρὸς τὴν γνῶσιν τῆς ἁγίας Τριάδος οὐδέν. Καὶ ὁ μὲν Πατέρα λέγων, ἀφ' ὧν ἔστι σημαίνει Θεόν· ὁ δὲ ἀγένητον εἰπὼν, ἀφ' ὧν οὐκ ἔστιν· ἔστι μὲν γὰρ Υἱοῦ Πατὴρ, γενητὸς δὲ οὐκ ἔστι. Ὅτι δὲ μᾶλλον ἐξ ὧν ἔστιν, ἢ ἐξ ὧν οὐκ ἔστιν, οἰκειότερον σημαίνεται Θεὸς, ἐκ τοῦδε γένοιτ' ἂν παντί τῳ σαφές. Εἴ τις γὰρ ἐκείνην τὴν ἄφραστον καὶ ἀκατάληπτον φύσιν καλοίη Θεὸν, ἀφ' ὧν ἔστιν ὀνομάζει καλῶς, καὶ Θεὸν εἰπὼν, πάντως ἐκείνην ἐσήμηνεν· εἰ δέ τις ἀφ' ὧν οὐκ ἔστιν ἐπιχειροίη σημαίνειν αὐτὴν, ἄκακον καὶ ἀπόνηρον λέγων διὰ τὸ μὴ κακίαν ἢ πονηρίαν ἐν αὐτῇ εἶναι, ἀληθεύσει μὲν, ἀλλ' οὐ πάντως μηνύει τὸν Θεόν· εἰσὶ γὰρ καὶ ἐν ἀν

Logos I rem CLOSEOUT§logos-1-rem-close

logos-1-rem-closeCLOSEOUT: it is better and more worthy to name God Father than merely unbegotten; the begotten Son is not thereby classed with the made. LOGOS I CLOSEOUT.

Greek · §logos-1-rem-close

δὲ τοῖς πιστεύειν ἐθέλουσιν ὀρθῶς, τῆς ἁγίας Τριάδος ἡ γνῶσις. Εἰ τοίνυν ὁ μὲν Πατέρα λέγων ὁρᾷ τὸν Υἱὸν δι' ὅν ἐστι Πατήρ· ὁ δὲ ἀγένητον ὀνομάζων αὐτὸν, ὁρᾷ τὰ γενόμενα, οἷς εὐλόγως ὁ μὴ γεγονὼς ἀντιδιαστέλλεται· πολὺ δὴ κρεῖττον, ἀφ' ὧν ἡ περὶ τοῦ Υἱοῦ τίκτεται γνῶσις, σημαίνεσθαι τὸν Θεὸν, ἢ ἐξ ὧν ἡ τῶν ποιημάτων ἀναφαίνεται μνήμη, συντελοῦσα πρὸς τὴν γνῶσιν τῆς ἁγίας Τριάδος οὐδέν. Καὶ ὁ μὲν Πατέρα λέγων, ἀφ' ὧν ἔστι σημαίνει Θεόν· ὁ δὲ ἀγένητον εἰπὼν, ἀφ' ὧν οὐκ ἔστιν· ἔστι μὲν γὰρ Υἱοῦ Πατὴρ, γενητὸς δὲ οὐκ ἔστι. Ὅτι δὲ μᾶλλον ἐξ ὧν ἔστιν, ἢ ἐξ ὧν οὐκ ἔστιν, οἰκειότερον σημαίνεται Θεὸς, ἐκ τοῦδε γένοιτ' ἂν παντί τῳ σαφές. Εἴ τις γὰρ ἐκείνην τὴν ἄφραστον καὶ ἀκατάληπτον φύσιν καλοίη Θεὸν, ἀφ' ὧν ἔστιν ὀνομάζει καλῶς, καὶ Θεὸν εἰπὼν, πάντως ἐκείνην ἐσήμηνεν· εἰ δέ τις ἀφ' ὧν οὐκ ἔστιν ἐπιχειροίη σημαίνειν αὐτὴν, ἄκακον καὶ ἀπόνηρον λέγων διὰ τὸ μὴ κακίαν ἢ πονηρίαν ἐν αὐτῇ εἶναι, ἀληθεύσει μὲν, ἀλλ' οὐ πάντως μηνύει τὸν Θεόν· εἰσὶ γὰρ καὶ ἐν ἀνθρώποις ἄκακοι καὶ ἀπόνηροι. Τοιούτους δὲ εἶναι πιστεύομεν καὶ τοὺς ἁγίους ἀγγέλους. Οὐκοῦν ἀφ' ὧν ἔστιν, ἢ ἀφ' ὧν οὐκ ἔστιν, ἀληθέστερον καὶ οἰκειότερον σημανθήσεται. ΑΛΛΟ. Ὁ μακάριος ∆αβὶδ ψάλλει, καί φησι πρὸς τὸν Υἱόν. ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Εἰ τοίνυν ἕτερόν τί ἐστι τὸ μετέχον παρὰ τὸ μετεχόμενον· ἄλλο γὰρ ἐν ἄλλῳ νοεῖσθαι χρή· μετέχει δὲ ἡ κτίσις τοῦ Υἱοῦ, ἕτερος ἂν εἴη παρὰ τὴν μετέχουσαν αὐτοῦ κτίσιν· οὐκοῦν οὐδὲ γενητός. Εἰ δὲ οὐκ ἔστιν ἕτερος παρ' ἐκείνην ὁ Υἱὸς, καὶ κατὰ φύσιν αὐτῆς διῃρημένος, τίς ἡ χρεία τῆς μετοχῆς; ἢ πῶς ἄν τις μετάσχοι τοῦ ὅπερ ἐστὶν αὐτός;

Logos 20 opening: Heb 12 — endured the cross§logos-20-open

logos-20-openTwentieth discourse. On “he endured the cross, despising shame” and related economy texts.

Suffering language is kept with the economy so deity is not made passible as deity.

Greek · §logos-20-open

ΛΟΓΟΣ Κʹ. Εἰς τὸ, Ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Γέγραπται, φασίν· Ἕκαστοι τοῦτο φρονεῖτε ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἕως τοῦ, ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Εἰ τοίνυν ὑψώθη παρὰ τοῦ Θεοῦ, καὶ ἐδοξάσθη, καὶ ὡς ἐν χαρίσματος μέρει ἔσχε τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ὅτι ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, μισθὸν ἔχει τῆς ταπεινώσεως τὴν τιμὴν καὶ τὸ ὄνομα τὸ ὑπὲρ πάντα· οὐ φύσει Θεὸς ὢν ἢ Υἱὸς, ἀλλ' ἐκ προσθήκης ταῦτα γενόμενος. Τὸ δὲ προσθήκης δεόμενον, ἀτελὲς ἂν εἴη καὶ ἐλλιπὲς ὅσον εἰς τὴν οἰκείαν φύσιν. Καὶ τὸ ὑψούμενόν που, κάτωθεν ἀνάγκη πρὸς τοῦτο ἐπαίρεσθαι· καὶ τὸ χάριν δεχόμενον δεῖσθαι χρὴ πάντως οὗ δέχεται· καὶ τὸ τιμᾶσθαι ζητοῦν, οὐκ εἶναι τοιοῦτον ἀνάγκη λέγειν, ὅπερ δὴ καὶ γενέσθαι βούλεται. Εἰ οὖν ἐχαρίσθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, φύσει μὲν τοῦτο οὐκ ἦν, γέγονε δὲ ὕστερον κατὰ χάριν· τὸ δὲ οὕτως ἔχον, οὐκ ἂν εἴη Θεὸς, πρόσφατον γάρ. Πρὸς ταῦτα λύσις ἐφεξῆς ὡς ἐν ἐπιτομῇ. Καὶ ποία γέγονε προσθήκη τιμῆς τῷ ἐν μορφῇ μὲν ὑπάρχοντι Θεοῦ, ἐνδυσαμένῳ δὲ τὴν τοῦ δούλου μορφήν; Πῶς δὲ μᾶλλον οὐκ ἠλαττῶσθαι δόξειεν ἂν, ὁ τὸ μεῖζον ἀφεὶς καὶ τὸ ἔλαττον ἀναλαβών; Θεὸς ὑπ άρχων γέγονεν ἄνθρωπος, ἵνα ποῖον εὕρῃ μισθόν; Ἢ πῶς ἐδοξάσθη ὁ ἀπὸ δόξης εἰς ἀτιμίαν καταβεβηκώς; Πῶς δὲ γέγονεν ὑψηλὸς ὁ τῆς θεότητος τὸ ἀξίωμα ὑπεριδὼν, καὶ εἰς ἀνθρωπότητα κατελθών; Πῶς ὁ κατελθὼν, γέγονεν ἄνω; Ποίαν ἔχει βελτίωσιν ὁ ἐν ἐλάττοσι γεγονὼς ἐξ ἀμεινόνων; Εἰ Θεὸς ὢν ὕψιστος καὶ ἐν ὑψηλοῖς κατοικῶν ὑψοῦσθαι λέγεται, ποῖ δὲ ἔτι μετὰ τὴν τοῦ Θεοῦ φύσιν ἀναβήσεται τὸ ὑψούμενον; Πῶς δὲ ἦν ταπεινὸς ὁ ἐν κόλποις ὢν τοῦ ὑψηλοτάτου Πατρός; Ποίας προσθήκης ἐδεῖτο Θεός; Εἰ διὰ τοῦτο καταβέβηκεν, ἵνα καὶ ὑψωθῇ, τίς ἦν ἡ χρεία τῆς καταβάσεως; Εἰ διὰ τοῦτο ἐταπείνωσεν ἑαυτὸν, ἵνα καὶ δοξασθῇ, τίς ἦν ἡ χρεία τῆς ταπεινώσεως; Πῶς δὲ οὐκ ἄσοφος ὁ μετὰ πόνου ζητῶν, ὃ καὶ δίχα πόνων ἔχειν ἐδύνατο; Πῶς ἔλαβε τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα ὁ διαπαντὸς ἐν αὐτῷ προσκυνούμενος; Ῥητὰ, ὅτι Θεὸς ὁ Υἱός. Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με· καὶ, Προσκυνησάτωσαν τῷ ὀνόματί σου, Κύριε, τῷ μεγάλῳ. Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. ∆ότε δόξαν ὀνόματι αὐτοῦ.

Logos 20 rem early§logos-20-rem-early

logos-20-rem-earlyRem early: cross texts.

Greek · §logos-20-rem-early

Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πῶς οὖν ἔλαβεν, ὅπερ ἔχων ἀεὶ φαίνεται; Λύσις ἑτέρα. Εἰ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, ὕστερον δὲ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐταπείνωσεν ἑαυτὸν, διά τε τοῦτο ὑψοῦσθαι λέγεται, πῶς οὐκ ἔσται παντί τῳ σαφὲς, ὅτιπερ οὐ περὶ τὴν τοῦ Λόγου φύσιν τοῦτο γίνεσθαι συμβαίνει, ἀλλ' εἰς τὸ τῆς ἀνθρωπότητος μυστήριον; Ὧ γὰρ ἁρμόσει τὸ ταπεινὸν, τούτῳ καὶ τὸ ὑψοῦσθαι πρέπειν ἀκολουθεῖ. Ταπεινὸν δὲ χρῆμα ἡ ἀνθρωπότης, περὶ αὐτὴν ἄρα καὶ τὸ ὑψοῦσθαι νοηθήσεται. Οὐ πρότερον δὲ περὶ τοῦ Θεοῦ Λόγου τοιοῦτόν τι λέγουσαν εὑρήσομεν τὴν Γραφὴν, εἰ μὴ, Σὰρξ γέγονε, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Εἰ τοίνυν περὶ τὴν πρόσληψιν τῆς σαρκὸς ἡ ταπείνωσις γεγενῆσθαι λέγεται, δι' αὐτὴν ἔσται καὶ περὶ αὐτὴν ἡ ὕψωσις. ΑΛΛΟ, εἰς τὸ αὐτό. Ὁ Παῦλος ἐπιστέλλων φησὶν, ὅτι Πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, οὐκ εἰς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Ὥσπερ οὖν ἐν τοῖς οὐρανοῖς καὶ ἐν προσώπῳ τοῦ Πατρὸς ὑπάρχων ἀεὶ, νῦν ὑπὲρ ἡμῶν εἰσέρχεται μὲν εἰς τὸν οὐρανὸν, ἐμφανίζεται δὲ τῷ Πατρί· οὕτω πάλιν καὶ νῦν ὑπὲρ ἡμῶν ὑψοῦται καὶ δοξάζεται, καὶ λαμβάνει τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵν' ὥσπερ ἐν αὐτῷ καὶ εἰς τὸν οὐρανὸν εἰσερχόμεθα καὶ ἐμφανιζόμεθα τῷ Πατρὶ, οὕτω πάλιν ἐν αὐτῷ δοξαζόμενοι, καὶ ὑψούμενοι, καὶ υἱοὺ Θεοῦ χρηματίζωμεν. ΑΛΛΟ. Το

Logos 20 rem mid§logos-20-rem-mid

logos-20-rem-midRem mid: economy vs bare Godhead.

Greek · §logos-20-rem-mid

ν τις ἐπιδείξαι τὸ γεννᾶσθαι κείμενον κυρίως καὶ κατὰ φύσιν· ὅτι κἂν γεννώμενον φαίνηται, ἔχει πρὸ ἑαυτοῦ τὸ πεποιῆσθαι παρὰ τοῦ κτίσαντος. Οἷον ἄνθρωπος γεννᾶται μὲν, πεποίηται δὲ, καὶ κύριον αὐτοῦ τοῦτο μᾶλλον ἢ τὸ δεύτερον. Εἰ δὲ καὶ λέγοιντό τινες διὰ τοῦ Πνεύματος γεγεννῆσθαι, ἀλλὰ καὶ οὗτοι πρὸς μίμησιν τοῦ ἀληθῶς γεννηθέντος ἐκ Πατρὸς Θεοῦ Λόγου, καὶ οὐκ ἔξω τοῦ πεποιῆσθαι τυγχάνουσιν· ὥστε τὸ τῆς γεννήσεως ὄνομα καταχρηστικῶς ἂν εἴη μᾶλλον ἢ φυσικῶς ἐν τοῖς γενητοῖς. Τὸ δὲ γεννηθὲν, κἂν γενέσθαι λέγηται, οὐδὲν ὑπομένει τὸ βλάβος, ἀδιαφορούσης περὶ τοῦτο τῆς θείας Γραφῆς. Λέγει γὰρ ὅτι ἐγένοντο τῷ Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. Καὶ πάλιν· Ἦν Ἀβραὰμ ἑκατὸν ἐτῶν ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. Εἰ δὲ τὸ γεννώμενον γενέσθαι λέγεται καὶ ἐπ' ἀνθρώπων, ἀδιαφορείτω τις τοῦτο ἀκούων καὶ περὶ τοῦ Υἱοῦ. Ἐπὶ δὲ τῶν γενητῶν οὐκ ἀδιαφορήσει διὰ τὸν προαποδεδομένον λόγον. ΑΛΛΟ. Εἰς τὸ αὐτὸ, ὡς ἐκ τῶν δι' ἐναντίας. Γέγραπται, φησὶ, περὶ Υἱοῦ, ὅτι Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων. Ἐπειδὴ δὲ φιλοῦσιν αἱ συγκρίσεις ἀεὶ γίνεσθαι περὶ τὰ ὁμοειδῆ (οὐδὲ γὰρ ἄν τις εὐλόγως ἵππῳ συγκρίναι τὸν ἄνθρωπον ἢ κυνὶ τὸ πρόβατον, ἀλλ' ἄνθρωπον μὲν ἀνθρώποις, τὸ δὲ πρόβατον τῷ προβάτῳ), ἀνάγκη πᾶσα γενητὸν εἶναι συνομολογεῖν τὸν Υἱὸν, ὃς ἀγγέλοις συγκρίνεται τοῖς γενητὴν ἔχουσι τὴν φύσιν. Πρὸς τοῦτο λύσις. Φιλοῦσι μὲν ὁμολογουμένως ἐν τοῖς ὁμοειδέσιν αἱ συγκρίσεις γίνεσθαι. Ἀλλ' ὅταν τὰ τοι

Logos 20 rem close CLOSEOUT§logos-20-rem-close

logos-20-rem-closeRem CLOSEOUT: cross without emptying deity. LOGOS XX CLOSEOUT.

Greek · §logos-20-rem-close

οσεύξαιτο. Καὶ τῷ μὲν Υἱῷ σὺν τῷ Πατρὶ καὶ μετὰ Πατρὸς ἡ δόξα· ἄγγελοι δὲ οὐ δοξάζονται, ἀλλὰ μᾶλλον δοξάζουσι μετὰ τοῦ Πατρὸς τὸν Υἱόν. Πῶς οὖν τοσαύτης κειμένης διαφορᾶς μεταξὺ τῶν ἀγγέλων καὶ τοῦ Υἱοῦ, τῆς αὐτῆς οὐσίας εἶναι νομισθήσονται, οὐδενὸς συγχωροῦντος λόγου; Ἀναλόγως γὰρ τῇ τῶν προσώπων ἀξίᾳ τὸ τῆς φύσεως διάφορον ὁρισθήσεται. ΑΛΛΟ, ὅτι καὶ ἐπὶ τοῦ Πατρὸς εὑρίσκεται τὸ, ἐγένετο. Ὁ Ψαλμῳδὸς λέγει· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν· καὶ πάλιν, Ἐγένετό μοι εἰς σωτηρίαν. Εἰ δὲ ἐπὶ τοῦ Υἱοῦ καὶ ταῦτα φήσουσιν εἰρῆσθαι, καὶ ἄκοντες αὐτῷ μαρτυρήσουσιν ὅτι τοῖς κτίσμασιν οὐκ ἔστιν ὁμοφυὴς, ὁ τοὺς ἁγίους διασώζων, καταφυγή τε αὐτοῖς καὶ σκέπη φαινόμενος. Καὶ τοῦτο γὰρ ἔσται μόνῳ πρέπον Θεῷ. ΑΛΛΟ, εἰς τὸ, Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅτι τὸ γενόμενος, οὐ κατὰ τῆς οὐσίας νοητέον. Εἰ τὸ γενόμενος πάντως σημαίνει τινὸς τὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον, καὶ ἀεὶ κατὰ τῆς οὐσίας ἡ λέξις τάττεται, τίσιν ἔλεγεν ὁ Σωτήρ· Γίνεσθε οἰκτίρμονες. καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν; Εἰ μὲν οὖν ὑπῆρχον ἤδη πρὸς οὓς ἦν ὁ λόγος, πῶς ἂν σημαίνοι πάντως τὸ γίνεσθαι τὴν εἰς τὸ εἶναι πάροδον; Οὐ γὰρ ἂν δήπου τὸ ἤδη ὂν εἰς τὸ εἶναι φέροιτο, ἀλλὰ τὸ μὴ ὄν. Εἰ δὲ κατὰ τῶν ὄντων τὸ γίνεσθαι κείμενον, οὐκ ἀρχήν τινα σημαίνει τῆς ὑπάρξεως τούτων, ἀλλὰ τὴν ἀπό τινος εἴς τι μεταβολὴν, οὐδεὶς ἀναγκάσει λόγος ἐπὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τὸ γενόμενος τῆς ὑπάρξεως εἶναι σημαντικόν.

Logos 21 opening: Heb 3 — apostle and high priest; Son not made§logos-21-open

logos-21-openTwenty-first discourse. On “consider the apostle and high priest of our confession,” gathering that the Son is neither made nor a creature.

If the Son were a product he would be numbered with all things; yet all things came to be through him, so he is not his own product.

Greek · §logos-21-open

ΛΟΓΟΣ ΚΑ. Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐ τόν· τὸ δὲ συναγόμενον, ὅτι οὐ ποίημα οὐδὲ κτίσμα ὁ Υἱός. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, ἕν τι καὶ αὐτὸν εἶναι τῶν πάντων ἀνάγκη προσομολογεῖν, οὐκ ἔχοντα τῆς θεότητος τὸ ἐξαίρετον, τὸ ἀεὶ εἶναι, φημί. Εἰ δὲ τοῦτο ἀληθὲς, πάντα δὲ γέγονε δι' Υἱοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ἑαυτὸν ὁ Λόγος δημιουργεῖ. Καὶ πῶς ἂν ἐνδέχοιτο μήπω ὂν, ἑαυτὸ παράγειν εἰς τὸ εἶναι; Εἰ δὲ τοῦτο ἀδύνατον, οὐκ ἄρα ἓν τῶν πάντων ἐστὶν ὁ Υἱὸς, ἵνα μὴ τοῖς πᾶσι συναριθμούμενος, ἑαυτοῦ φαίνηται ποίημα. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, καλεῖται δὲ καὶ ἔστι σοφία τοῦ Πατρὸς, ὃς πάντα ἐν σοφίᾳ ἐποίησεν, ἑαυτὴν ἡ σοφία ποιεῖ. Εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἔστι ποίημα ὁ Υἱὸς, τουτέστιν, ἡ σοφία τοῦ Πατρὸς, ἵνα μὴ ἑαυτὴν ἐργάζηται. ΑΛΛΟ. Εἰ γέγονεν ὁ Υἱὸς, καλεῖται δὲ καὶ ἔστι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἦν ἄρα χρόνος, ἐν ᾧπερ ἦν ἄσοφός τε καὶ ἀδύνατος ὁ Θεὸς, οὐκ ὄντος Υἱοῦ. Τὸ γὰρ ποίημα πάντως ἐκ τοῦ μὴ ὄντος γίνεται. Σοφὸς δὲ ἦν ἀεὶ καὶ δυνατὸς ὁ Πατήρ. Ἦν ἄρα καὶ Υἱὸς ὃς ταῦτά ἐστιν αὐτῷ. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, λέγει δὲ ἀληθεύων· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· ἐν τῇ κτίσει φαίνεται τοῦ Πατρὸς ἡ εἰκὼν, ἔχουσα τὴν ὁμοίωσιν πρὸς τὸ ἀρχέτυπον. Εἰ δὲ τοῦτο, οὐδὲν ἐν τῇ κτίσει καὶ τῷ Θεῷ τὸ διάφορον· ἔσται δὲ ποίημα καὶ αὐτός. Εἰ δὲ οὐκ ἔστι ποίημα, φαίνεται δὲ ὅλος ἐν Υἱῷ, οὐκ ἄρα ποίημά ἐστιν ὁ Υἱὸς ἡ εἰκὼν τοῦ Πατρός. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, τοῦ Πατρὸς οὐ ποιηθέντος, λέγει δὲ περὶ ἑαυτοῦ· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· πῶς ἐν τῷ πεποιημένῳ τὸ μὴ ποιηθὲν ἀπαραλλάκτως φανεῖται; Καὶ εἰ ποίημα ὢν, 75.357 λέγει· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, τί κωλύσει καὶ ἡμᾶς τῇ αὐτῇ κεχρῆσθαι φωνῇ, εἰ μηδὲν ἕτερον παρ' ἡμᾶς ὁ Υἱὸς, καθὸ ποίημα καὶ αὐτὸς ὥσπερ ἡμεῖς; Ἀλλὰ τοῦτο ἄτ

Logos 21 rem early§logos-21-rem-early

logos-21-rem-earlyRem early: Heb 3 — apostle and high priest; Son not made.

Greek · §logos-21-rem-early

οπον· οὐ γὰρ ἐν ποιήματι τοῦ μὴ ποιηθέντος ἡ ὁμοιότης. Οὐκ ἄρα ποίημα ὁ Υἱὸς ἡ τοῦ Πατρὸς ἀπαράλλακτος εἰκών. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, λέγει δὲ ἀληθεύων, ὅτι Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν· οὐδὲν ἄρα περιττὸν ἐν Θεῷ καὶ κτίσμασιν, εἰ πάντα πρόσεστιν αὐτοῖς ὅσα καὶ τῷ Πατρί. Εἰ δὲ τοῦτο ἄτοπον (πολὺ γὰρ τὸ Θεῖον τῶν ποιημάτων ἀπῴκισται), οὐκ ἄρα ποίημά ἐστιν ὁ Υἱὸς, ᾧ πάντα πρόσεστι φυσικῶς τὰ τοῦ Πατρὸς ἴδια καὶ ἐξαίρετα. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, μὴ καλείσθω Πατὴρ αὐτοῦ ὁ Θεὸς, ἀλλὰ μᾶλλον ποιητὴς ἢ δημιουργός. Υἱὸς γὰρ δεικνύει πατέρα, καὶ ποίημα τὸν δημιουργόν. Εἰ δὲ Πατὴρ καλεῖται καὶ ἔστι Θεὸς, οὐκ ἄρα ποίημα ὁ Υἱὸς, ἀλλὰ γέννημα, οὐχ ὡς ποιητὴν τὸν Θεὸν, ἀλλ' ὡς Πατέρα δηλοῦν. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, μὴ καλείσθω Λόγος, μὴ σοφία, μὴ δύναμις, μὴ ἀπαύγασμα, ἢ ταῦτα κοινὰ καὶ τοῖς ἄλλοις ἔσται ποιήμασιν, εἴπερ ὅλως κεχώρηκεν αὐτὰ φορεῖν ποίημα ὢν καθ' ὑμᾶς ὁ Υἱός. Κἂν γάρ τι πλέον τῶν ἄλλων αὐτὸν ἔχειν λέγητε ποιημάτων, ἀλλ' ἔσται πάλιν οὐδὲν ἧττον ποίημα. Εἰ δὲ ἐπὶ μὲν τῶν ἄλλων οὐδενὸς τὰ τοιαῦτα λέγεται, μόνῳ δὲ πρέπειν τῷ Υἱῷ ἐπαληθεύεται, οὐκ ἄρα ἓν τῶν ποιημάτων ἐστὶν, ἀλλὰ καρπὸς τῆς οὐσίας τοῦ Πατρός. ΑΛΛΟ. Εἰ πάντα δι' Υἱοῦ γεγενῆσθαί φησιν ἡ θεία Γραφὴ, ποίημα δέ τις καὶ οὐχ Υἱὸν ὁμολογεῖ τὸν Λόγον, Υἱὸν οὐκ ἔχει Θεός. Εἰ δὲ τοῦτο ἀληθὲς, πῶς ἔσται ποιητὴς, οὐκ ἔχων δι' οὗ τὰ πάντα ἐργάζεται; Ἀλλ' ἐργάζεται καὶ δημιουργεῖ τὰ πάντα Θεός· ἔστιν ἄρα καὶ ὁ Υἱὸς δι' οὗ τὰ πάντα, τὸ εἶναι ποίημα διαφεύγων ὡς Θεός. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν δι' ἐναντίας. Βουλήσει, φασὶν, ὁ Πατὴρ τὸν Υἱὸν ὑποστήσας, οὕτως αὐτὸν ἐποίησε καὶ δημιουργόν. Ἀπὸ δὲ τῆς οὐσίας τοῦ Πατρὸς οὔ φαμεν ὑπάρχειν αὐτὸν, ἵνα μὴ τομή τις καὶ ἀπόῤῥοια νοῆται περὶ τὴν ἄφραστον ἐκείνην οὐσίαν. Πρὸς τοῦτο λύσις. Ἀλλ' ἔστι ταῦτα λῆρος καὶ φλυαρία πολλή. Ἀπόῤῥοια μὲν γὰρ καὶ τομὴ, καὶ ὅσα τοιαῦτα πάθη, νοείσθω 75.360 περὶ τὰ σώματα, οἷς καὶ τὸ πάσχειν οἰκεῖον· ὁ δὲ τὸ εἶναι σῶμα διαφυγὼν, καὶ τὰ σωμάτων διαφεύξεται πάθη. Τίκτει τοιγαροῦν ἀμερίστως καὶ ἀπαθῶς ὁ ἀσώματος. Ποῖον γὰρ πάθος περὶ τὸν ἥλιον ὁρᾶται γινόμενον, ὅτε τίκτει τὸ φῶς; Ποῖος συμβαίνει περὶ τὸ πῦρ μερισμὸς, ὅταν ἐκπέμπῃ τὸν ἐξ ἑαυτοῦ φωτισμόν; Εἰ δὲ ταῦτα γεννᾷ μὲν ἀμερίστως, ἐκπέμπει δὲ τὰ ἐξ ἑαυτῶν ἀπαθῶς, πῶς οὐ πολλῷ μᾶλλον ὁ τούτων ποιητὴς τῆς ἑαυτοῦ φύσεως ἐκπέμψει τὸ ἀπαύγασμα; Πότε χαρακτὴρ εἰκόνος χωρίζεται; Ἀεὶ γὰρ αὐτῇ συμπέφυκέ τε καὶ ἐνυπάρχει. Εἰ δὲ κατ' ἐκείνους ξηρὰ καὶ ἄκαρπός ἐστιν ἡ τοῦ Θεοῦ φύσις, τίς ἡ ἐξ αὐτοῦ προελθοῦσα βούλησις ἐνεργὴς, ἣ καὶ τὸν Υἱὸν κατ' ἐκείνους ὑπέστησε, δημιουργ

Logos 21 rem mid§logos-21-rem-mid

logos-21-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-21-rem-mid

ληθεύσει λέγων περὶ ἑαυτοῦ, ὅτι Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ; Ἢ πῶς ὁ ∆ανιὴλ οὐ ψεύσεται λέγων ὅτι αὐτῷ ἐδόθη ἡ κρίσις; Ἀληθεύει δέ· αὐτὸς γάρ ἐστιν ὁ ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς. Οὐκοῦν οὐ ποίημα, οὐδὲ τῶν πάντων ἓν, ἵνα μὴ ἄγηται καὶ αὐτὸς εἰς κρίσιν. ΑΛΛΟ, διηγηματικῶς εἰς τὸ, Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ ἐξῆς ἡ διάνοια τοῦ ῥητοῦ. Οὐ τὴν τοῦ Λόγου φύσιν ἐξηγούμενος ὁ Ἀπόστολος, τοιαῦτά φησιν, ἀλλὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. Πότε γὰρ γέγονεν ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν; Πότε δὲ ἀπόστολος; Πότε δὲ πιστὸς τῷ ποιήσαντι αὐτόν; Ἦ ὅτε δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονεν ἄνθρωπος, καὶ κατὰ τὴν Ἰωάννου φωνὴν, Ὁ Λόγος σὰρξ ἐγένετο. Τότε τῷ ποιήσαντι αὐτὸν, ὡς ἄνθρωπος, καὶ πιστὸς ἐγένετο πληρῶν αὐτοῦ τὸ ἔργον, καθάπερ αὐτὸς ἔλεγε· τότε γέγονεν ἀπόστολος ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς ἀποσταλείς· τότε γέγονε τῆς ὁμολογίας ἡμῶν ἀρχιερεὺς, προσφέρων τῆς πίστεως ἡμῶν τὴν ὁμολογίαν τῷ Πατρὶ, καὶ τὸ ἴδιον σῶμα, καθάπερ τι θῦμα προσάγων ἄμωμον, ἵνα πάντας ἡμᾶς δι' αὐτοῦ καθαρίσῃ. Ἂν τοίνυν λέγηται περὶ Υἱοῦ ὅτι γέγονε πιστὸς, ὅτι γέγονεν ἀπόστολος, γέγονεν ἀρχιερεὺς, μὴ κατὰ τῆς οὐσίας αὐτοῦ φερέσθω τὸ ῥῆμα, ἀλλὰ κατὰ τῆς τῶν πραγμάτων ποιότητος. Ἐπειδὴ καὶ Παῦλος, ἄνθρωπος ὢν καὶ ὑπάρχων ἤδη, γέγονεν ἀπόστολος, καὶ Μωσῆς ὡσαύτως γέγονε πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ Ἀαρὼν ὡσαύτως γέγονεν ἀρχιερεὺς ἐν ἑαυτῷ καὶ πάλαι τὸν Σωτῆρα μορφῶν. Ὅνπερ γὰρ τρόπον ὁ Ἀαρὼν οὐκ ἐγεννήθη μὲν ἀρχιερεὺς, πολλοῖς δὲ ὕστερον χρόνοις τοῦτο γέγονε, τὸν ποδήρη περιβαλόμενος, καὶ τὴν ἐπωμίδα, καὶ τὰ ἄλλα τῆς ἱερατικῆς ἐσθῆτος σχήματα, ἅπερ ἦν ἔργα γυναικῶν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ Χριστοῦ. Ἦν μὲν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, πολλῷ δὲ ὕστερον χρόνῳ γέγονεν ὑπὲρ ἡμῶν ἀρχιερεὺς, ὥσπερ τινὰ ποδήρη τὸν ἐκ γυναικὸς ἄνθρωπον ἤτοι ναὸν ἀναλαβών· ἵνα τῷ ἰδίῳ αἵματι καθαρίσῃ τὸν λαὸν, ἑαυτὸν προσενεγκὼν ὡς ἀμνὸν ἄμωμον τῷ Θεῷ· Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὅτι οὐδὲν ἕτερον σημαίνειν βούλεται τὸ πιστὸς, ἢ ὅτι ἀληθινὸς καὶ ἀναλλοίωτος. Πιστὸς ὁ Σωτὴρ καλεῖται δικαίως, μίαν ὑπὲρ πάντων θυσίαν προσενεγκὼν, τὴν αὐτὴν ἀεὶ καὶ οὐκ 75.364 ἀλλαττομένην. Ἅπαξ γὰρ ἀποθανὼν ὑπὲρ ἡμῶν· οὐκ ὄψεται θάνατον ἐκ δευτέρου. Καὶ πάλιν ὁ Ἀπόστολος ἐπιστέλλων τισὶ λέγει· Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Πέτρος ὁμοίως· Ὥστε καὶ οἱ πάσχοντες πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν. Ὁ Ἀπόστολος Θεσσαλονικεῦσι· Πιστὸς ὁ καλῶν ἡμᾶς, ὃς καὶ ποιήσει. Καὶ ὁμοίως πρὸς ἑτέρους· Ε

Logos 21 rem close CLOSEOUT§logos-21-rem-close

logos-21-rem-closeRem CLOSEOUT: Heb 3 — apostle and high priest. LOGOS XXI CLOSEOUT.

Greek · §logos-21-rem-close

ῦ, καὶ ἅπερ ἂν ὁ Υἱὸς ἐπιτελῇ, ταῦτα πάντως ὁ Πατὴρ ἐργάζεται. ∆ιὰ τοῦτό φησιν ὁ Σωτήρ· Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν· ὁ δὲ Πατὴρ ἐν ἐμοὶ 75.365 μένων, ποιεῖ τὰ ἔργα αὐτός. Γίνεται τοίνυν Κύριος καὶ Χριστὸς, ὅτε καὶ ἄνθρωπος γεγονὼς, καὶ διὰ τοῦτο χρηματίσας δοῦλος, ἐκλήθη καὶ Ἰησοῦς. Οὐ γὰρ ἀπαρατηρήτως ὁ ἅγιος ἔφη μαθητής· Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός· ἀλλὰ προσέθηκεν, ὅτι Τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Χρὴ δὲ πάλιν εἰς τὴν τῶν γεγραμμένων ἀκρίβειαν ἐφορᾷν. Οὐ γὰρ εἶπεν ὅτι πεποίηκεν ἑαυτῷ Λόγον ἢ Υἱὸν, ἀλλὰ Κύριον καὶ Χριστὸν, ὅπερ οὐκ ἀρχὴν σημαίνει τοῦ εἶναι, ἀλλὰ τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάστασιν. Ὅπως δὲ γέγονε Κύριος ἢ Χριστὸς, ἐν τοῖς ἀνωτέρω προείρηται. Ἄλλως τὸ αὐτό. Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς, οὐκ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγων· ἦν γὰρ ἀεὶ καὶ πρὸ τῆς σαρκώσεως ὁ τοῦ Θεοῦ Λόγος, καὶ οὐκ ἄν τις εὖ φρονῶν τὸ ἐποίησεν ἐνθάδε κατὰ τῆς οὐσίας ἐκλάβοι, ἵνα μὴ ἀσεβεῖν ἀναγκάζηται· τότε πρῶτον διδοὺς ὑπάρξαι τὸν τοῦ Θεοῦ Λόγον, ὅτε γέγονεν ἄνθρωπος· ἀλλὰ τὸ ἐποίησεν, ἀντὶ τοῦ, ἀπέδειξε, νοητέον. Οὕτω καὶ αὐτὸς ὁ Πέτρος τοῖς Ἰουδαίοις προσδιαλεγόμενος ἔφασκεν· Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, καθὼς αὐτοὶ οἴδατε. Οὐκοῦν διὰ τῶν ἔργων δεικνύων ἐνυπάρχον αὐτῷ τοῦ Πατρὸς τὸ ἀξίωμα, Κύριος γίνεται τῶν πιστευσάντων εἰς αὐτόν· ἀναδείκνυται δὲ ὅτι καὶ αὐτός ἐστιν ὁ Χριστός. ∆ιὰ γὰρ τοῦτο τοῖς Ἰουδαίοις ἀπειθοῦσιν ἔλεγε· Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ πάλιν· Εἰ οὐ ποιῶ τὰ ἕργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ διὰ τοῦ δύνασθαι ποιεῖν τὰ ἔργα τοῦ Πατρὸς καὶ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, εἶναί τε ὁμοίως ἐν Πατρὶ, Θεὸς ὣν ἀληθινὸς ἀναδείκνυται, κατὰ τοῦτο γέγονε τῶν εἰς αὐτὸν πιστευσάντων Κύριος, ἐφάνη δὲ καὶ αὐτὸς ὢν ὁ Χριστός· εἰ δὲ παρὰ Θεοῦ πεποιῆσθαι Κύριος λέγεται, καὶ τοῦτο ἔχει καλῶς. Ἐπιγινωσκόμενος γὰρ διὰ τῶν ἔργων γνήσιόν τε καὶ ἀληθινὸν τοῦ Θεοῦ γέννημα, κυριεύει τῶν ἀπειθούντων πάλαι, τῷ τε οἰκείῳ ἀξιώματι καὶ τῇ ἐκ Πατρὸς εὐγενείᾳ μαρτυρούμενος ὡς Θεός. Ἐπειδὴ γὰρ ὅλως ἐγνώσθη Θεοῦ ὑπάρχων Υἱὸς, γέγονε καὶ Κύριος, οὐ τότε πρῶτον τοῦ εἶναι Κύριος ἀρξάμενος (ἦν γὰρ ἀεὶ καὶ Θεὸς καὶ Κύριος), ἀλλ' ὅτε παρὰ τοῖς πεπιστευκόσιν ἐγνώσθη, τότε γεγονὼς καὶ ἐπ' αὐτοὺς Κύριος. Ἀπόδειξις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι ὁ Λόγος ἦν ἀεὶ Κύριος καὶ βασιλεύς. Ὁ Ἀβραὰμ αὐτὸν προσεκύνει, Κύριον ἀποκαλῶν. Ὁ Μωσῆς ὁμοίως φησί· Καὶ Κύριος ἔβρεξε παρὰ Κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμοῤῥα. Ὁ Ψ

Logos 22 opening: day and hour unknown (Mk 13 / Mt 24)§logos-22-open

logos-22-openTwenty-second discourse. On “of that day and hour no one knows, not even the Son, but the Father alone.”

Ignorance language is read without sundering the Son’s essence from the Father who made ages and times.

Greek · §logos-22-open

ΛΟΓΟΣ ΚΒʹ. Εἰς τὸ, Περὶ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος. Ἀντίθεσις ἐκ τῶν Χριστομάχων. Καὶ πῶς, φασὶν, ἔσται κατ' οὐσίαν ὅμοιος ὁ Υἱὸς τῷ Πατρὶ, λέγων μὴ εἰδέναι τὴν ἡμέραν τῆς συντελείας τοῦ αἰῶνος· καίτοι τοῦ Πατρὸς εἰδότος, ὥς φησιν αὐτός;Πολὺ γὰρ ἐν τούτῳ τὸ ἀνόμοιον φαίνεται, καὶ φυσική τις διάστασις. Πρὸς τοῦτο λύσις. Εἰ αὐτός ἐστι ποιητὴς αἰώνων, καὶ χρόνων, καὶ και 75.369 ρῶν, ἔστι δὲ οὕτως, πῶς ὡς μίαν ἡμέραν καὶ ὥραν ἀγνοήσας παρ' ὑμῖν κρίνεται; Πῶς δὲ ἅπερ αὐτὸς ἐποίησε, μὴ εἰδέναι δύναται; Ἔστι τοίνυν ἐξετάσαι τὰ εἰρημένα παρ' αὐτοῦ πρὸς τοὺς μαθητάς. Καὶ σαφῶς ἔστιν ἐντεῦθεν ἰδεῖν, ὅτιπερ οἶδεν καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν ὡς Θεὸς, κἂν ἀποδεικνύων ἐν ἑαυτῷ τὸ ἀνθρώπινον, μὴ εἰδέναι λέγῃ. Εἰ γὰρ τὰ ἐσόμενα πάντα πρὸ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης διηγεῖται σαφῶς, καί φησιν· Ἔσται μὲν τόδε, συμβήσεται δὲ ἐκεῖνο, εἶτα τὸ τέλος· δῆλον ὅτι τὰ πρὸ αὐτῆς εἰδὼς, καὶ αὐτὴν ἐπίσταται. Μετὰ γὰρ τὰ εἰρημένα παρ' αὐτοῦ, τίθησιν, ὅτι Τὸ τέλος ἐστί. Τέλος δὲ τί ἂν ἕτερον εἴη ἢ πάντως ἡ ἐσχάτη ἡμέρα, ἣν ἀγνοεῖν ἔφησεν οἰκονομικῶς, ἀποσώζων πάλιν τῇ ἀνθρωπότητι τὴν αὐτῇ πρέπουσαν τάξιν; Ἀνθρωπότητος γὰρ ἴδιον τὸ μὴ εἰδέναι τὰ μέλλοντα. ΑΛΛΟ, διηγηματικῶς. Ἐν ταῖς τοῦ Σωτῆρος φωναῖς ἀνάγκη τὸν χρόνον ἐξετάζεσθαι, καθ' ὃν εἴρηται παρ' αὐτοῦ· οὕτω γὰρ τὸ πλανᾶσθαι διαφευξόμεθα. Εἰ μὲν οὖν πρὸ τῆς ἐνανθρωπήσεως ὁ τοῦ Θεοῦ Λόγος εὑρίσκεταί που ταπεινόν τι περὶ ἑαυτοῦ λαλήσας, ἀπτέσθω τῆς θεότητος αὐτοῦ, καὶ φερέσθω κατ' ἐκείνης τὰ ῥήματα. Εἰ δὲ ὅτε γέγονε σὰρξ, ἀνθρωπίναις ἐχρήσατο φωναῖς, ἵν' ὄντως ἑαυτὸν καὶ ἄνθρωπον ὄντα δείξῃ, πῶς οὐκ ἀκόλουθον εἰς τὴν ἀνθρωπότητα φέρειν τὰ ἀνθρωπίνως εἰρημένα; Τοῦτο γάρ ἐστιν ἀποδέχεσθαι τῆς οἰκονομίας τὸν τρόπον. Εἰ μὲν γὰρ οὐ γέγονεν ἄνθρωπος, λαλείτω πάντα ὡς Θεός·

Logos 22 rem early§logos-22-rem-early

logos-22-rem-earlyRem early: day and hour unknown (Mk 13 / Mt 24).

Greek · §logos-22-rem-early

εἰ δὲ γέγονεν ἄνθρωπος, συγχωρείσθω λαλεῖν καθὼς ἄνθρωπος, οὐδὲν αὐτὸν ἀδικούσης εἰς τὸν τῆς θεότητος λόγον τῆς καθ' ἡμᾶς οἰκονομίας. Τοῦτο γὰρ ἔσται τὸ παρὰ τοῦ Παύλου εἰρημένον· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἴδιον μὲν οὖν τοῦ Λόγου, καθὸ Λόγος ἐστὶ, τὸ εἰδέναι τῶν παρ' αὐτοῦ πεποιημένων τὴν ἀρχὴν καὶ τὰ τέλη· ἓν δὲ τῶν ποιημάτων ὁ χρόνος, καὶ ὁ ποιήσας αὐτὸν οἶδέ που πάντως καὶ μέχρι τίνος αὐτῷ τὸ συνεστάναι δεδώρηται. ΑΛΛΟ. Λέγει που πρὸς τὸν ἑαυτοῦ Πατέρα διαλεγόμενος Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν. Εἰ τοίνυν οἶδεν ἀκριβῶς τὴν ὥραν, ἣν ἐληλυθέναι λέγει, τί τὸ κωλύον εἰδέναι κἀκείνην, ἣν ὡς ἄνθρωπος ἀγνοεῖν μέν φησι διὰ τὸ τῇ ἀνθρωπότητι πρέπον, οἶδε δὲ πάντως ὡς Θεός; Χρὴ δὲ οὐ διὰ τὴν τοιαύτην φωνὴν κατηγορεῖν τοῦ Θεοῦ Λόγου, καὶ ῥιψοκινδύνως ἄγνοιαν αὐτῷ προσάπτειν τινά· ἀλλὰ μᾶλλον θαυμάζειν αὐτοῦ τὴν φιλανθρωπίαν, οὐ παραιτησαμένου διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν εἰς τοσαύτην ἑαυτὸν ταπείνωσιν καταγαγεῖν, ὡς πάντα φορέσαι τὰ ἡμῶν, ὧν ἓν ὑπάρχει καὶ ἡ ἄγνοια. ΑΛΛΟ. Ἐρωτητέον τοὺς χριστομάχους, ὅτου δὴ χάριν ὁ Σωτὴρ ἀγγέλους καὶ Υἱὸν ὀνομάσας, οὐδαμοῦ τοῦ 75.372 Πνεύματος ἐποιήσατο μνήμην; Οὐ γὰρ εἴρηκεν· Οὐκ οἶδε τὸ Πνεῦμα, ἀλλ' Οὐκ ἴσασιν οἱ ἄγγελοι, οὐδ' οἶδεν ὁ Υἱός· καὶ τοῦτο ἀπολελυμένως· οὐ γὰρ προστέθεικε, τοῦ Θεοῦ. ∆ῆλον οὖν ὅτι ἀγγέλους μὲν ἔφησεν ἀγνοεῖν ὡς κτίσματα. Εἰπεῖν δὲ τοῖς μαθηταῖς οὐ θελήσας, διά τινα λόγον οἰκονομίας ἀπόῤῥητον· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἵνα μὴ φαίνηται κρύπτων αὐτοὺς, καὶ διὰ τοῦτο λυπήσῃ, καὶ τὸν Υἱὸν ἔφησε μὴ εἰδέναι, ἀνθρωπινώτερον μὲν περὶ ἑαυτοῦ λέγων, ὥσπερ περὶ ἀνθρώπου· φυλάττων δὲ ἑαυτῷ τὸ εἰδέναι πάλιν πάντα ὡς Θεός. ∆ιὰ γὰρ τοῦτο οὐδὲ τὸ Πνεῦμα ἔφησεν ἀγνοεῖν. Εἰ γὰρ τὸ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ, καθὰ γέγραπται, οἶδε δηλονότι πάντα τὰ ἐν αὐτῷ. Καὶ εἰ τὸ Πνεῦμα τὸ πάντα εἰδὸς, καὶ τὰ πάντα περιεργάζεσθαι δυνάμενον, παρὰ τοῦ Υἱοῦ λαμβάνει· Ἐκεῖνο γὰρ, φησὶν, ἐξ ἐμοῦ λήψεται· πῶς ὁ Λόγος ἀγνοεῖ, ὁ τοῦ πάντα εἰδότος Πνεύματος χορηγός; ΑΛΛΟ. Εἰ πάντα δι' Υἱοῦ ὁ Πατὴρ ἐργάζεται, καθά φησιν ἡ Γραφή· χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ ὁρισθῆναι τὴν ἡμέραν καὶ τὴν ὥραν καθ' ἣν ὁ κόσμος ἕξει τὸ τέλος· ὥρισται δηλονότι καὶ τετύπωται καὶ τοῦτο δι' Υἱοῦ. Τὸ δὲ ὁρισθὲν δι' αὐτοῦ, πῶς ἀγνοεῖν δύναται; Οὐκοῦν οἶδεν ὡς Θεὸς, κἂν ἀγνοεῖν λέγῃ, καθὸ γέγονε σὰρξ, καὶ τὰ ἀνθρώπῳ πρέποντα φρονῇ. ΑΛΛΟ. Εἰ πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστι, καθά φησιν αὐτὸς, ἔχει δὲ ὁ Πατὴρ τὴν γνῶσιν τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης,

Logos 22 rem mid§logos-22-rem-mid

logos-22-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-22-rem-mid

θεῖν. Παραγαγὼν γὰρ εἰς μέσον τὴν ἱστορίαν τῶν κατὰ τοὺς χρόνους τοῦ Νῶε γεγονότων ἀνθρώπων, καὶ εἰρηκώς· Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἕως ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἦρεν ἅπαντας, ἐπήγαγεν εὐθύς· Γρηγορεῖτε οὖν καὶ ὑμεῖς, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται· καὶ πάλιν· Ἧ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Ἐχρῆν, δὲ εἴπερ αὐτὸς ἦν ὁ ἀγνοῶν, καθὸ Λόγος ἐστὶν, ἐκεῖνο μᾶλλον εἰπεῖν· Οὐκ οἶδα ποίᾳ ἡμέρᾳ ἔρχομαι, καὶ ᾗ οὐ δοκῶ ὥρᾳ πεμφθήσομαι. Ἐπειδὴ δὲ τοῖς ἀκροωμένοις, τὸ μὴ εἰδέναι τὸν καιρὸν ἢ τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ περιτέθεικε, δῆλός ἐστιν αὐτὸς μὲν εἰδὼς ὡς Λόγος. Ἀγνοεῖν δὲ λέγων, καθὸ τῶν ἀγνοεῖν πεφυκότων, δηλονότι ἀνθρώπων, τὴν ὁμοίωσιν ἐνεδύσατο. ΑΛΛΟ. Εἰ ἐκ τῆς εἰκόνος τῆς κατὰ τὸν Νῶε σημαίνειν βούλεται τῆς δευτέρας αὐτοῦ παρουσίας τὸν καιρὸν, ὅτε κρίνων ἐλεύσεται τὴν οἰκουμένην, φαίνεται δὲ τοῦ κατακλυσμοῦ τὴν ἡμέραν οὐκ ἀγνοήσας (οὕτω γὰρ ἔφησε τῷ Νῶε· Εἴσελθε, σὺ καὶ οἱ υἱοί σου, εἰς τὴν κιβωτόν· ἔτι γὰρ ἡμερῶν ἑπτὰ, ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν)· οἶδεν ἄρα τῆς ἑαυτοῦ παρουσίας τήν τε ὥραν καὶ τὴν ἡμέραν, ἵνα σώζηται τῶν πραγμάτων ἡ ὁμοιότης, καὶ ἡ ἐν ἐκείνοις εἰκὼν, ταύτην σημαίνῃ. ΑΛΛΟ, ἕτι εἰς τὸ αὐτό· Περὶ δὲ τῆς ἡμέρας καὶ ὥρας ἐκείνης, οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ μόνος ὁ Πατήρ. Ὅταν ἡ θεία λέγῃ Γραφὴ περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἐκοπίασεν ἐκ τῆς ὁδοιπορίας, καὶ ἐκάθευδεν εἰσελθὼν εἰς τὸ σκάφος, τί ἄρα ποιήσουσιν οἱ χριστομάχοι; Τολμήσουσιν ἄρα λέγειν καὶ ταῦτα ὑπομεῖναι τὸν τοῦ Θεοῦ Λόγον, ἢ ταῦτα μὲν ὡς τῆς ἀνθρωπότητος ἴδια προσάψουσι τῇ σαρκὶ, ἔξω δὲ αὐτῶν ὁμολογήσουσιν εἶναι τὸν τοῦ Θεοῦ Λόγον, ᾗ Λόγος ἐστίν· Ὥσπερ οὖν συγκεχώρηκεν ἑαυτὸν ὡς ἄνθρωπον γενόμενον μετὰ ἀνθρώπων καὶ πεινῇν καὶ διψῇν, καὶ τὰ ἄλλα πάσχειν, ἅπερ εἴρηται περὶ αὐτοῦ, τὸν αὐτὸν δὴ τρόπον ἀκόλουθον μὴ σκανδαλίζεσθαι, κἂν ὡς ἄνθρωπος λέγῃ 75.376 μετ' ἀνθρώπων ἀγνοεῖν, ὅτι τὴν αὐτὴν ἡμῖν ἐφόρεσε σάρκα. Οἶδε μὲν γὰρ ὡς σοφία καὶ Λόγος ὢν ἐν Πατρί· μὴ εἰδέναι δέ φησι δι' ἡμᾶς καὶ μεθ' ἡμῶν ὡς ἄνθρωπος. ΑΛΛΟ, δι' οὗ δείκνυται σαφῶς ὁ Σωτὴρ εἰδὼς μέν τινα, οἰκονομίας δὲ χάριν ἀγνοεῖν αὐτὰ σχηματιζόμενος. Λέγει που πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτήρ· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, καίτοι μηδενὸς ἀπαγγείλαντος αὐτῷ περὶ τούτου, ἀλλ' ὡς Θεὸς τὰ πάντα γινώσκων. Εἶτα μακρὰν ἐλάσας ὁδὸν ἅμα τοῖς μαθηταῖς, ἔρχεται πρὸς τὰς τοῦ μνημονευθέντος ἀδελφὰς, καὶ ἠρώτα· Ποῦ τεθείκατε αὐτόν; Ὁ εἰδὼς ὅτι κεκοίμηται, πῶς οὐκ οἶδε τὸν τόπον ὅπου ἔκειτο τὸ σῶμα; ἀλλ' οἶδεν. Ἀπίθανον γὰρ τὸ

Logos 22 rem close CLOSEOUT§logos-22-rem-close

logos-22-rem-closeRem CLOSEOUT: day and hour unknown (Mk 13 / Mt 24). LOGOS XXII CLOSEOUT.

Greek · §logos-22-rem-close

τὰ γὰρ τὸ ἐκ νεκρῶν ἀναστῆναι, μέλλων τε ἤδη λοιπὸν ἀναβαίνειν εἰς οὐρανοὺς, ἐρωτησάντων αὐτὸν τῶν μαθητῶν, πότε τὸ τέλος ἔσται, καὶ πότε πάλιν παραγενήσεται, δριμύτερον ἀπεκρίνατο λέγων· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Ἀλλ' εἴπερ ἠγνόει, σαφῶς αὐτὸν ἐχρῆν λέγειν· Εἶπον ὑμῖν, οὐκ οἶδα. Νυνὶ δὲ ὡς οὐκ εὐλόγως ἐρωτῶντας ἐλέγχει, καὶ ὡς μείζονα ἢ καθ' ἑαυτοὺς ἐξετάζοντας 75.377 ἀποτρέπει. ∆ῆλον οὖν ἐστιν ὅτι καὶ τότε, καίτοι πάντα εἰδὼς ὡς Θεὸς, διὰ τὸ εἶναι τὴν γνῶσιν ὑπὲρ τοὺς μαθητὰς, ἀνθρωπίνως ἔφασκε μὴ εἰδέναι τὴν ἡμέραν μηδὲ τὴν ὥραν ἐκείνην. ΑΛΛΟ. Ὅταν εὑρίσκηται ὁ Θεὸς ἐν μὲν τῷ παραδείσῳ λέγων πρὸς τὸν Ἀδάμ· Ποῦ εἶ; πρὸς δὲ τὸν Κάϊν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; τί ἄρα καὶ περὶ τούτου φατέ; Ἂν μὲν γὰρ ἀγνοοῦντα ποιεῖσθαι τὴν ἐρώτησιν λέγητε, φανερῶς δυσφημοῦντες εὑρίσκεσθε. Εἰ δὲ τρόπον οἰκονομίας εἰσάγεσθαί τινα διὰ τοῦτο δώσετε, μὴ ξενίζεσθε, κἂν ὁ τοῦ Θεοῦ Λόγος, δι' οὗ καὶ τότε τὴν ἐρώτησιν πρός τε Ἀδὰμ καὶ τὸν Κάϊν ἐποιεῖτο Θεὸς, οἰκονομῶν τι χρήσιμον μὴ εἰδέναι λέγῃ τὴν ἡμέραν ὡς ἄνθρωπος, καίτοι πάντα εἰδὼς ὡς σοφία τοῦ Πατρός. ΑΛΛΟ, δι' οὗ δείκνυται σαφῶς οἰκονομικῶς ἔσθ' ὅτε τὴν ἄγνοιαν σχηματιζόμενος ὁ Σωτήρ. Ὅτε κατὰ τὴν ἕρημον ὁ Σωτὴρ ἀποτρέφειν ἐβούλετο τοὺς ἀκολουθήσαντας αὐτῷ, λέγει πρὸς Φίλιππον· Πόσους ἄρτους ἔχετε; καὶ ἔστι μὲν ὡς ἀγνοοῦντος ἡ ἐρώτησις. ∆ιαμαρτύρεται δὲ παραχρῆμα λέγων ὁ εὐαγγελιστής· Τοῦτο δὲ ἔλεγε πειράζων τὸν Φίλιππον· αὐτὸς γὰρ ᾔδει τι ἔμελλε ποιεῖν. Εἰ τοίνυν ὅπερ ἔμελλε ποιεῖν ἐπιστάμενος, ὡς ἀγνοῶν ἐρωτᾷ, τί κωλύει καὶ νῦν χρησίμου τινὸς ἕνεκα συγχωρεῖν αὐτῷ, μὴ εἰδέναι λέγειν τὴν ἡμέραν καὶ τὴν ὥραν; Καὶ οὐ ψευδόμενος τοῦτό φησιν· εἰδὼς γὰρ ὡς Θεὸς Λόγος, δύναται ὡς ἄνθρωπος ἀγνοεῖν, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῇ, κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἔτι εἰς τὸ, Περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τῶν οὐ ρανῶν, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος. Πρότασις ὡς ἐκ τῶν αἱρετικῶν. Πάντα, φασὶν, οἶδεν ὁ Πατὴρ, οὐ πάντα δὲ ὁ Υἱὸς, κατὰ τὴν αὐτοῦ φωνήν· ταύτῃ γὰρ μάλιστα πρὸς ἀπόδειξιν χρῆσθαι καλόν. Εἰ τοίνυν οἶδε μὲν ὁ Πατὴρ τὴν ὥραν ἐκείνην, ἀγνοεῖ δὲ ὁ Υἱὸς, πῶς τῆς αὐτῆς ἔσται φύσεως τῷ πάντα εἰδότι ὁ μὴ τοιοῦτος; Πρὸς τοῦτο λύσις. Εἰ μὴ πάντα οἶδεν ὁ Υἱὸς, καθ' ὑμᾶς, ὦ χριστομάχοι, ψεύδεσθαι λέγειν ἀνάγκη τὰς θείας Γραφὰς, καὶ τῶν ἁγίων καταθρασύνεσθαι λεγόντων περὶ αὐτοῦ· Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Καὶ γὰρ ἐν τοῖς πᾶσιν ἐστὶ καὶ ἡ τῆς συντελείας ἡμέρα· οὐδὲν γὰρ ἔξω κεῖσθαι τὸ πάντα συγχωρεῖ. Εἰ δὲ ταύτην ἀγνοεῖ ὁ Υἱὸς, πῶς οἶδε

Logos 23 opening: all given into the Son’s hand§logos-23-open

logos-23-openTwenty-third discourse. On “the Father loves the Son and has given all into his hand,” and kindred receiving texts.

Receiving language is kept with shared possession: all the Father has is the Son’s.

Greek · §logos-23-open

ΛΟΓΟΣ ΚΓʹ. Εἰς τὸ, Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ εἰς τὸ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Καὶ εἰς τὸ, Οὐ δύναμαι ἐγὼ ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν· ἀλλὰ καθὼς ἀκούω, κρίνω· καὶ ὅσα τούτοις ὅμοιά ἐστι ῥητά. Ἀντίθεσις ἐκ τῶν αἱρετικῶν.Καὶ πῶς ἂν δύναιτο, φασὶ, κατ' οὐσίαν ὅμοιος εἶναι τῷ Πατρὶ ὁ Υἱὸς, ὁ λέγων εἰληφέναι πάντα παρὰ τοῦ Πατρός, Ἔχων γὰρ, οὐκ ἂν ἐδέξατο. Ἐπειδὴ δὲ φαίνεται λαβὼν, ὡς αὐτός φησι, δῆλός ἐστιν οὐδὲν ἔχων ἐξ ἑαυτοῦ. Πρὸς τοῦτο λύσις. Ὅταν οὖν ἀκούσῃς λέγοντος τοῦ Υἱοῦ, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι, καὶ τὰ ἐμὰ πάντα τοῦ Πατρός ἐστι, τί ἄρα ποιήσεις, αἱρετικέ; Εἰ γὰρ οὐδὲν ἔχει, καθ' ὑμᾶς, ὁ Υἱὸς ἐξ ἑαυτοῦ, ἔχει τοῦτο καὶ ὁ Πατήρ· καὶ εἰ πάντα ἔχει φυσικῶς ὁ Πατὴρ, ἔχει τοῦτο καὶ ὁ Υἱός. Ἀνάγκη τοίνυν, ἢ τὸ μηδὲν ἔχειν δύνασθαι λέγοντας τὸν Υἱὸν, περιθεῖναι τοῦτο καὶ τῷ Πατρὶ, ἵν' ἔχων φαίνηται τὰ τοῦ Υἱοῦ· ἢ εἰ τοῦτο φευκτέον, ἀνάγκη συνομολογεῖν κεκτῆσθαι τὸν Υἱὸν ὅσα καὶ ὁ Πατήρ. Τοῦ Πατρὸς γὰρ ἔφησεν εἶναι πάντα τὰ ἑαυτοῦ, καὶ αὐτὸς ἔχειν πάντα τοῦ Πατρός. 75.381 ΑΛΛΟ, διηγηματικῶς. Οὐ διὰ τὸ μὴ ἔχειν ὁ Υἱὸς, εἰληφέναι λέγεται παρὰ τοῦ Πατρός. Ἔχει γὰρ φυσικῶς, ἴδιος ὢν αὐτοῦ Λόγος καὶ ἀπαύγασμα, πάντα τὰ αὐτοῦ, δίχα μόνου τοῦ εἶναι καὶ λέγεσθαι Πατήρ. Λέγει δὲ εἰληφέναι παρὰ τοῦ Πατρὸς, προαναιρῶν ὡς Θεὸς τὰς τῶν αἱρετικῶν ὑπονοίας. Ἵνα γὰρ μή τις τὸν Υἱὸν θεωρῶν πάντα τὰ τοῦ Πατρὸς ἔχοντα ἐκ τῆς πολλῆς λίαν ὁμοιότητος καὶ ἀπαραλλάκτου ταυτότητος νομίσῃ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν, καὶ εἰς τὴν Σαβελλίου πλάνην ἐκπέσῃ, ἀναγκαίως εἰληφέναι φησὶ παρὰ Πατρὸς, φυσικῶς τοῦτο ἔχων· ἵν' ὁ λόγος εἰσφέρων ἕνα μὲν τὸν διδόντα, δεύτερον δὲ τὸν δεχόμενον, ἐν ἰδιαζούσαις ὑποστάσεσι δυάδα δεικνύῃ οὐ μόνοις ὀνόμασι διαστελλομένην. Ἴδιος δὲ ὢν τοῦ Πατρὸς ὁ Λόγος, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν, πάντα μὲν τὰ τοῦ Πατρ

Logos 23 rem early§logos-23-rem-early

logos-23-rem-earlyRem early: all given into the Son’s hand.

Greek · §logos-23-rem-early

ὸς ἀϊδίως ἔχει. Παρ' αὐτοῦ δέ φησιν εἰληφέναι διὰ τὸ ἐξ αὐτοῦ προελθεῖν, φυσικῶς ἔχων τὰ πάντα προσόντα αὐτῷ. ΑΛΛΟ. Οὐδὲν εἰς τὸν θεότητος λόγον τὸν Υἱὸν ἀδικήσει τὸ λέγειν· Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός μου· ἀλλὰ μᾶλλον ἀποδεικνύει σαφῶς κατὰ φύσιν ὄντα Υἱόν. Εἰ γὰρ πάντα αὐτῷ παρεδόθη, ἐν δὲ τῷ πάντα εἰπεῖν οὐδὲν ἀφῆκεν ἐκτός· οὐκ ἄρα εἷς ἐστι τῶν πάντων, ἅπερ καὶ εἰληφέναι φησὶν, ἀλλ' ἰδιάζουσαν ἐκ Πατρὸς τὴν γέννησιν ἔχει. Υἱὸς δὲ ὢν κατὰ φύσιν, ἔχει πάντως τὰ τοῦ γεννήσαντος ἴδια. Ἴδιον δὲ τοῦ γεννήσαντος τὸ πάντα ἔχειν· οὐκ ἄρα ἐνδεής τινος ὁ Υἱός. ΑΛΛΟ. Εἰ πάντα αὐτῷ παρεδόθη, καθά φησιν αὐτὸς, καὶ δέδοται ἐν τῇ χειρὶ αὐτοῦ, οὔτε τῶν πάντων εἷς ἔσται, ἀλλὰ καὶ μόνος φανεῖται κληρονόμος, ὡς Υἱός. Εἰ γὰρ εἷς ὢν καὶ αὐτὸς τῶν πάντων ἐτύγχανε, κατηριθμεῖτο ἂν ἐν τοῖς πᾶσι, καὶ οὐκ ἂν ἦν κληρονόμος. Ἐπειδὴ δὲ φαίνεται πάντα λαβὼν φυσικῶς τε καὶ οὐσιωδῶς, δηλονότι διατρεχούσης εἰς αὐτὸν τῆς τοῦ γεννήσαντος ἀρχῆς τε καὶ κυριότητος, ἄλλος ἐστὶ τῶν πάντων ἐξ ἀνάγκης, καὶ μόνος ἴδιος τοῦ Πατρὸς Υἱός. ΑΛΛΟ, διηγηματικῶς. Εὑρίσκεταί που λέγων ὁ Σωτήρ· Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ· ὅπερ ἀκόλουθον οὕτω νοεῖν. ∆ιὰ μὲν γὰρ τοῦ λέγειν, ∆έδωκε, τὸ ἐκ Πατρὸς ἔχειν φυσικῶς σημαίνει, καὶ καθ' ὑπόστασιν ἕτερον ἑαυτὸν πρὸς τὸν δεδωκότα δεικνύει· ἕτερον δὲ λέγω μόνον τῷ ἀριθμῷ. ∆ιὰ δὲ τοῦ λέγειν, Ὥσπερ ἔχει ὁ Πατὴρ, οὕτως ἔχει καὶ ὁ Υἱὸς, δῆλός ἐστιν ἐκεῖνο διδάσκων, ὅτι ὥσπερ ἀϊδίως ἔχει ὁ Πατὴρ ἐν ἑαυτῷ τὴν ζωὴν, οὕτω καὶ ὁ Υἱὸς ἀϊδίως ἔχει ζωὴν ἐν ἑαυτῷ. Εἰ μὲν οὖν τολμᾷ τις λέγειν εἶναι χρόνον ὅτε ζωὴν οὐκ εἶχεν ὁ Πατὴρ ἐν ἑαυτῷ, κρατεῖν ἀνάγκη 75.384 τοῦτο καὶ ἐφ' Υἱοῦ. Εἰ δὲ τοῦτο ἀσεβὲς, ἔχειν δὲ δώσομεν ἀεὶ τὸν Πατέρα ζωὴν ἐν ἑαυτῷ, ἔσται τοῦτο καὶ ἐφ' Υἱοῦ· τοῦτο γάρ ἐστι τὸ οὕτως ἔχειν αὐτὸν, ὥσπερ καὶ ὁ Πατήρ. Εἰ δὲ ἀεὶ ἔχων, εἰληφέναι λέγει, οἰκονομεῖ τι σοφὸν ἡ φωνὴ, καὶ οὐδὲν εἰς τὸν τῆς φύσεως λόγον ἀδικήσει τὸν Υἱόν. ΑΛΛΟ. Εἴ τις τῷ ἐκ τοῦ φωτὸς ἀπαυγάσματι περιθείη φωνὴν, εἶτα τοῦτο λέγοι· Πάντα μοι δέδωκε τὸ φῶς τὰ ἑαυτοῦ, φωτίζω γὰρ ὥσπερ ἐκεῖνο· ἆρ' εὐλόγως ἂν εἴποι μὴ ἐσχηκέναι ποτὲ τὸ ἀπαύγασμα τοῦ φωτίζειν τὴν δύναμιν; καὶ πῶς ἀπαύγασμα ἦν; Εἰ δὲ καὶ φωτίζειν δυνάμενον διὰ τὸ πάντα τὰ τοῦ φωτὸς ἔχειν, καὶ γεννᾶσθαι πάλιν ἐξ ἑαυτοῦ, εἰληφέναι λέγει παρ' αὐτοῦ, πῶς οὐκ ἄτοπον μὴ καὶ πλέον τι τοῦ παραδείγματος νοεῖν ἐπὶ τοῦ Θεοῦ Λόγου; Πάντα γὰρ ἔχων φυσικῶς ἐκ Πατρὸς, εἰληφέναι φησὶν ἐξ αὐτοῦ διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι, μετὰ πάντων ὧν ἔχει. ΑΛΛΟ, εἰς τὸ, Ἐδόθη μοι πᾶσα ἐξουσία· καὶ, ∆όξασόν σου τὸν

Logos 23 rem mid§logos-23-rem-mid

logos-23-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-23-rem-mid

ν αὕτη, εἰκότως ἰδιοποιεῖται τὰ εἰς αὐτὴν ἢ περὶ αὐτὴν γινόμενα, καὶ ὡς ἄνθρωπος μὴ ἔχων, δέχεται παρὰ τοῦ Πατρὸς ἅπερ ἔχει φυσικῶς, ὡς Υἱὸς καὶ Θεός. ΑΛΛΟ. Εἰ γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, γέγονε δὲ, καὶ ἀντερεῖν οἶμαι μηδένα, τί τὸ ἀναπεῖθόν τινας, μὴ ἐπιτρέπειν αὐτῷ ταῖς ἀνθρώπου κεχρῆσθαι φωναῖς; Ὁ γὰρ αὐτὸ τὸ πρᾶγμα μὴ φυγὼν, ἀλλ' 75.385 εἰς τοσαύτην ἑαυτὸν ταπείνωσιν καταγαγὼν, οὐκ ἂν ἔφυγε τὸ ἐν λόγοις ἑαυτοῦ φαίνεσθαι μετριώτερος. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, περιαπτέτωσάν τινες τῷ Λόγῳ τὰ ταπεινὰ ῥήματα, καὶ λεγέτωσαν αὐτὸν καὶ ἀγνοεῖν καὶ δόξης χρῄζειν, καὶ δέχεσθαί τι παρὰ τοῦ Πατρός. Εἰ δὲ γέγονεν ἄνθρωπος, ἔστωσαν τῆς ἀνθρωπότητος αἱ φωναὶ, καὶ μηδεὶς συκοφαντείτω τὸν τοῦ Θεοῦ Λόγον, ὡς οὐκ ἔχοντα τὸ τέλειον, ὥσπερ ὁ Πατήρ· μηδὲ ὑβριζέτω τὸ τοῦ Θεοῦ γνήσιον γέννημα. ΑΛΛΟ. Οὐχ ὁ τοῦ Θεοῦ Λόγος, ᾗ Λόγος ἐστὶ, δοξάζεται καὶ δέχεταί τι παρὰ τοῦ Πατρὸς, ἢ καὶ ἁγιάζεται, ἀλλ' ἡμεῖς ἐν αὐτῷ· καὶ δι' ἡμᾶς ταῖς τοιαύταις αὐτός τε ἐχρήσατο φωναῖς, καὶ ἡ θεία Γραφὴ τοιαῦτά τινα λέγει περὶ αὐτοῦ. Εἰ γὰρ, καθὼς οἴονταί τινες, εἰς τὸν τοῦ Θεοῦ Λόγον ἀναφέρειν χρὴ τὰ τοιαῦτα, ὁράτωσαν μὴ καὶ τὸν τῆς ἐπιδημίας τρόπον ποιοῦσιν ἀργὸν, καὶ τῆς παρὰ Θεοῦ χάριτος ἔρημον ἡμῶν τὴν φύσιν ἀποδεικνύουσιν. Εἰ γὰρ ὁ Λόγος ἐστὶν ὁ δοξασθεὶς καὶ ἁγιασθεὶς κατὰ τὴν θεότητα, ποία γέγονε τοῖς ἀνθρώποις ἡ ὄνησις, ἐκ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον; Φαίνεται γὰρ αὐτὸς ἀναστὰς ἐκ νεκρῶν, οὐχ ἡμεῖς. Τί δὲ αὐτὸν ἔπεισε γενέσθαι καὶ σάρκα; Εἰ μὲν γὰρ, ἵνα τὴν ἀνθρώπου φύσιν ὠφελήσῃ, ἀργὸν κατ' ἐκείνους τὸ ἐπιχείρημα· οὐδὲν γὰρ ἡ σὰρξ ὠφεληθεῖσα φαίνεται, ἀλλὰ μᾶλλον αὐτός. Καὶ εἰ ὅτε γέγονεν ἄνθρωπος, τότε φαίνεται καὶ δόξαν λαβὼν, καὶ ἁγιασμὸν, καὶ ἐξουσίαν, καὶ ὅσα τοιαῦτα φέρεται περὶ αὐτοῦ, πρόδηλόν ἐστιν ὅτι πρὸ τῆς ἐπιδημίας τούτων ἔρημος ὢν, κατ' ἐκείνους, λαμβάνει ταῦτα κατὰ τὸν τῆς ἐπιδημίας καιρόν. Χάριν οὖν ὁμολογείτω τῇ σαρκὶ, βελτίων ἀναδειχθεὶς, ὅτε πεφόρεκεν αὐτὴν, οὐ βελτιώσας αὐτήν. Ἀλλ' ἔστι τοῦτο καὶ φρονεῖν καὶ λέγειν δυσσεβέστατον. Ἐπεδήμησε γὰρ ἵνα δοξάσῃ τὸν ἄνθρωπον καὶ ἁγιάσῃ. Οὐχ ὁ Λόγος ἄρα ἐστὶν ὁ δεχόμενός τι· τέλειος γὰρ, ὥσπερ καὶ ὁ γεννήσας αὐτόν. Ἀλλ' ἡμεῖς ἐν αὐτῷ λαμβάνομεν, ὅτε τὴν ἡμετέραν ἐφόρεσε σάρκα· ὡς γὰρ ἀναστάντος αὐτοῦ, ἡμεῖς ἀνέστημεν, καὶ ἀναβεβηκότος αὐτοῦ πάλιν, εἰς οὐρανοὺς ἡμῖν ἡ ἄνοδος ἀνεκαινίσθη· οὕτως καὶ δοξάζεσθαι καὶ ἁγιάζεσθαι λεγομένου, ἡμεῖς ἐσμεν οἱ τούτων ἀπολαύοντες. ΑΛΛΟ, δι' οὗ δείκνυται σαφῶς, ἅπερ εἶχεν ὡς Θεὸς, δι' ἡμᾶς αἰτῶν ὡς ἄνθρωπος. Λέγει που Χριστός· Πάτερ, δόξασόν σου τὸν Υἱόν. Καὶ πάλιν· Πάντα μοι πα

Logos 23 rem close CLOSEOUT§logos-23-rem-close

logos-23-rem-closeRem CLOSEOUT: all given into the Son’s hand. LOGOS XXIII CLOSEOUT.

Greek · §logos-23-rem-close

ῷ τὴν ὑγίειαν ἐχαρίσατο; πῶς τῇ γυναικὶ τῇ ἁμαρτωλῷ τὰς ἁμαρτίας ἠφίει; νεκροὺς δὲ πῶς ἤγειρε; τυφλῶν δὲ πῶς ἀνέῳξεν ὀφθαλμούς; ∆ῆλον οὖν ἐντεῦθέν ἐστιν, ὅτι τὰς ἀνθρώπῳ πρεπούσας λέγει φωνὰς, οὐχ ὅτε Λόγος ἦν πρὸ τῆς ἐπιδημίας ἔξω σαρκός· ἀλλ' ὅτε γέγονεν ἄνθρωπος, εἰς ἡμᾶς καλῶν τὰς παρὰ τοῦ Πατρὸς δωρεάς. Οὕτω γὰρ λεγόμεθα καὶ θείας φύσεως γενέσθαι κοινωνοὶ, τοῦ Λόγου φορέσαντος τὴν ἡμῶν ταπείνωσιν, ἵν' ἡμᾶς ἀναγάγῃ πρὸς τὸ ὕψος τὸ ἑαυτοῦ, οὐχ ἵνα μείνῃ κάτω καθάπερ ἡμεῖς. ∆ιὰ γὰρ τοῦτο καὶ ἄνθρωποι τὴν φύσιν ὄντες, θεοὶ χρηματίζομεν, ὡς ὄντες καὶ τοῦτο ἐν Χριστῷ· Θεὸς γὰρ ὁ Χριστός. ΑΛΛΟ. Εἰ τὰ τῆς σαρκὸς ταπεινὰ ῥήματα τῇ θεότητι τοῦ Λόγου προσάπτειν ἐπιχειροῦσί τινες, ὅταν ἴδωσι θαυματουργοῦντα Χριστὸν διὰ τῆς σαρκὸς, τί ἐροῦσιν ἄρα; Πτύσας μὲν γὰρ καὶ ποιήσας πηλὸν, ἐθεράπευσε τὸν τυφλόν· ἐκτείνας δὲ τὴν χεῖρα καὶ ἁψάμενος τῆς σοροῦ, τὸν μονογενῆ τῆς χήρας ἀνέστησεν υἱόν· φωνὴν δὲ ἀφεὶς διὰ τοῦ σώματος, ἔξω τοῦ μνήματος ἐκάλεσε τὸν Λάζαρον. Ταῦτα μὲν γὰρ ἐτελεῖτο διὰ τῆς σαρκὸς, ἀλλ' οὐκ ἦν ἔργα σαρκός. Ὥσπερ οὖν εἰς τὴν φύσιν τοῦ πράγματος βλέποντες, τῇ δυνάμει τῆς θεότητος τὴν τῶν ἀποτελεσμάτων ἔκβασιν λογιζόμεθα, εἰ καὶ διὰ τῆς σαρκὸς ἐγένετο· οὕτως ὅταν διὰ τὴν σάρκα λέγῃ τι καὶ ἀνθρώπινον, μὴ τῷ Θεῷ Λόγῳ τοῦτο προσάπτωμεν, ἀλλὰ τῆς θεότητος ἀλλότριον ὁρῶντες αὐτὸ, φέρωμεν ἐπὶ τὴν σάρκα. Οὕτω γὰρ ἕκαστον τῶν γινομένων ἤτοι λεγομένων παρ' αὐτοῦ, ὥσπερ ἐν τῷ ἰδίῳ τόπῳ τιθέντες, ἀπλανῆ τὴν περὶ τοῦ Σωτῆρος ἡμῶν γνῶσιν ἔχοντες εὑρισκόμεθα. ΑΛΛΟ, διηγηματικῶς. Ἕνα Χριστὸν κηρύττουσιν αἱ θεῖαι Γραφαί· Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός. Ἀπὸ μὲν γὰρ τῶν ἔργων τῶν, ὅσα πρέπει μόνῳ τῷ Θεῷ, γνωρίζεται Θεός. Ἐπειδὴ δὲ σάρκα γεγονότα τὸν Λόγον, καθὰ γέγραπται, δεῖ καὶ ἄνθρωπον φαί 75.389 νεσθαι, οὐκ ἧν δὲ ἀλλαχόθεν ὁρᾶσθαι τοιοῦτον, εἰ μὴ ἐκ τῶν τῆς σαρκὸς ἀλοιδορήτων παθῶν τε καὶ λόγων, ἀναγκαίως καὶ τὰ ἀνθρώποις πρέποντα ποιεῖ τε καὶ λαλεῖ, ἵν' οὕτως δεικνύηται καὶ ἄνθρωπος γεγονώς. Ἔστι γοῦν ἰδεῖν κατὰ ταυτὸν ἀμφότερα ἐν αὐτῷ. Ἐπυνθάνετο μὲν γὰρ ποῦ κεῖται Λάζαρος ἀνθρωποπρεπῶς· ἤγειρε δὲ αὐτὸν, ὡς Θεός. Καὶ τῇ μὲν μητρὶ λεγούσῃ, Οἶνον οὐκ ἔχουσιν, ἐπέπληττεν ὡς ἄνθρωπος· τὸ δὲ ὕδωρ εὐθὺς εἰς οἶνον μετεποίει. Θεὸς γὰρ ἦν ἀληθινὸς ἐν σαρκὶ, καὶ σὰρξ ἀληθῶς ἐν Θεῷ. ∆ι' ὧν οὖν ἔδει γνωρίζεσθαι Θεὸν, ταῦτα θεϊκῶς ἐνεργεῖ· καὶ ἀφ' ὧν ἦν ἀναγκαίως ἄνθρωπον ὄντως ὁρᾶσθαι, ταῦτα ποιεῖ καὶ λέγει, οἰκονομῶν τῷ μυστηρίῳ τὴν ἀλήθειαν. Ἀποδιδόσθω τοίνυν Θεῷ τὰ Θεῷ χρεωστούμενα, καὶ τῇ ἀνθρωπότητι τὰ αὐτῇ πρέποντα καὶ ὀφειλόμενα, καὶ οὕτως ἔξω παντὸς

Logos 24 opening: human affections of the Savior§logos-24-open

logos-24-openTwenty-fourth discourse. On human sayings of the Savior — he wept, my soul is troubled, let this cup pass, and like texts.

Passible language is kept with the economy in flesh so bare Godhead is not made afraid.

Greek · §logos-24-open

ΛΟΓΟΣ Κ∆ʹ. Εἰς τὰ λεγόμενα περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως παρὰ τοῖς εὐαγγελισταῖς, εἰς τὸ, Ἔκλαυσε· καὶ εἰς τὸ, Νῦν ἡ ψυχή μου τετάρακται· καὶ εἰς τὸ, Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· καὶ εἰς τὸ, Περίλυπός ἐστιν ἡ ψυχή μου· καὶ ὅσα τούτοις ὅμοια ῥητὰ, παραθέσεις ἀποδεικτικαὶ καὶ ἀπὸ τῆς θείας Γραφῆς, τῶν χριστομάχων ἀνατρέπου σαι τὴν κακόνοιαν. Εἰ παρά τινος τῶν τυχόντων ἣ καὶ ἀνθρώπου ψι 75.392 λοῦ τὰς τοιαύτας εἰρῆσθαι πιστεύομεν φωνὰς, κλαιέτω μὲν ὡς ἄνθρωπος, καὶ φοβείσθω πάλιν καὶ δειλιάτω τὸν θάνατον, καὶ γινέσθω περίλυπος, καὶ ταραττέσθω, καὶ ὅσα πέφυκεν ἡ ἀνθρώπου φύσις ὑπομένειν, ταῦτα καὶ αὐτός. Εἰ δὲ Θεὸς ἦν ἐν σαρκὶ, ἦν δὲ τοῦτο, καὶ οὐχ ἑτέρως, τίνα φοβεῖται Θεός; Εἰ ἀληθὴς ἦν λέγων, Ἐγώ εἰμι ἡ ζωὴ, κατὰ τίνα τρόπον φοβεῖται τὸν θάνατον ἡ ζωή; Εἰ ἄλλους ἐκ θανάτου διέσωσε, πῶς δὲ αὐτὸς ἐφοβεῖτο τὸν θάνατον, ὁ τοὺς μαθητὰς ἐπαλείφων εἰς φρόνημα νεανικὸν, καὶ λέγων· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι; Πῶς ἂν αὐτὸς ἐφοβεῖτο τοῦτο παθεῖν, εἰ τὸν Ἀβραὰμ παραθαρσύνει, λέγων· Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι; Εἰ Μωσέα γοργότερον ἐποίει κατὰ τοῦ Φαραὼ, καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ναυῆ λέγει· Ἴσχυε καὶ ἀνδρίζου, πῶς αὐτὸς δειλίας ἔσται δεκτικὸς, ἢ πῶς ἀνθρώπους ἐφοβήθη, ὁ ἄλλοις συμβουλεύων εἰς τὸ μὴ φοβεῖσθαι, καὶ πείθων βοᾷν· Κύριος ἐμοὶ βοηθὸς, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος; Πῶς δὲ ὁ εἰς τοῦτο παρελθὼν, ἵνα τὸν θάνατον ἀποκτείνῃ, αὐτὸς ἐφοβεῖτο τὸν καθ' οὗ παραγέγονεν; Ἢ πῶς οὐ πάσης ἐπέκεινα δυσσεβείας ἐστὶ τὸ λέγειν φοβεῖσθαι τὸν ᾅδην, ὃν οἱ τούτου πυλωροὶ καὶ μόνον ἰδόντες κατέπτηξαν, καὶ τὰς ἀφύκτους πετάσαντες πύλας, ἀφῆκαν τὰ ἐναποκλεισθέντα πνεύματα, ὡς ἀναστῆναι τῶν ἁγίων πολλοὺς, καὶ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὰ γέγραπται, καὶ ὀφθῆναί τισι; Πῶς ἐφοβεῖτο τὸν θάνατον ὁ ἐν τῷ ζητεῖσθαι λέγων πρὸς τ

Logos 24 rem early§logos-24-rem-early

logos-24-rem-earlyRem early: human affections of the Savior.

Greek · §logos-24-rem-early

οὺς παραγεγονότας αὐτὸν συλλαβέσθαι· Ἐγώ εἰμι; Πῶς ἐφοβεῖτο τὸν θάνατον ὁ λέγων· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· καὶ· Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ; Οὐκ ἦν οὖν ἄρα καθ' ἑαυτὸν ὁ τοῦ Θεοῦ Λόγος ὁ τὸν θάνατον ὑποπτήξας· ἀλλ' ἦν ἐν αὐτῷ τὸ ἀνθρώπινον πεφυκὸς τοῦτο πάσχειν ἀεί. ΑΛΛΟ, διηγηματικῶς. Ἀνάγκη πᾶσα τοὺς ὀρθῶς ἐθέλοντας νοεῖν τὰ παρὰ ταῖς θείαις εἰρημένα Γραφαῖς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τὸν καιρὸν ἐξετάζειν καὶ τοὺς χρόνους καθ' οὓς ἢ αὐτὸς εἰρηκώς τι περὶ ἑαυτοῦ φαίνεται, ἢ αἱ θεῖαι Γραφαὶ περὶ αὐτοῦ. Εἰ μὲν οὖν πρὶν γένηται σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, ἢ κλαύσας ὁρᾶται πώποτε, ἢ θάνατον φοβηθεὶς, ἢ ἕτερόν τι τῶν ἀνθρωπίνων ὑπομείνας, κρατείτω καὶ νῦν τὰ εἰρημένα περὶ αὐτοῦ. Εἰ δὲ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ τὰς τοιαύτας φωνὰς περὶ αὐτοῦ εἰρήκασιν αἱ θεῖαι Γραφαὶ, τί μὴ μᾶλλον ἀνθρωπίνως εἰρῆσθαι τὰ τοιαῦτα φήσομεν, ἵνα τὸ ἐκ τῆς βλασφημίας διαφύγωμεν κακόν; ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων. Ὁ κλαύσας, φασὶ, καὶ φοβηθεὶς, καὶ περίλυπος γεγονὼς, πῶς ἔσται φύσει Θεός; Ἀνθρώπων γὰρ ἴδια τὰ τοιαῦτα. 75.393 Πρὸς τοῦτο λύσις. Ὁ τὸν Λάζαρον ἀναστήσας ἐκ νεκρῶν, καὶ τὸ ὕδωρ εἰς οἶνον μεταποιήσας, καὶ τὸ βλέπειν χαρισάμενος τῷ ἐκ γενετῆς τυφλῷ, εἰρηκώς τε ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, πῶς οὐκ ἔσται φύσει Θεός; Θεότητος γὰρ ἔργα φαίνεται τὰ γενόμενα. Εἰ δὲ ἐκ τῶν ἀνθρωπίνως εἰρημένων ἢ καὶ γενομένων σκανδαλίζεσθε, διὰ ποίαν αἰτίαν οὐκ ὠφελεῖσθε δι' ἐκείνων, ὅσα καὶ ποιήσας καὶ λαλήσας θεοπρεπῶς εὑρίσκεται; Καὶ πάλιν, εἰ δι' ἐκείνων εἰς τὸ νοεῖν τι ταπεινὸν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ καταβαίνετε, τί μὴ διὰ τούτων εἰς τὸ μεγάλα καὶ ὑψηλὰ νοεῖν ἀναβαίνετε; Ὁ γὰρ ἐκεῖνα ταπεινῶς εἰρηκώς τε καὶ παθὼν, καὶ ταῦτα ὑψηλῶς, ὡς Θεὸς, εἶπέ τε καὶ πέπραχεν. Οὐκοῦν ἡ τῆς ἐνανθρωπήσεως αἰτία, καὶ ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία, πρόφασις ἦν ἀναγκαία τοῦ γενέσθαι τινὰ καὶ ἀνθρώπινα. ΑΛΛΟ. Ἐξεταζέσθω τῆς ἐνσάρκου παρουσίας ἡ οἰκονομία, καὶ τῆς ἐνανθρωπήσεως ὁ τρόπος, καὶ πόῤῥω παντὸς κείσονται σκανδάλου τινὲς τῶν ἀκροωμένων, ὅσα περὶ τοῦ Σωτῆρος ἀνθρωπινώτερον λέγουσιν αἱ θεῖαι Γραφαί. Σκοπὸς τοίνυν τῷ ἐνανθρωπήσαντι Λόγῳ δεῖξαι σαφῶς, ὅτιπερ ὄντως σάρκα περιεβάλλετο, καὶ γέγονεν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς Λόγος (οὐ γὰρ ἦν ἑτέρως διασωθῆναι τὸ ἀνθρώπινον γένος)· ἀλλ' ἵνα μή τις ἀκούων ὅτι γέγονε σὰρξ, μεταπεποιῆσθαι τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον ὑπολάβῃ, καὶ ἕτερόν τι γενέσθαι παρ' ὅπερ ἦν ἐξ ἀρχῆς, ἀναγκαίως ποτὲ μὲν τὰς ἀνθρώπῳ πρεπούσας ἀφίησι φωνάς· ποτὲ δὲ δεικνύει πράγματα θεότητι μό

Logos 24 rem mid§logos-24-rem-mid

logos-24-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-24-rem-mid

· ὥστε καὶ αὐτὸν συναριθμεῖσθαι τῇ κτίσει, τὸν ταύτης ὄντα ποιητήν. Ἢ τοίνυν ἀπόδος τῷ Υἱῷ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα, καὶ οὐχ εὑρήσεις τὸν ἐν ἰσότητι τοῦ Πατρὸς ὄντα Λόγον καθ' ἑαυτὸν, ᾗ Λόγος ἐστὶ, κλαίοντα ἢ λυπούμενον, ἢ φόβῳ βαλλόμενον· ἢ εἰ μὴ πιστεύεις λέγοντι αὐτῷ, ὅτιπερ ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα, μηδὲ ὅτι λελύπηται λέγοντι πιστεύσῃς· καὶ οὕτως ἔσῃ μετὰ τῶν ἀπίστων Ἰουδαίων, οὐδὲν ὅλως τῶν παρὰ τοῦ Σωτῆρος εἰρημένων δεχόμενος. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Γέγονεν οὖν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος· οὐκ εἰς ἄνθρωπον ἦλθεν, ὥσπερ ἐν τοῖς προφήταις· ἀλλ' ὄντως τοῦτο γέγονεν ὅπερ καὶ ἡμεῖς, δίχα μόνης ἁμαρτίας. Ἔστιν οὖν Θεὸς μὲν, ᾗ Λόγος ἐστὶ τοῦ Πατρὸς, καὶ τῆς οὐσίας αὐτοῦ τὸ ἴδιον· ἄνθρωπος δὲ, καθὸ γέγονε σὰρξ, ὡς γέγραπται, καὶ τὴν ἡμῶν περιεβάλετο σάρκα. Ὅρον οὖν ἐχούσης τοῦτον τῆς πίστεως τῆς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, διακρινέσθωσαν αἱ περὶ αὐτοῦ φωναὶ κατὰ τὸν λόγον τὸν πρέποντα. Κἂν ἀκούσῃς· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, μίαν ὅρα τὴν θεότητα τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς, καὶ Θεὸν ἐννόει τὸν Υἱὸν ἐκ τῆς οὐσίας ὄντα τοῦ Πατρός. Ἐὰν δὲ πάλιν ἀκούσῃς περὶ αὐτοῦ, ὅτι ἔκλαυσε καὶ ἐλυπήθη, καὶ ἐπτοήθη, καὶ ἀδημονεῖν ἤρξατο, ἐννόει πάλιν ἄνθρωπον ὅντα μετὰ τὸ εἶναι Θεὸν, καὶ ἀνατίθει τῇ ἀνθρωπότητι τὰ αὐτῇ χρεωστούμενα. Ἐπειδὴ γὰρ θνητὸν καὶ φθαρτὸν ἀπέλαβε σῶμα, καὶ τοῖς τοιούτοις πάθεσιν ὑποκείμενον, ἀναγκαίως μετὰ τῆς σαρκὸς καὶ τὰ αὐτῆς ἰδιοποιεῖται πάθη καὶ αὐτῆς ὑπομενούσης αὐτὰ, ὡς αὐτὸς ὑπομένων λέγεται. Οὕτως γάρ φαμεν ὅτι καὶ ἐσταυρώθη καὶ ἀπέθανε, τοῦτο παθούσης τῆς σαρκὸς, οὐκ ἰδίᾳ καὶ καθ' ἑαυτὸν τοῦ Λόγου· ἀπαθὴς γάρ ἐστι καὶ ἀθάνατος. Οὐκοῦν ὀρθοδόξως ἐκληψόμεθα τὰ εἰρημένα, τῇ μὲν θεότητι νέμοντες τὰ θεοπρεπῆ, ἀνατιθέντες δὲ τῇ σαρκὶ τὰ δι' αὐτὴν καὶ ὡς ἐξ αὐτῆς εἰρημένα διὰ τῶν ἐν ἡμῖν φυσικῶν κινημάτων· ὧν ὁ νοῦς ἔχων τὴν αἴσθησιν, ἀναβλύζει διὰ γλώττης τὰ ἐν βάθει κατὰ τὸ ἀφανὲς ἀφώνως ψιθυριζόμενα. ΑΛΛΟ, διηγηματικῶς. Γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ' ἵνα πάντα τὰ ἑαυτοῦ ταῖς ἡμῶν 75.397 ἀσθενείαις ἀναμίξας τρόπον τινὰ καὶ συγκεράσας, νευρώσῃ τὴν ἀνθρώπου φύσιν, καὶ πρὸς τὴν ἑαυτοῦ μεταποιήσῃ στεῤῥότητα. Ὅταν οὖν φαίνηται δειλιῶν τὸν θάνατον καὶ λέγων· Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐννόει πάλιν ὅτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ, ἐδιδάσκετο φορουμένη παρὰ τοῦ Λόγου μηκέτι τοῦτο πάσχειν. Ἔλεγε γὰρ πρὸς τὸν Πατέρα· Οὐχ ὡς ἐγὼ θέ

Logos 24 rem close CLOSEOUT§logos-24-rem-close

logos-24-rem-closeRem CLOSEOUT: human affections of the Savior. LOGOS XXIV CLOSEOUT.

Greek · §logos-24-rem-close

φύσεως. ΑΛΛΟ, εἰς τὸ, Θεέ μου, Θεέ μου. Ἐπὶ τῷ σταυρῷ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καυχώμεθα, καὶ πιστεύομεν διὰ τοῦτο σεσῶσθαι, ὅτιπερ ὁ τοῦ Θεοῦ Λόγος ἄνθρωπος γεγονὼς δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐσταυρώθη, ἵνα τὸν ἐν ἡμῖν καταργήσῃ θάνατον, καὶ πάλιν ἡμᾶς ἑαυτῷ συναναστήσῃ, ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν μεταβαλών. Ἔδει τοίνυν καὶ παρ' αὐτὸν τὸν τοῦ πάθους καιρὸν ἄνθρωπον ὄντως γεγονότα φαίνεσθαι, καὶ οὐ κατά τινα φαντασίαν ὑπονοεῖσθαι ὡς ἄνθρωπον. Καὶ διὰ ταύτην τὴν αἰτίαν ἐλάλει μὲν τὰ ἀνθρώπῳ πρέποντα· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; καὶ, Παρελθέτω ἀπ' 75.400 ἐμοῦ τὸ ποτήριον. Ἐδείκνυ δὲ διὰ τῶν ἔργων ὅτι Θεός ἐστιν, ὁ δι' ἡμᾶς ἐνανθρωπήσας, καὶ ταῦτα ὑπομένων ἐν τῷ σταυρῷ, διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν· συνέστελλε μὲν γὰρ τὴν ἡλιακὴν ἀκτῖνα, καὶ σκότῳ περιέβαλλε τὸν οὐρανὸν, ἔσχιζε δὲ τὰς πέτρας, καὶ τὴν γῆν καὶ τὸ καταπέτασμα τοῦ ναοῦ· ἕτερά τε πρὸς τούτοις ἐποίει μεγάλα, ἵνα Θεὸς ἐνανθρωπήσας φαίνηται. Καὶ γοῦν οἱ σταυρώσαντες καὶ πάλαι γελῶντες αὐτὸν, τὰ γενόμενα θεϊκῶς ὁρῶντες ἔλεγον· Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος. ΑΛΛΟ. Ἄνθρωπος γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, οὐχ ἵνα πάλιν ὡς Θεὸς πρὸ τῆς ἐνανθρωπήσεως πάντα πράττῃ καὶ λαλῇ, ἀλλ' ἵνα πολλάκις καὶ διὰ τὴν χρείαν τῆς μετὰ σαρκὸς οἰκονομίας καὶ ὡς ἄνθρωπος λέγῃ τινά. Ταύτην ἔχοντος τοῦ μυστηρίου τὴν δύναμιν, πῶς οὐκ ἄτοπον σκανδαλίζεσθαι τοὺς ἀκροωμένους ἀνθρωπινώτερον ἔσθ' ὅτε λαλοῦντος αὐτοῦ; Λαλεῖ γὰρ ὡς ἄνθρωπος, λαλεῖ δὲ καὶ ὡς Θεὸς, ἔχων ἐν ἀμφοτέροις τὴν ἐξουσίαν. Ἀνθρωπίνως μὲν γὰρ ἔλεγε· Νῦν ἡ ψυχή μου τετάρακται, θεϊκῶς δὲ πάλιν· Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Τὸ μὲν οὖν ταράττεσθαι, τῆς σαρκὸς ἴδιον πάθος· τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναί τε καὶ πάλιν λαβεῖν, τῆς τοῦ Λόγου δυνάμεως ἔργον ἐστίν. Ὥσπερ οὖν ὅταν λέγῃ τι θεϊκῶς, καίτοι φαινόμενος ἄνθρωπος, οὐ σκανδαλιζόμεθα, ἀλλ' ἐννοοῦμεν τὸν ἐνοικοῦντα τῇ σαρκὶ Λόγον· οὕτως ὅταν τι λαλῇ καὶ ὡς ἄνθρωπος, μὴ σκανδαλιζώμεθα, ἐννοοῦντες ὅτι δι' ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ τὰ τῇ ἀνθρωπότητι πρέποντα λαλεῖ. ΑΛΛΟ. ∆ιὰ πολλὴν καὶ ἄμετρον φιλανθρωπίαν ἑαυτὸν ἡμῖν ἐκέρασεν ὁ τοῦ Θεοῦ Λόγος· οὐχ ἵνα μεταποιηθῇ πρὸς τὸ ἡμέτερον αὐτὸς, ἄτρεπτος γάρ ἐστι καὶ ἀλλοίωσιν οὐκ εἰδὼς, ἀλλ' ἵν' ἡμᾶς ἀναμίξας ἑαυτῷ, μεταβάλῃ πρὸς τὸ οἰκεῖον. Ὥσπερ γὰρ ἡμεῖς αὐτὸν δεξάμενοι διὰ τὸ ἐνοικῆσαι σαρκὶ, πάντα λοιπὸν ἔχομεν τὰ αὐτοῦ· καὶ γὰρ καὶ υἱοὶ κεκλήμεθα καὶ θεοὶ, εἰ καὶ μὴ φυσικῶς ὥσπερ αὐτὸς, ἀλλά γε κατὰ χάριν· οὕτω καὶ αὐτὸς, ὅτε πρὸς ἡμᾶς ἀνεμίχθη γενόμενος ἄνθρωπος, ἐφόρεσε τὰς ἀσθενείας ἡμῶν· καὶ ὡς αὐτὸς πεπονθὼς νενόμισται ἰδιοποιούμενος

Logos 25 opening: firstborn of all creation; not creature§logos-25-open

logos-25-openTwenty-fifth discourse. On “firstborn of all creation,” that the Son is not a creature.

Firstborn is balanced by Only-begotten so creatural ranking does not swallow the Son.

Greek · §logos-25-open

ΛΟΓΟΣ ΚΕʹ. Εἰς τὸ, Πρωτότοκος πάσης κτίσεως, ὅτι οὐ κτίσμα ὁ Υἱός. Ἀντίθεσις ἐκ τῶν χριστομάχων. Εἰ μὴ κτίσμα, φασὶν, ὑπάρχει ὁ Υἱὸς, οὐκ ἂν ἐκλήθη πρωτότοκος πάσης κτίσεως· ὡς γὰρ πολλὴν ἔχων πρὸς τὰ γεγονότα τὴν εὐγένειαν, εἰ καὶ πρῶτος αὐτῶν εἴη καὶ πρὸ πάντων ἐστὶ, καὶ ταύτῃ κέκληται τῇ ἐπωνυμίᾳ. Πρὸς τοῦτο λύσις. Πρὸς μὲν τὰ τοιαῦτα τῶν αἱρετικῶν προβλήματα οὐ χαλεπὸν ἀντιλέγειν. Ἐκεῖνο δὲ χρὴ πρῶτον εἰπεῖν· Εἰ τὸ πρωτότοκος ὄνομα συγκατατάττει τῇ κτίσει τὸν Υἱὸν, ὑπεξελεῖται πάντως αὐτὸν ἡ τοῦ Μονογενοῦς προσηγορία· ὥσπερ γὰρ οὐκ ἄν τις καλοῖτο πρωτότοκος, εἰ μὴ πολλοὺς ἔχοι τοὺς ἀδελφοὺς, ὧν ἐστι καὶ πρωτότοκος, οὕτως οὐκ ἂν εἴη μονογενὴς, εἰ μὴ μόνος ὑπάρχοι, ἑτέροις τισὶν οὐ συναριθμούμενος. Πῶς οὖν ἐστι καὶ πρωτότοκος καὶ μονογενής; ∆εῖ γὰρ ἢ ἐκεῖνο κρατεῖν ἢ τοῦτο. Ἐπειδὴ δὲ ἡ θεία Γραφὴ ἀμφοτέροις αὐτὸν ἀποκαλεῖ τοῖς ὀνόμασι, ζητεῖν ἀναγκαῖον τοὺς ὅσοι ταῖς θείαις Γραφαῖς προσβάλλουσιν ἀκριβῶς, πῶς μὲν ἔσται πρωτότοκος, κατὰ τίνα δὲ τρόπον καὶ μονογενής. Μονογενὴς μὲν οὖν, καθὸ Λόγος ἐστὶν ἐκ Πατρὸς, ἀδελφοὺς κατὰ φύσιν οὐκ ἔχων, οὐδὲ ἑτέρῳ τινὶ συνταττόμενος εἷς γὰρ καὶ μόνος ὁ Υἱὸς τοῦ Θεοῦ· πρωτότοκος δὲ οὐχ ἁπλῶς, οὐδὲ ἀπολελυμένως, ἀλλ' ἐν πολλοῖς ἀδελφοῖς, καθὰ γέγραπται. Πότε οὖν ἄρα γέγονεν ἡμῶν ἀδελφὸς, εἰ μὴ ὅτε τὴν ἡμῶν περιεβάλετο σάρκα; Οὐκοῦν τότε 75.404 πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν υἱοὺς ἀπέδειξε Θεοῦ. ΑΛΛΟ. Πρωτότοκος πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρῶτος αὐτῆς κατὰ χρόνον ὑπάρχων, οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμασιν ὑπάρχων οὐσίας, ἀλλὰ καθάπερ ἤδη προείρηται, διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Ἐπιτηρῆσαι δὲ ὅμως κἀκεῖνο καλὸν, μονογενὴς καλεῖται καὶ πρωτότοκος. Ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ συμπεπλεγμένης αἰτίας, καθ' ἥν ἐστι μονογενὴς, τοῦτο καλεῖται, ἀλλ' ἀπολελυμένως, μονογενὴς Θεὸς ὁ ὢν

Logos 25 rem early§logos-25-rem-early

logos-25-rem-earlyRem early: firstborn of all creation; not creature.

Greek · §logos-25-rem-early

εἰς τὸν κόλπον τοῦ Πατρός. Ὅτε δὲ πρωτότοκον αὐτὸν αἱ θεῖαι καλοῦσι Γραφαὶ, εὐθὺς ἐπιφέρουσι καὶ ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι' ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν. Φασὶ γὰρ, Πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, καὶ Πρωτότοκος ἐκ τῶν νεκρῶν. Ἐπειδὴ γὰρ ἔδει τὸν Υἱὸν τοῦ Θεοῦ κατὰ φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἄνθρωπος τοῦτο μὴ ἀπολέσαι, εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως. Οὐ γὰρ καθὸ γέγονεν ἄνθρωπος, ἐλάττων ἔσται τινὸς ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει· ἀλλὰ καὶ οὕτω πρωτεύσει καὶ καθηγήσεται πάσης ὁμοῦ κτίσεως, ἅτε δὴ ποιητὴς ὑπάρχων αὐτῆς καὶ Κύριος. Οὕτω καὶ ὁ εὐαγγελίστης φησίν· Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. ΑΛΛΟ. Εἰ, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, ἄλλος ἔσται τῶν πάντων. Ἐν γὰρ τῷ εἰπεῖν πάντα, οὐδὲν ἀφῆκεν ἐκτὸς ὃ μὴ γέγονεν δι' αὐτοῦ. Οὐκοῦν κτίσμα μὲν ὁ Υἱὸς οὐκ ἔσται, κτίστης δὲ μᾶλλον τῶν πάντων, καθὰ γέγραπται. Οὐ γὰρ εἴρηκεν ἡ θεία Γραφὴ, ὅτιπέρ ἐστι πρωτότοκος τῶν ἄλλων κτισμάτων, ἵνα μὴ ὄντως ὡς ἐξ αὐτῶν εἶναι νοοῖτο, ἀλλὰ πάσης κτίσεως πρωτότοκον αὐτὸν εἶναί φησιν, ἵνα διὰ τοῦτο, ὡς εἰπεῖν, ὅλης ὁμοῦ τῆς κτίσεως ἐν μέρει κειμένης, ἕτερος εἶναι παρ' αὐτὴν πιστεύηται. Ὁ δὲ ἔξω πάσης ὑπάρχων κτίσεως, οὐκ ἂν εἴη κτιστῆς οὐσίας, ἀλλ' ἕτερος παρὰ ταύτην. Καὶ γοῦν ἡ θεία Γραφὴ τὴν τοιαύτην ἐπιτήρησιν εἰδυῖα σαφῶς, οὐκ ἐκάλεσε τὸν Ῥουβὴμ πρωτότοκον πάντων τῶν τέκνων τοῦ Ἰακὼβ, ἵνα μὴ ἕτερος εἶναι παρὰ τούτους νομίζηται· ἀλλὰ μετὰ πολλῆς ἀκριβείας πρωτότοκον αὐτὸν εἶναί φησι τοῦ Ἰακὼβ καὶ τῶν ἀδελφῶν αὐτοῦ. ΑΛΛΟ. Εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκον πάσης κτίσεως τὸν Υἱὸν, τῇ κτίσει συγκαταριθμεῖν αὐτὸν ἐπιχειροῦσί τινες, ἔσται καὶ αὐτὸς ἐν τοῖς πᾶσιν. Εἰ δέ τις δοίη τοῦτο κρατεῖν, ἑαυτοῦ πρωτότοκος ἔσται, καθὸ πάσης κτίσεως πρωτότοκος ὢν, καὶ αὐτὸς ἐν τοῖς πᾶσίν ἐστιν. Ἔσται οὖν ἑαυτοῦ καὶ πρῶτος καὶ δεύτερος. Εἰ μὲν γὰρ διὰ τὸ πάσης κτίσεως εἶναι πρω 75.405 τότοκος, ἔξω τῶν πάντων αὐτὸν κεῖσθαι νοήσαιμεν, πρῶτος ἔσται τῶν πάντων. Εἰ δὲ τοῖς πᾶσι καὶ αὐτὸς συνταχθήσεται, ἑαυτοῦ κατὰ χρόνον ἔσται δεύτερος· πρῶτος μὲν κατ' ἐκεῖνον τὸν τρόπον, δεύτερος δὲ κατὰ τοῦτον. ΑΛΛΟ. Εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκος πάσης κτίσεως, εἶς ἔσται καὶ αὐτὸς τῶν κτισμάτων, γέγονε δὲ πάντα δι' αὐτοῦ, ἑαυτοῦ ποιητὴς ἔσται, καθ' ὑμᾶς, καὶ ὁ κτίζων κτίζεται, καὶ τοῦτο δι' ἑαυτοῦ. Εἰ γὰρ ἐν τοῖς πᾶσίν ἐστι καὶ πάντα δι' αὐτοῦ, ἀληθὲς ἔσται τὸ εἰρημένον. Καὶ εἰ πᾶσα ἡ κτίσις ἐν αὐτῷ συνέστηκε, πῶς εἶς τῶν πάντων εἶναι δύναται, ὁ τοῖς πᾶσι τὸ συνεστάναι διδούς; ΑΛΛΟ διηγη

Logos 25 rem mid§logos-25-rem-mid

logos-25-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-25-rem-mid

ως κατὰ τὴν φύσιν, καὶ διὰ τὸ εἶναι κτίσμα τοῖς ἄλλοις ἅπασι προσεοικώς. Συγγενὴς οὖν ἔσται καὶ ἀλόγοις ζώοις, ὀρνέοις τε καὶ νηκτοῖς. Καὶ ταῦτα γὰρ, εἰ καὶ ἐλάχιστα, μέρη γοῦν πάσης τῆς κτίσεώς ἐστιν. Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκοῦν εὐσεβῶς πρωτότοκος μὲν, ὡς ἐν πολλοῖς ἀδελφοῖς διὰ τοὺς κατὰ χάριν εἰς υἱοθεσίαν κεκλημένους νοηθήσεται. 75.408 Πάσης δὲ κτίσεως ἀνωτέρω κείσεται, ὡς πρὸ ταύτης ὢν, καὶ εἰς τὸ εἶναι ταύτην παραγαγὼν, κτιστῆς τε αὐτὸς οὐχ ὑπάρχων οὐσίας. ΑΛΛΟ. Ὥσπερ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ἐκλήθη, διὰ τὸ κεκλῆσθαι πρὸς υἱοθεσίαν Θεοῦ κατὰ χάριν τοὺς δι' αὐτοῦ σεσωσμένους· καὶ πάλιν πρωτότοκος καὶ ἀπαρχὴ τῶν νεκρῶν διὰ τὸ αὐτὸν εἰς ἀφθαρσίαν ἐγηγέρθαι πρὸ πάντων· οὕτως ἀρχὴ ὁδῶν ἐκτίσθαι λέγεται, διὰ τὸ πάντας δι' αὐτοῦ δύνασθαι λοιπὸν τρέχειν εἰς σωτηρίαν. Ὅτι μὴ δι' ἄλλην αἰτίαν μονογενὴς κέκληται, ἀλλ' ἢ ὡς μόνος κατ' ἀλήθειαν γεννηθείς. Ἀπολογία αὐτολεξεί. Εἰ διὰ τὸ μόνον ἀμεσιτεύτως αὐτὸν γεγονέναι, διὰ τοῦτο μονογενὴς, ἀβουλήτως γέγονεν· εἰ δὲ τῶν γενομένων οὐδέν ἐστιν, ὃ βουλὴ Θεοῦ οὐκ ἐμεσίτευσεν· οὐκ ἄρα διὰ τὸ ἀμεσιτεύτως γεγονέναι, διὰ τοῦτο μονογενὴς, ἀλλὰ διὰ τὸ μόνον τοῦτον εἶναι καρπὸν πατρικόν. ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς, ὅτι μόνος ὑπ' ἐκείνου γέγονε, καθ' ὑμᾶς, οὐκ ἂν εἴη τῶν καθόλου δημιουργὸς ὁ τοῦτον μόνον, ἀλλ' οὐ πάντα, πεποιηκώς. Εἰ δὲ ἔστι τῶν καθόλου δημιουργὸς ὁ Πατήρ· τὰ πάντα γὰρ ἐξ αὐτοῦ· οὐχ ὡς μόνος ἄρα ὑπάρξας ὁ Υἱὸς μονογενὴς, ἀλλ' ὡς μόνος φυσικῶς γεννηθείς. ΑΛΛΟ. Εἰ μονογενὴς, ὅτι μόνος ὑπὸ μόνου γέγονε, μόνος δὲ ἥλιος ἡμέραν ποιεῖ, μονογενὴς ἡλίου καὶ ἡ ἡμέρα λεχθήσεται. Εἰ δὲ καὶ μόνος τις καὶ μιᾶς ἐπιστήμης γέγονεν εὑρετὴς, ἢ μιᾶς εἰκόνος αὐτουργὸς, μονογενῆ εἴη ἂν αὐτῷ γεννήματα τὰ μόνα ὑπ' αὐτοῦ πεποιημένα. Εἰ δὲ μηδεὶς πώποτε μονογενὲς τὸ μόνον ἔργον κέκληκε, πῶς ὁ Υἱὸς ὡς γενόμενος, ἀλλ' οὐχ ὡς γεννηθεὶς, μονογενὴς νοηθήσεται; ΑΛΛΟ. Εἰ μὴ ὡς γεννηθεὶς μόνος, οὐ μὴν καὶ γενόμενος, μονογενὴς κέκληται, κέκληται δὲ καὶ τὸ τοῦ Ἰεφθάε θυγάτριον μονογενὲς, εἴη ἂν μόνον ἔργον αὐτοῦ, ἀλλ' οὐ γέννημα. Ἢ εἴπερ ὡμολόγηται μονογενὲς αὐτὸ εἶναι, διὰ τὸ μόνον ἐκ τοῦ ἰδίου γεγεννῆσθαι πατρὸς, καὶ ὁ Υἱὸς δῆλον ὅτι μονογενὴς, μόνος τῆς τοῦ Πατρὸς οὐσίας γεννητῶς κληρονόμος. ΑΛΛΟ. Εἰ ἐπεὶ μόνος τοιοῦτος γέγονε, διὰ τοῦτο μονογενὴς, μόνον δὲ ἔργον τοιοῦτον ὁ οὐρανὸς γέγονεν, ὁποῖόν ἐστιν, εἴη ἂν καὶ αὐτὸς μονογενής. Εἰ δὲ καίτοι πολλὰ καὶ μόνα κτίσματα γενόμενα οὐκ ἐῤῥέθη μονογενῆ, ὁ Υἱὸς ἄρα μονογενὴς οὐχ ὡς μόνος τοιοῦτος γενόμενος, ἀλλ' ὡς μόνος γεννηθείς. 75.409 ΑΛΛΟ. Εἰ διὰ τοῦτο μονογενὴς ὅτι μόνος τῶν πάντων ὑπερέ

Logos 25 rem close CLOSEOUT§logos-25-rem-close

logos-25-rem-closeRem CLOSEOUT: firstborn of all creation. LOGOS XXV CLOSEOUT.

Greek · §logos-25-rem-close

οῦ καρπὸς ἀποκυηθεὶς ἀγαθός. ΑΛΛΟ. Εἰ πρωτότοκος ἐκ Θεοῦ, ὡς τῶν πολλῶν πρῶτος γεννηθεὶς, ἔστι δὲ καὶ ἐκ Παρθένου πρωτότοκος, εἴη ἂν καὶ ἐξ αὐτῆς ὡς πρῶτος ἑτέρων. Εἰ δὲ μόνος, ἀλλ' οὐ πρὸ ἄλλων γεννηθεὶς ἐκ Μαρίας, πρωτότοκος αὐτῆς κέκληται· καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ' ὡς μόνος γεννηθείς. ΑΛΛΟ. Εἰ διὰ τοῦτο πρωτότοκος, ὅτι τῶν ἄλλων πρῶτος γεγέννηται, τὸ δὲ πρῶτον γεννώμενον οὐ διοίσει τῶν ἐκ τοῦ αὐτοῦ μετ' αὐτὸ γεννηθέντων, οὐδὲ ὁ Υἱὸς ἄγα τῶν μετ' αὐτὸν εἴη ἂν κρείττων. Εἰ δὲ τὸ ποιοῦν τοῦ ποιουμένου κατὰ πάντα διαφέρει, ποιεῖ δὲ ὁ Υἱὸς, διαφέροι ἂν τῶν πάντων· καὶ πῶς ἂν τῶν 75.412 ἑαυτοῦ δημιουργημάτων εἴη πρωτότοκος, ὃς πρῶτος τῆς Υἱοῦ προσηγορίας γενόμενος αὐτοῖς αἴτιος; ΑΛΛΟ. Εἰ τὰ πρῶτα τῶν δευτέρων αἴτια ὡμολόγηται, πρῶτον δὲ ἦν Θεὸς καὶ Θεοῦ Υἱὸς, τῶν ἄρα λεγομένων καὶ αἴτιος ὁ Υἱὸς, ὡς ἐξ ἐκείνου. Ὁ ἄρα αἴτιος τῶν δευτέρων υἱῶν, εἰ λέγοιτο πρωτότοκος, οὐχ ὡς πρῶτος ἐκείνων ὑπάρξας, ἀλλ' ὡς πρῶτος τῆς υἱοῦ προσηγορίας γενόμενος αὐτοῖς αἴτιος. ΑΛΛΟ. Εἰ διὰ τοῦτο πρωτότοκος ὅτι πρῶτος γέγονε, τῷ δὲ πρῶτον, ἀλλ' οὐ μόνον τι πεποιηκότι, μετὰ τὸ πρῶτον ἕπεται πεποιηκέναι καὶ ἕτερα· ὁ Υἱὸς ἄρα πεποίηκεν οὐδέν. Ἐπεὶ δὲ πεποίηκεν, οὐχ ὡς κτισθεὶς πρωτότοκος, ἀλλ' ὡς τῶν πάντων ἐν αὐτῷ κτισθέντων τῶν τε ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς. ΑΛΛΟ. Εἰ διὰ τὴν τῶν κτισμάτων πάροδον ὑπέστη, χάριν αὐτοῖς ἕξει, ὅτι τῆς γενέσεως αὐτοῦ γεγόνασιν αἴτια. ΑΛΛΟ. Εἰ ἐπεὶ μὴ ἔφερεν ἡ κτίσις αὐτουργοῦντα τὸν ἀγένητον, διὰ τοῦτο δημιουργεῖ ὁ Υἱὸς, μέση τις ἂν εἴη αὐτὸς δύναμις, καὶ οὔτε αὐτὸς ἂν εἴη ἀγένητος· οὐκ ἂν γὰρ ἔφερεν αὐτὸν ἡ κτίσις, οὐδ' αὖ τῶν γινομένων· οὐ γὰρ ἔφερεν αὐτὸς τὸν ἀγένητον. Τούτων δ' ὁπότερον οὐκ ὄντος αὐτοῦ, λείπεται γέννημα αὐτὸν τῆς ἀγεννήτου φύσεως ὁμολογεῖν. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ Θεὸς ἀληθινὸς, φησὶν, ἔστιν ὁ Υἱὸς, πῶς αὐτὸν τοῖς γενητοῖς συναριθμεῖ καὶ ἡ θεία Γραφὴ λέγουσα, Πρωτότοκος πάσης κτίσεως; Ἀνάγκη γὰρ πᾶσα τοιοῦτον εἶναι καὶ αὐτὸν κατὰ φύσιν, ὁποῖά περ ἂν ὑπάρχῃ καὶ τὰ ὧν ἐστι πρῶτος. Πρὸς ταῦτα λύσις. Ἀσεβὴς ὁ λόγος, καὶ πολλὴν ὠδίνων τὴν ἀτοπίαν. Εἰ γὰρ ἔσται τοῖς μετ' αὐτὸν γεγονόσιν ἀναγκαίως ὁ Υἱὸς παραπλήσιος, ἐπεὶ καὶ πρωτότοκος αὐτῶν καλεῖται, γέγονε δὲ οὐκ ἄνθρωπος μόνον, ἀλλὰ καὶ ζῶα πολλὰ καὶ διάφορα, ὥρα λοιπὸν δυσσεβοῦντας ὑμᾶς ἀδεῶς, ὦ χριστομάχοι, λέγειν ὅτι καὶ τοῖς ἀλόγοις ζώοις ὁ αὐτός ἐστι κατὰ φύσιν ὁ Υἱός. Οὐκοῦν οὐ πάντως ἔσται συγγενὴς ὧν καὶ πρωτότοκος εἶναι λέγεται· καλεῖται δὲ τοῦτο, δεικνυούσης ἡμῖν τῆς θείας Γραφῆς, ὅτι πάντες ἐν Υἱῷ καὶ δι' Υἱοῦ πρὸς τὸ ἴσον αὐτῷ σχῆμα

Logos 26 opening: not mine to give seats at right/left§logos-26-open

logos-26-openTwenty-sixth discourse. On the Zebedee request: “to sit at my right or left is not mine to give.”

Refusal of that gift is read without denying equality of power with the Father.

Greek · §logos-26-open

ΛΟΓΟΣ Κ ςʹ. Εἰς τὸ εἰρημένον ἐπὶ τοῖς υἱοῖς Ζεβεδαίου, τὸ, Καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, εἴπερ ἦν ἐν ἰσότητι τοῦ Πατρὸς, ἔφησεν ἂν ἐπὶ τοῖς Ζεβεδαίου παισίν· Οὐκ ἔστιν ἐμὸν δοῦναι; Τοῦτο γὰρ διαῤῥήδην οὐκ ἔχοντος ἐξουσίαν ἐστιν, οὐδὲ δυναμένου παρασχεῖν ὅσπερ ἦν ἐκείνοις ἐν εὐχῇ. Οὐκοῦν οὐδὲ ἴσος τῷ Πατρὶ τῷ πάντων ἔχοντι τὴν ἐξουσίαν. Πρὸς τοῦτο λύσις. Πολλὴν, ὦ θεομάχοι, κἀν τούτῳ τὴν ἀπαιδευσίαν ἔχοντες εὑρεθήσεσθε. Ἐχρῆν γὰρ δή που πάντως ὑμᾶς τὰς τοῦ Σωτῆρος ἀκριβῶς περιεργάζεσθαι φωνὰς, οὐκ ἀπερισκέπτως τὰ καλῶς εἰρημένα κατηγορίας ποιεῖσθαι προφάσεις. Προσῆλθον οἱ Ζεβεδαίου παῖδες τὰς ἐν ἄκρῳ κειμένας αἰτοῦντες τιμάς. Ἀλλ' ἦν ἀπίθανον μὴ τὴν τοῦ χορηγοῦντος περιμένειν φιλοτιμίαν, ἁρπάζειν δὲ ὥσπερ τὴν ἑτέροις ἔσθ' ὅτε χρεωστουμένην δωρεάν. Πρὸς οὖν τὴν οὔτως ἄτοπον αἴτησιν εἰκότως φησὶν ὁ Σωτὴρ, Οὐκ ἔστιν ἐμὸν δοῦναι, οὐχ ὅτι μὴ ἐδύνατο παρασχεῖν, ἀλλ' ὅτι τῶν πονούντων ἐστὶν ἀναλόγως οἷς κάμνουσι κομί 75.416 ζεσθαι τὸν μισθόν. Ὥσπερ γὰρ εἴ τις τοῖς εἰς ἀγῶνα κεκλημένοις τὰ γέρα προθεὶς, λέγοι πρὸς αὐτούς· Οὐκ ἐμόν ἐστιν, ὦ οὗτοι, τὸ μεῖζον ἑλεῖν, καὶ ᾦ βούλομαι παρασχεῖν, οὐ γὰρ ἐπὶ τούτοις τέθεικα τῷ σταδίῳ τοὺς ὅρους· ἀλλ' ἐκεῖνος λήψεται τοῦτο, ᾧ τὸ πάντας νικᾷν περιποιήσει δικαίως τὸ τιμᾶσθαι μειζόνως. Οὕτω καὶ ὁ Σωτὴρ οὐκ εὔλογον εἶναί φησι τοῖς αἰτοῦσι τὸ μεῖζον ἐπιδοῦναι προχείρως, τὸν ὀφείλοντα δικαίως λαβεῖν παρωσάμενον. Ἀλλ' ἐκείνους ἔχειν ἐστὶ πρεπωδέστερον, οἷς ἡ τοῦ Πατρὸς πρόγνωσις διὰ τὴν τῶν ἀνδραγαθημάτων ὑπεροχὴν τοῦτο ηὐτρέπισεν· ἔστιν ο

Logos 26 rem early§logos-26-rem-early

logos-26-rem-earlyRem early: not mine to give seats at right/left.

Greek · §logos-26-rem-early

ὖν ὁ λόγος οὐκ ἀσθενείας ἀπόδειξις, ἀλλ' οἰκονομικῆς ἀσθενείας. ΑΛΛΟ. Εἰ μὴ δύναται, καθ' ὑμᾶς, ὦ θεομάχοι, τοῖς Ζεβεδαίου παισὶν ἀποπληρῶσαι τὴν αἴτησιν, καὶ διὰ τοῦτό φησιν, Οὐκ ἔστιν ἐμὸν δοῦναι, πῶς ἐν ἑτέροις εὑρίσκεται πᾶσιν ὁμοῦ τοῖς μαθηταῖς τοῦτο χαρισάμενος, δι' ὧν οὔτω φησίν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους; Τοῦτο γὰρ οὐ τὰ ἐσόμενα προφητεύοντός ἐστιν, ἀλλ' ὀρέγοντος ὡς συγκεκμηκόσι τὴν χάριν. Εἰ μὲν οὖν ἀληθεύει τὰ τοιαῦτα λέγων, πῶς ὁ πᾶσι διδοὺς, δύο μόνων αἰτούντων ἀσθενεῖ; Εἰ δὲ τολμᾶτε λέγειν μὴ εἶναι τὴν ὑπόσχεσιν ἀληθῆ, ἀρκέσει τοῦτο πρὸς τὸ πᾶσαν καθ' ὑμῶν κυροῦσθαι κακίαν. Ψεύδεσθαι γάρ φατε τὴν ἀλήθειαν. Ὥσπερ οὖν εἰ τοῖς Ζεβεδαίου παισὶν οὐκ ἐδύνατο παρασχεῖν, οὐκ ἂν ἦν ἴσος τῷ Πατρὶ, οὕτως ἐπειδήπερ πᾶσι φαίνεται διδοὺς, ἴσος ἔσται τῷ γεγεννηκότι. ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων ὁ Σωτὴρ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, ἐν δὲ τοῖς πᾶσίν ἐστι καὶ τὸ διδόναι χάριν ἣν ἂν βούλοιτό τισιν, οὐκ ἐξ ἀσθενείας ἔφησεν, Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' ἔχει λόγον οἰκονομίας τὸ ῥῆμα. ΑΛΛΟ. Ὁ προφήτης Ἡσαΐας τοὺς περὶ τοῦ Σωτῆρος ποιούμενος λόγους, φησί που σαφῶς· ∆ιὰ τοῦτο αὐτὸς κυριεύσει πολλῶν, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ. Εἰ τοίνυν αὐτὸς ἐπιμερίζει τοῖς ἁγίοις τὰς τιμὰς, πῶς αὐτὸν ἐροῦμεν μὴ δύνασθαι παρασχεῖν ὅπερ ἂν βούλοιτό τισι; Καὶ εἰ πάντα ὁ Πατὴρ ἐργάζεται δι' Υἱοῦ, ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ διανέμεσθαι τοῖς ἁγίοις τὰ γέρα, αὐτὸς ἔσται πάλιν ὁ διδοὺς, ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα. Λύσις τοῦ ῥητοῦ, Οὐκ ἔστιν ἐμὸν δοῦναι, καὶ ὅπως αὐτὸ χρὴ νοεῖν σαφὴς διδασκαλία. Τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παραινοῦντος τοῖς μαθηταῖς, τὸ μηδὲν ὅλως τῶν ἐν τῷδε τῷ βίῳ κεκτῆσθαι θέλειν, ἀφιλοχρηματεῖν δὲ μᾶλλον, καὶ ἀπερι 75.417 σπάστως προσεδρεύειν Θεῷ, ὅλους τε ἐξ ὅλων ἀνακεῖσθαι τῇ εἰς αὐτὸν λατρείᾳ, καὶ πλουσίαν ἐπὶ τούτοις ἀποδώσειν ἐπαγγελλομένου τιμὴν τοῖς φυλάττουσι τὴν ἐντολὴν, προσῆλθον λέγοντες· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι, τί ἄρα ἔσται ἡμῖν; Πρὸς ταύτην αὐτῶν τὴν πεῦσιν ἀποκρίνεται Χριστός· Ὑ

Logos 26 rem mid§logos-26-rem-mid

logos-26-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-26-rem-mid

μεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ταύτην οἱ Ζεβεδαίου παῖδες τὴν ἐπαγγελίαν ἀκούσαντες ἦλθον εἰς ἐπιθυμίαν οὐ πρέπουσαν αὐτοῖς Τὸ γὰρ πᾶσι τοῖς μαθηταῖς προτεθὲν ὡς ἐν ἀμοιβῇ τῆς πρὸς τὸν Χριστὸν εὐνοίας, ἁρπάζειν ἤθελον μόνοι· αἰδοῖ δὲ τοῦ μὴ δοκεῖν ἐπιθυμίᾳ δόξης ἡττῆσθαι κενῆς, αὐτοὶ μὲν σιωπῶσι τὸ κατὰ νοῦν οὐκ ἐκφαίνοντες, διακονεῖν δὲ αὐτοῖς τὴν μητέρα πρὸς τοῦτο παρασκευάζουσι. Καὶ δὴ προσελθοῦσά φησιν· Εἰπὲ ἵνα οἱ δύο υἱοί μου καθίσωσιν εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου. Φαίνεται τοίνυν διὰ τούτων, τὸ πᾶσι χρεωστούμενον, μόνοις ἁρπάζουσα τοῖς ἑαυτῆς παισὶν ἡ γυνή. Εἰ γὰρ μὴ τοῦτό ἐστι, ποῖον ἔχει λόγον, τὸ ἤδη δοθὲν αὖθις προσιοῦσαν αἰτεῖν; Καὶ αὐτοὶ γὰρ ἦσαν ἐν τοῖς ἀκούσασιν, Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, καθίσεσθε ἐπὶ δώδεκα θρόνους. Εἰδὼς δὲ ὁ Σωτὴρ ὡς Θεός τι ἦν ἐν τῷ ἀνθρώπῳ, προσκαλεῖται μὲν τοὺς Ζεβεδαίου παῖδας, ἀποτόμως δὲ οὐκ ἐλέγχει φιλάγαθος ὢν, ἵνα μὴ τῷ βάρει τῆς λύπης βαπτίσῃ πρὸς ἀθυμίαν· πιθανῶς δέ φησιν, Οὐκ ἔστιν ἐμὸν δοῦναι· καὶ οὐ δή που κατηγορεῖ τῆς ἑαυτοῦ φύσεως, ὡς οὐκ ἐχούσης τὸ δύνασθαι παρασχεῖν (ἄτοπον γὰρ ὄντως καὶ λίαν εὔηθες οὕτω νοεῖν, εἴπερ ἤδη φαίνεται τοῦτο παρεσχηκὼς καὶ ἐπαγγειλάμενος), ἀλλ' ἐπειδὴ, φησὶν, ἄδικον αἴτησιν καὶ χάριν τοιαύτην, ἣν οὐκ ἐμοὶ πρέπει παρασχεῖν, ἐπιζητεῖτε λαβεῖν, Οὐκ ἔστιν ἐμὸν δοῦναι. Εἰμὶ γὰρ δίκαιος κριτὴς, καὶ πρὸς ἀξίαν τοῖς ἑκάστου πόνοις ἀποδιδοὺς, ὡς ἐν ὀφλήματος τάξει τὰ γέρα. Ἄλλως τε δόξαν ἐνομίσατε κενὴν τὸ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων· ἀλλ' οὐκ ἔστιν ἐμὸν τοῦτο παρασχεῖν. Ὁ γὰρ διδάσκων μὴ νοσεῖν, οὐκ ἂν αὐτὸς νόσον ἐπιδοίη τινί· ὥσπερ ἂν εἰ τὸ πῦρ τῷ καταψύχεσθαι βουλομένῳ, καὶ τοῦτο αἰτοῦντι παρ' αὐτοῦ, λέγοι, Οὐκ ἔστιν ἐμὸν ὂ ζητεῖς ἐπιδοῦναί σοι· φύσεως γὰρ ἑτέρας εἰμί. ∆ίκαιος οὖν ὑπάρχων ἀγωνοθέτης, οὐ τοῖς αἰτοῦσιν ἁπλῶς ὀφείλω παρασχεῖν, οὐδὲ πάντας ἀδικήσας τοὺς ἀγωνιζομένους, εἰς δύο μόνους συνενεγκεῖν τὰς τιμάς· ἀλλὰ τοῖς ἑκάστου κατορθώμασιν ἀναλόγως ἀποδοῦναι τὰ αὐτῷ χρεωστούμενα.

Logos 26 rem close CLOSEOUT§logos-26-rem-close

logos-26-rem-closeRem CLOSEOUT: not mine to give seats at right/left. LOGOS XXVI CLOSEOUT.

Greek · §logos-26-rem-close

Ἐκείνων οὖν ἐστι λαβεῖν οἷς τοῦτο δικαίως ηὐτρέπισται παρὰ τοῦ Πατρὸς, τοῦ ἐν ἐμοὶ καὶ δι' ἐμοῦ πάντα ἐργαζομένου. Οἰέσθω δὲ μηδεὶς, διὰ τὸ αὐτὸν μὴ δύνασθαι παρασχεῖν, τὴν τοῦ Πατρὸς ἐπωνυμίαν εἰσφέρεσθαι, καὶ παρ' αὐτοῦ τοῖς ἁγίοις ηὐτρεπίσθαι λέγειν τὰς τιμάς. Ἀλλ' οἰκονομικῶς φησι τοῦτο· ἔθος γὰρ αὐτῷ πᾶν ὅπερ ἂν ὑπερέχοι τὴν ἀνθρώπου φύσιν ἀναβαῖνον, τοῦτο ἀνατιθέναι τῷ 75.420 Πατρὶ ὡς Θεῷ. Θεὸς δὲ ὢν καὶ αὐτὸς κατὰ φύσιν καὶ ἒν ὡς πρὸς τὸν Πατέρα, οὐκ ἀδυνατήσει περὶ τὸ ἀνατεθὲν τῇ θείᾳ φύσει, ἀλλ' αὐτὸς ἔσται πάντων ἐργάτης. Φιλαρχίαν οὖν τινα καὶ κενὴν ὠδίνοντας δόξαν εὑρίσκει τοὺς Ζεβεδαίου παῖδας, καὶ πιθανῶς ἀποτρέπει μὲν καὶ ἐξίστησι τοῦ κακοῦ, μέτρια δὲ μᾶλλον διδάσκει φρονεῖν· καὶ τοῦτο διὰ τῶν ἐφεξῆς εἰσόμεθα. Ἀγανακτοῦσι μὲν γὰρ οἱ ἕτεροι μαθηταὶ, τὸ πᾶσι προτεθὲν καὶ ὀφειλόμενον ὑπὸ δύο μόνων ἁρπαζόμενον βλέποντες, ὅσον εἰς τὴν αἴτησιν καὶ τοῦ γυναίου τὴν πρόσοδον. Προσκαλεσάμενος δὲ, ὡς γέγραπται, πάντας ὁ Σωτὴρ, παιδεύει τοὺς Ζεβεδαίου παῖδας, καί φησιν ἀπολελυμένως, ἵνα μὴ πρὸς μόνους αὐτοὺς ἀποτείνεσθαι· Οἱ βασιλεῖς τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ ἄρχοντες κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτως δὲ ἔσται ἐν ὑμῖν· ἀλλ' ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος. Ἑαυτὸν δὲ τοῦ πράγματος εἰκόνα παράγει προθείς· Καθὼς καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι. Ἐπισφραγίζων δὲ ὥσπερ τὰ εἰρημένα, καὶ τρανότερον ἐκτιθέμενος τὸν ἐν αὐτοῖς σκοπὸν, ἐπισυνάπτει παραβολὴν, δι' ἧς πάλιν συμβουλεύει τοὺς κεκλημένους εἰς ἄριστον, μὴ δεῖν αὐτομάτως ἐπὶ τὸν πρῶτον ἰέναι τόπον· περιμένειν δὲ τὴν ἀπὸ τοῦ δειπνοκλήτορος τιμήν. Κρεῖττον γὰρ, φησὶ, τὸ ἐν τῷ τελευταίῳ κείμενον τόπῳ διὰ τῆς τοῦ ἑστιῶντος φωνῆς ἐπὶ τὸν πρῶτον καλεῖσθαι, ἢ ἐν πρώτῳ τεθέντα θερμῶς πέμπεσθαι πρὸς τὸν ὕστερον, ἑτέρου παρόντος, ᾧ τὸ ἐν πρώτῳ κεῖσθαι παρὰ τοῦ πανηγυριάρχου χρεωστούμενον φαίνεται. ∆έδεικται τοίνυν ὅλου τοῦ κεφαλαίου καθεξῆς τὴν πρέπουσαν ἐσχηκότος βάσανον, οὐκ ἀσθενήσας περὶ τὸ δοῦναι τὴν χάριν ὁ Σωτήρ· ἀλλὰ τῆς προαποδεδομένης οἰκονομίας ἕνεκα, λέγων τὸ, Οὐκ ἔστιν ἐμὸν δοῦναι· καὶ περιττὴ λοιπὸν ἡ τῶν φλυαρούντων μανία.

Logos 27 opening: only true God (Jn 17:3)§logos-27-open

logos-27-openTwenty-seventh discourse. On “that they may know you, the only true God, and Jesus Christ whom you sent.”

“Only true God” of the Father is not taken as denial of the Son’s natural deity.

Greek · §logos-27-open

ΛΟΓΟΣ ΚΖʹ. Εἰς τὸ, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Ἰδοὺ, φασὶν, αὐτὸς ὁ Υἱὸς μόνον εἶναι Θεὸν ἀληθινὸν ὁμολογεῖ τὸν Πατέρα, καὶ αὐτὸς δὲ ὁ Πατὴρ εὑρίσκεται λέγων· Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. Πῶς οὖν ὑμεῖς συνεισάγετε πρώτῳ καὶ μόνῳ καὶ κατ' ἀλήθειαν ὄντι Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν, ὡς ὄντα καὶ αὐτὸν κατὰ φύσιν Θεόν; Πρὸς τοῦτο λύσις. Εἰδέναι χρὴ πρῶτον ὡς οὐκ εἰς ἀναίρεσιν τοῦ Υἱοῦ τὰ τοιαῦτά φησιν ὁ Πατήρ. Τί γὰρ ἦν τὸ εἰς ταῦτα παρελθεῖν παροτρύναν αὐτόν; Εἰ μὲν γὰρ ὡς ἄνθρωπος τῷ ἐξ α

Logos 27 rem early§logos-27-rem-early

logos-27-rem-earlyRem early: only true God (Jn 17:3).

Greek · §logos-27-rem-early

ὐτοῦ γεννηθέντι φιλονεικεῖ· ὥσπερ ὁ ∆αβὶδ πολεμούμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων· ἔχει τινὰ λόγον ἴσως ὁ τοιοῦτος μῦθος. Εἰ δὲ στασιάζειν καθ' ἑαυτῆς ἡ θεία φύσις οὐκ οἶδε, φαίνεται δὲ μᾶλλον ὁ Υἱὸς ἀεὶ τῷ Πατρὶ τὴν δόξαν ἀποδιδοὺς, ποῖον ἔχει λόγον τὸ εἰς ἀναίρεσιν αὐτοῦ τοιαῦτα φάναι τὸν Πατέρα; Οὐκοῦν πρὸς ἀνατροπὴν μᾶλλον τῶν ψευ 75.421 δωνύμων θεῶν εἰρῆσθαι τὰ τοιαῦτα δώσομεν. Εἶτα πρὸς τούτοις ὁ Σωτὴρ λέγων, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, ἑαυτὸν εὐθὺς συνάπτει, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν, ὡς τῆς τοῦ Πατρὸς οὐσίας ἀδιαίρετος ὢν ὅσον ἧκεν εἰς θεότητος λόγον, καὶ πάντως μετὰ Πατρὸς νοούμενος. ΑΛΛΟ. Εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, ὥσπερ οὖν καὶ ἔστι, καὶ τοῦτο ὢν ὁμολογεῖται, τίς οὕτως φρενῶν ἐκβέβηκεν, ὡς νομίσαι πρὸς ἀναίρεσιν τοῦ οἰκείου Λόγου, δι' οὗ τὰ πάντα ἐργάζεται,

Logos 27 rem mid§logos-27-rem-mid

logos-27-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-27-rem-mid

μόνον ἑαυτὸν Θεὸν ἀληθινὸν εἰπεῖν τὸν Πατέρα; Ἐπειδὴ δὲ τοῦτο ἄτοπον, ἔρχεται μᾶλλον ἡ τοῦ ῥήματος δύναμις κατὰ τῶν ψευδωνύμων θεῶν, κἂν οἱ χριστομάχοι μὴ βούλωνται. ΑΛΛΟ, ἐξ ὑποθέσεως. Ὑποκείσθω νῦν ἡμῖν ὅτι πλανώμενοί τινες τῶν ὅσοι τῆς ἀληθινῆς ἀμοιροῦσι σοφίας, εἰκόνα στήσαντες, καί τινα τυχὸν μορφὴν ἀνθρώπου ἢ ἑτέρου ζώου καταγράψαντες ἐν αὐτῇ, τοῦτο κεκλήκασι φῶς, ἐκεῖθεν ὄντως οἰόμενοι γεννᾶσθαι τοῦτο αὐτοῖς· φωνὴν δὲ εἴ τις ἡλίῳ περιθείη, εἶτα λέγοι πρὸς αὐτούς· Ἄνθρωποι, πλανᾶσθε, ἐγὼ μόνος εἰμὶ τὸ φῶς, οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, ἆρ' ἐκβάλλει τοῦ εἶναι φῶς τὸ ἴδιον ἀπαύγασμα, πρὸς ἀναίρεσιν τοῦ ψευδωνύμου φωτὸς ἐκεῖνο βοῶν; Ἀλλ' οὐκ ἔχει λόγον τὸ οὕτω νοεῖν. Οὐκοῦν ὅτε φησὶ καὶ ὁ Πατήρ· Ἐγώ εἰμι Θεὸς μόνος, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν, οὐκ ἐκβάλλει τῆς θεότητος τὸ ἴδιον τῆς ἑαυτοῦ οὐσί

Logos 27 rem close CLOSEOUT§logos-27-rem-close

logos-27-rem-closeRem CLOSEOUT: only true God (Jn 17:3). LOGOS XXVII CLOSEOUT.

Greek · §logos-27-rem-close

ας, τουτέστι, τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, ἀλλ' ἐν τῇ ταυτότητι τῆς φύσεως ἔχει παρ' ἑαυτῷ σωζόμενον καὶ ἐν τῇ μιᾷ θεότητι συνομολογούμενόν τε καὶ συνδοξαζόμενον. ΑΛΛΟ. δεικνύον ὅτι κἂν μόνος Θεὸς λέγηται ὁ Πατὴρ, συνεισάγεται πάντως ὁ Υἱός. Λέγει που πρὸς Θεὸν εἷς τῶν προφητῶν· Ὁ τανύσας τὸν οὐρανὸν μόνος· φέρεται δὲ καὶ Θεοῦ φωνή· Ἐγὼ μόνος ἐξέτεινα τὸν οὐρανόν. Καὶ πάλιν ἑτέρα σαφῶς περὶ τοῦ Υἱοῦ, ὅτι Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Εἰ τοίνυν τοῦ Θεοῦ καὶ Πατρὸς λέγοντος τὸν οὐρανὸν εἰργάσθαι μόνου, ὁ Υἱὸς εὑρίσκεται τοῦτον πεποιηκὼς, παντί που δῆλον ὅτιπερ κἂν ὡς μόνος ὀνομάζηται ὁ Πατὴρ Θεὸς ὢν ἀληθινὸς, συμπαραλαμβάνεται πάντως καὶ ὁ Υἱὸς, δι' οὗ τὰ πάντα ἐργάζεται καὶ λαλεῖ· καὶ ἔστιν ὄντως ἐν τῷ ἑνὶ καὶ μόνῳ καὶ πρώτῳ καὶ ἀληθινῷ φυσικῶς, ὥσπερ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα αὐτοῦ.

Logos 28 opening: advanced in wisdom (Lk 2:52)§logos-28-open

logos-28-openTwenty-eighth discourse. On Luke’s “Jesus advanced in wisdom and stature and favor.”

Advance is kept with the assumed humanity, not as incompleteness of the Word’s essence.

Greek · §logos-28-open

ΛΟΓΟΣ ΚΗʹ. Εἰς τὸ παρὰ τῷ Λουκᾷ κείμενον, Ἰησοῦς δὲ προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς δύναιτο, φησὶν, ἴσος εἶναι κατ' οὐσίαν τῷ Πατρὶ, ὁ μὴ τέλειος ὤν; Ἰδοὺ γὰρ φαίνεται προ 75.424 κόπτων ἐν σοφίᾳ. Ὁ δέ γε Πατὴρ ἀνενδεὴς ὢν, οὐκ ἐπιδέχεται προκοπήν.Πρὸς τοῦτο λύσις. Ἐρωτῆσαι προσήκει τοὺς χριστομάχους, περὶ τίνος εἰρῆσθαι νομίζουσι τὸ, Προέκοπτεν ἐν σοφίᾳ καὶ χάριτι. Ἀλλ' ἐροῦσι δηλονότι περὶ τοῦ Ἰησοῦ Χριστοῦ. Εἶτα, ὧ πάντων ἀνοητότατοι, τίνα οἴεσθε ἢ ποδαπὸν εἶναι τὸν Χριστὸν περὶ οὗ νῦν ὁ λόγος ἐστὶ τῷ Λουκᾷ; Εἰ μὲν οὖν κοινὸν ἄνθρωπον εἶναι πιστεύετε, καὶ πλέον οὐδὲν ἔχειν τῶν ἄλλων ὑπολαμβάνετε, προκοπτέτω καὶ αὐτὸς, ὡς ἄνθρωπος. Εἰ δὲ Θεός ἐστιν ἐνανθρωπήσας, καὶ Λόγος, καθὰ γέγραπται, γενόμενος σὰρξ, ποίαν ἐπιδέξεται προκοπήν; ἢ πῶς ἀτελής ἐστιν ὁ ὑπάρχων ἴσα Θεῷ; Ἀνάγκη γὰρ ἀτελῆ κἀκεῖνον ὑπάρχειν, ᾧ ἐστιν ἴσος, ἂν οὕτως ἔχει καθ' ὑμᾶς. Εἰ δὲ τοῦτο φρονεῖν τε καὶ λέγειν δυσσεβὲς, καὶ παρ' ὑμῖν αὐτοῖς ἤδη φαίνεται (τέλειον γὰρ εἶναι δεδώκατε τὸν Πατέρα), ἀνάγκη τέλειον εἶναι πιστεύειν καὶ τὸν ἴσον αὐτῷ Υἱόν. Οὐκοῦν οὐ καθὸ Λόγος ἐστὶ, προκόπτειν λέγεται, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος· καὶ φύσιν πεφόρηκε τὴν τούτου δεκτικήν. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Θεοῦ Λόγου, ὅτι καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχει, καὶ ἔστιν ἴσα Θεῷ. Εἰ τοίνυν ἐν ἰσότητι τοῦ Πατρὸς ὑπάρχων προκοπὴν ἐπιδέχεται, καὶ προέκοψεν ὄντως, ἔστι τι μείζων τοῦ Πατρὸς, καὶ ὑπερήλατο τὸν γεννήσαντα ὁ προκόψας Λόγος, ἂν οὔτως ἔχῃ καθ' ὑμᾶς. Ἀλλὰ τοῦτο τῶν ἀτοπωτάτων. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστίν· ἔστι γὰρ τέλειος ὡς ὁ Πατὴρ, ἀλλ' εἴρηται καὶ τοῦτο διὰ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν. ΑΛΛΟ. Εἰ προέκοψεν ὁ Λόγος ὅτε γέγονεν ἄνθρωπος, καὶ τὴν ἡμῶν ἐφόρεσε σάρκα, οὐκ αὐτὸς ὠφέλησεν ἡμᾶς ἐνανθρωπήσας, ἀλλὰ μᾶλλον ἡ σὰρξ αὐτῷ γέγονε τῆς τελειώσεως πρ

Logos 28 rem early§logos-28-rem-early

logos-28-rem-earlyRem early: advanced in wisdom (Lk 2:52).

Greek · §logos-28-rem-early

όξενος. Εἰ γὰρ ὄντως προέκοψεν, ὅτε γέγονε σὰρξ, ἀτελὴς ἦν ἄρα πρὸ τῆς ἐπιδημίας· καὶ νῦν τετελείωται καθ' ὑμᾶς. Πῶς οὖν εὐχαριστοῦμεν ὡς δι' ἡμᾶς ἐνανθρωπήσαντι, δέον αὐτὸν καὶ χάριν ὁμολογεῖν τῷ πράγματι; Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκ ἄρα προέκοψεν ᾗ Λόγος ἐστὶν, ἀλλ' εἴρηται τοῦτο διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. ΑΛΛΟ. Πολλοῖς ὀνόμασιν ὁ Λόγος τοῦ Θεοῦ καλεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Εἴρηται γὰρ καὶ ἔστιν Υἱός· ἐκλήθη καὶ σοφία, ὠνόμασται καὶ Θεὸς, καὶ δύναμις, καὶ μορφὴ, καὶ εἰκὼν τοῦ Πατρός. Εἰ δὲ ταῦτα ὢν σύμπαντα προκόπτει, τί ἄρα μεῖζον ἔχουσιν εἰπεῖν Υἱοῦ καὶ σοφίας, καὶ δυνάμεως, καὶ Θεοῦ, καὶ τῶν ἄλλων ἁπάντων, ἵνα μή τις τὰ καθ' ἕκαστον λέγοι; Ἀλλ' ἔστι 75.425 τοῦτο φρονεῖν δυσσεβές. Θεοῦ γὰρ μεῖζον οὐδέν. Οὐκ ἄρα, ᾗ Λόγος ἐστὶ προκόπτειν λέγεται. ΑΛΛΟ. Ἀρχαὶ, καὶ Θρόνοι, καὶ Κυριότητες, Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, καὶ πᾶσα δύναμις λογικὴ, ἔτι τε πρὸς τούτοις ἄνθρωποι τῇ τοῦ Λόγου μετοχῇ, τέλειοι πρὸς πᾶσαν εὐσέβειαν εἰσί τε καὶ γίνονται. Πῶς οὖν ὁ τοῖς ἄλλοις τὴν τελειότητα διδοὺς, ἀτελὴς εἶναι δύναται, ὡς καὶ προκόψαι ζητεῖν, καὶ εἰς αὔξην ἐπιδοῦναί τινα; πῶς δὲ εἴπερ ὄντως σοφία ἐστὶ, προκόπτειν ἐν σοφίᾳ δύναται; ἢ πῶς ὁ ἄλλοις τὴν χάριν διδοὺς, αὐτὸς ἐν χάριτι προκόπτει ὡς οὐκ ἔχων αὐτήν; εἰ μὴ ἄρα ψεύδεσθαι τὸν Παῦλον ἐροῦσι, καὶ σοφίαν καλοῦντα τὸν Υἱὸν, καὶ χάριτος χορηγόν; Ἀλλ' οὐ ψεύδεται τῆς ἀληθείας ὁ ὑπηρέτης. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστὶν, ἀλλ' ὡς περὶ ἀνθρώπου λέγεται, πάντα τὰ ἡμῶν ἀναλαβόντος δι' ἡμᾶς. ΑΛΛΟ. Τὸ ἀτελὲς ἀεὶ πρὸς τὸ τέλειον ἐπείγεται, τὸν μὲν πρῶτον ἐν ᾧπέρ ἐστιν ἀτιμάζον τόπον, ζητοῦν δὲ ὥσπερ ἀεὶ τὸν ἐν μείζοσι καὶ ἀμείνονα. Οἷον φέρε εἰπεῖν, ἄνθρωποι προκόπτομεν ἐν σοφίᾳ· ὄντες ταῖς ἄλλαις ἀρεταῖς καὶ βραχὺ βελτιούμενοι, οὕτω τε πρὸς τελειότητα βίου φερόμεθα. Ὁ δὲ τοῦ Θεοῦ Λόγος ὅλως ὢν ἐν Πατρὶ, ποῖ ποτε ἀναδραμεῖται; ποίαν δὲ αὔξην ἐπιδέξεται οὕτω τέλειος ὢν, ὡς ὅλον ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, καὶ ὅλος εἶναι πάλιν ἐν Πατρί; Εἰ γὰρ τὸν Πατέρα πληρῶν (εἰρήσθω γὰρ καὶ σωματικώτερον ὡς ἐν ὑποδείγματι), προκοπὴν ἢ αὔξην ἐπεδέξατό τινα, ἔξω γέγονε τοῦ Πατρὸς, μείζων τοῦ ἐν ᾧπέρ ἐστι γεγονώς. Ἀλλ' οὐκ ἐκβέβηκε τὸν Πατέρα. Ἔστι δὲ ἀεὶ ἐν αὐτῷ, τέλειος ἐν τελείῳ μένων, καὶ τὸν τέλειον ἔχων ἐν ἑαυτῷ. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστὶν, ἀλλ' ἔστι τέλειος, μένων ὁ αὐτὸς, καὶ οὐκ ἀλλοιούμενος. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Υἱοῦ, ὅτιπερ ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. Εἰ τοίνυν οὐδεὶς ἐπὶ τούτῳ σκανδαλίζεται, οὐδὲ ἀκούων, Ἐταπείνωσεν ἑαυτὸν, μικρόν τι περὶ

Logos 28 rem mid§logos-28-rem-mid

logos-28-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-28-rem-mid

τοῦ Θεοῦ Λόγου φρονεῖ, ἀλλὰ μᾶλλον αὐτοῦ θαυμάζει τὴν φιλανθρωπίαν. Πῶς οὐ περιττὸν ἀκροωμένους ὅτι προέκοπτε, σκανδαλίζεσθαι; Εἰ γὰρ οὐδὲν ἐκ τοῦ ταπεινωθῆναι πέπονθεν εἰς τὴν θεότητα, οὐδὲ ἐκ τούτου πείσεται. Καὶ ὥσπερ δι' ἡμᾶς ἐταπείνωσεν ἑαυτὸν, οὕτω καὶ δι' ἡμᾶς ἐπιδέχεται τὸ προκόπτειν, ἵνα πάλιν ἡμεῖς ἐν αὐτῷ προκόπτωμεν ἐν σοφίᾳ, οἱ πάλαι διὰ τὴν ἁμαρτίαν ἀποκτηνωθέντες· προκόψωμεν δὲ καὶ ἐν χάριτι οἱ πάλαι μεμισημένοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. Πάντα γὰρ τὰ ἡμῶν δι' ἡμᾶς εἰς ἑαυτὸν ἀνεδέξατο Χριστὸς, ἵνα πάντα μεταποιήσῃ πρὸς τὸ ἄμεινον, καὶ ἀρχὴ γένηται τῶν γενητῶν ἀνθρώπων παντὸς ἀγαθοῦ. 75.428 ΑΛΛΟ, ἐξήγησις πιθανὴ τοῦ αὐτοῦ ῥητοῦ. Φυσικός τις νόμος οὐκ ἐπιτρέπει τὸν ἄνθρωπον τῆς τοῦ σώματος ἡλικίας ὥσπερ μείζονα πολὺ τὴν φρόνησιν ἔχειν· ἀλλὰ συντρέχει πως καὶ ἡ ἐν ἡμῖν σύνεσις, καὶ συμβαδίζει τρόπον τινὰ ταῖς τοῦ σώματος προκοπαῖς. Ἦν οὖν ὁ Λόγος ἐν σαρκὶ γενόμενος ἄνθρωπος, καθὰ γέγραπται· καὶ ἦν τέλειος, σοφία τοῦ Πατρὸς καὶ δύναμις ὤν. Ἐπειδὴ δὲ τῷ τῆς φύσεως ἡμῶν ἔθει παραχωρεῖν πως ἐχρῆν, ἵνα μή τι ξένον παρὰ τοῖς ὁρῶσι νομισθῇ, ὡς ἄνθρωπος, κατὰ βραχὺ πρὸς αὔξην ἰόντος τοῦ σώματος, ἀπεκάλυπτεν ἑαυτὸν καὶ ὁσημέραι σοφώτερος παρὰ τοῖς ὁρῶσιν ἢ καὶ ἀκούουσιν ἐφαίνετο. Τέλειος μὲν ὢν ἐν ἅπασι, καθὰ προείρηται, ἀκολουθῶν δὲ τῷ κοινῷ τῆς φύσεως ἔθει. Ὅταν οὖν ἀκούσῃς, Προέκοπτεν ἐν σοφίᾳ καὶ χάριτι, μὴ αὐτῷ τινα προσθήκην σοφίας ἐγγενέσθαι νομίσῃς, ἀνενδεὴς γὰρ ὁ τοῦ Θεοῦ Λόγος· ἀλλ' ὅτι παρὰ τοῖς ὁρῶσι σοφώτερος ἀεὶ καὶ χαριέστερος ἦν, προκόπτειν εἴρηται, ὡς ἐντεῦθεν ἤδη τὴν τῶν θαυμαζόντων προκόπτειν ἕξιν, ἢ τὴν αὐτοῦ. ΑΛΛΟ. Τὸ ἔν τινι προκόπτον, ἕτερόν ἐστι παρ' ἐκεῖνο ἐν ᾧ προκόπτειν λέγεται. Εἰ τοίνυν ἐν σοφίᾳ προκόπτειν εἴρηται, οὐχ ἡ σοφία προέκοπτεν, ἀλλ' ἐν αὐτῇ τὸ ἀνθρώπινον, Ἀποκαλυπτομένης γὰρ καὶ φανερουμένης ὁσημέραι τῆς θεότητος ἐν αὐτῷ, ἀεὶ θαυμαστότερος παρὰ τοῖς ὁρῶσιν ἐγίνετο. Καὶ τοῦτό ἐστι τὸ, Προέκοπτεν ἐν σοφίᾳ. ΑΛΛΟ. Ἐν σοφίᾳ προέκοπτε τὸ ἀνθρώπινον, κατὰ τόνδε τὸν τρόπον· ἡ τὴν ἀνθρώπου φύσιν ἐνδυσαμένη σοφία, τουτέστιν, ὁ τοῦ Θεοῦ Λόγος, κατὰ βραχὺ διὰ τῶν ἔργων καὶ τῶν παραδόξων ἀποτελεσμάτων, θεοποιοῦσα παρὰ τοῖς ὁρῶσι τὸν ἀναληφθέντα ναὸν, προκόπτειν αὐτὸν ἐποίει κατὰ τοῦτο. Οὕτως ἐν σοφίᾳ προέκοπτεν ἡ ἀνθρωπότης, θεοποιουμένη δι' αὐτῆς. ∆ιὸ καὶ ἡμεῖς καθ' ὁμοιότητα τοῦ δι' ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, καὶ υἱοὶ Θεοῦ κεκλήμεθα καὶ θεοί. Προέκοπτεν οὖν ἡ φύσις ἡμῶν ἐν τῇ σοφίᾳ, τρέχουσα μὲν ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ δὲ ἀνθρωπότητος εἰς τὸ τῆς θ

Logos 28 rem close CLOSEOUT§logos-28-rem-close

logos-28-rem-closeRem CLOSEOUT: advanced in wisdom (Lk 2:52). LOGOS XXVIII CLOSEOUT.

Greek · §logos-28-rem-close

εότητος ἀξίωμα ἐν Χριστῷ. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Ἤκουσα, φησὶν, ἀπὸ τῆς θείας Γραφῆς, ὅτιπερ ὁ τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος, Ἰησοῦς ἐκλήθη. Αὐτὸς οὖν ἐστιν ὁ προκόπτων. Μὴ γάρ μοι διέλῃς, ἕνα Χριστὸν τοῦ Παύλου κηρύττοντος. Καὶ εἰ προκοπὴν ἐπιδεχόμενος φαίνεται, ἀτελὴς ἄρα. Καὶ πῶς ὁ τοιοῦτος ἴσος ἔσται τῷ τελείῳ Πατρί· Πρὸς τοῦτο λύσις. Οὐδὲν ἀδικήσεις εἰς θεότητα τὸν Υἱὸν, οὔτε κολοβῶσαι δυνήσῃ τὸ φυσικὸν ἀξίωμα, κἂν τοῦτο λέγων ἐμμένῃς, ἁλώσῃ δὲ μᾶλλον ἐξ ὧν οἴει νικᾷν. Εἰ γὰρ 75.429 ὅλως οἶσθα σάρκα γεγονότα τὸν Λόγον, καὶ ἄνθρωπον γεννηθέντα, καθά φησιν ἡ θεία Γραφὴ, τί μὴ δίδως αὐτῷ καὶ τὰ ἀνθρώπῳ πρέποντα πάσχειν χωρὶς ἁμαρτίας; Ἐπειδὴ γὰρ τῇ σαρκὶ τὸ προκόπτειν ὀφείλεται, λεγέσθω προκόπτειν, ὡς ἐν αὐτῇ γενόμενος, καὶ τὰ αὐτῆς οἰκειούμενος ἀκατηγόρητα πάθη. Οὐ γὰρ ἑτέρου τινὸς ἦν ἡ σὰρξ, ἀλλ' αὐτοῦ τοῦ Λόγου. Καὶ ὥσπερ λέγομεν αὐτὸν πεπονθέναι σαρκὶ, καίτοι μόνης παθούσης τῆς σάρκος, ἐπειδήπερ καὶ εἰ μὴ πέπονθεν, ὡς Θεὸς, ἀλλ' ἴδιον ἦν αὐτοῦ τὸ πάσχον σῶμα, οὕτω κἂν προκόπτειν λέγηται, προκοπὴν οὐδεμίαν ἐπιδεχόμενος ὡς Θεὸς, διὰ τὸ προκόπτειν ἐν αὐτῶ τὴν ἰδίαν ἑαυτοῦ σάρκα τοῦτο λέγεται. ΑΛΛΟ. Καὶ αὐτὸς ὁμολογεῖς, ὦ χριστομάχε, τὸν τοῦ Θεοῦ Λόγον γεγενῆσθαι σαρκὶ, ὅπερ οὐδὲν ἕτερόν ἐστι λέγειν, ἢ ὅτι σάρκα περιεβάλετο, καὶ ὄντως γέγονεν ἄνθρωπος. Ὥσπερ οὖν, ὅταν ἀκούσῃς μέγα τι περὶ τοῦ Λόγου, καὶ ὅπερ αὐτῷ πρέπει γυμνῷ καὶ οὔπω τὴν σάρκα περιβεβλημένῳ, ὡς ὅταν λέγηται φῶς καὶ ἀπαύγασμα ἡ σοφία τοῦ Πατρὸς, οὐ τὴν σάρκα νοεῖς, ἀλλὰ τὸν ἐν τῇ σαρκὶ κατοικήσαντα Λόγον, οὕτως ὅταν λέγηταί τι παρὰ ταῖς θείαις Γραφαῖς, ὃ μόνῃ πρέπει τῇ σαρκὶ, ἢ καὶ τῷ ἀνθρωπίνῳ σχήματι, μὴ ἐπὶ τὸν Λόγον ἀγάγῃς, ἀλλὰ δίδου τῇ φύσει τῆς σαρκὸς τὰ αὐτῇ χρεωστούμενα. Οὐκοῦν ὅταν προκόπτειν λέγηται, οὐχ ἡ σοφία καθ' ἑαυτὴν προέκοπτεν ᾗ σοφία ἐστὶν, ἀλλ' ἐν σοφίᾳ τὸ ἀνθρώπινον, κατὰ βραχὺ διαλάμπον καὶ φαινόμενον δι' αὐτῆς. Ὅτιπερ καὶ ὄργανον εἵη τῆς ἐν αὐτῇ θεότητος, κατὰ βραχὺ πρὸς τὴν ἔκφασιν αὐτῆς διὰ τῶν ἔργων ὑπηρετοῦν. Ἐπιτήρει δὲ ὅμως, ὅτι οὐκ εἶπεν, Ὁ Λόγος δὲ προέκοπτεν, ἀλλ' Ἰησοῦς, ἵνα μὴ γυμνὸν νοήσῃς τὸν Λόγον· ἀλλ' ὅτε γέγονε σάρξ. Καὶ εἰ προκόπτειν λέγεται, ὅτι τὸ προκόπτειν πεφυκὸς ἀνεδέξατο, τουτέστι, τὸ ἀνθρώπινον, τῆς ἀνθρωπότητος ἂν εἴη· καὶ κατ' αὐτῆς εὐλόγως ἂν φέροιτο τὸ προκόπτειν. Οὕτω γὰρ ἕκαστον τῶν λεγομένων ἐν τῇ οἰκείᾳ τάξει κείσεται, οὔτε τῶν ὅσα πρέπει γυμνῷ τῷ Λόγῳ καταφερομένων εἰς τὸ ἀνθρώπινον, οὔτε μὴν τῶν ἀνθρωπίνων ἀναβαινόντων εἰς τὸν τῆς θεότητος λόγον.

Logos 29 opening: then the Son himself will be subjected§logos-29-open

logos-29-openTwenty-ninth discourse. On “when all things are subjected, then the Son himself will be subjected.”

Future subjection is read without making the Son now lesser in nature than the Father.

Greek · §logos-29-open

ΛΟΓΟΣ ΚΘʹ. Εἰς τὸ, Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Καὶ πῶς ἴσος ἔσται, φασὶ, κατὰ φύσιν τῷ Πατρὶ ὁ Υἱὸς, εἴ γε ἀληθεύειν λέγει ὁ Παῦλος, ὅτι καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ Πατρί; Ἀνάγκη γὰρ πᾶσα συνομολογεῖν ὅτι τὸ ὑποτασσόμενον τοῦ ὑποτάσσοντος ἔλαττον· ὥσπερ οὖν ἀμέλει καὶ τοῦ νικῶντος τὸ νικώμενον. 75.432 Πρὸς τοῦτο λύσις. Οὐ νοοῦσιν οἱ χριστομάχοι καὶ ταῖς ἑαυτῶν ἀσεβείαις διὰ τούτων μαχόμενοι. Εἰ γὰρ δίδως εἶναι τὸν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς, καὶ τοῦτο κρατύνειν ἐπείγῃ, διατί μὴ νῦν ὑποτέτακται; Λέγων γὰρ ὁ Παῦλος ὅτι Τότε ὑποταγήσεται, τόνδε τὸν τοῦ πράγματος καιρὸν ὡς ἐσόμενον ὁρίζων, οὔπω δείκνυσιν ὑποτεταγμένον αὐτόν. Εἶτα πῶς οὐ πάσης ἐπέκεινα δυσφημίας ἐστὶ τὸ λέγειν οὐχ ὑποτετάχθαι νῦν τῷ Πατρὶ τὸν Υἱὸν, μάχεσθαι δὲ ὥσπερ καὶ στασιάζειν πρὸς τὸν γεννήσαντα; Τὸ γὰρ ἀνυπότακτον ὡς ἐν λογικοῖς, ἐν ἰδίοις ἐστὶ θελήμασι. Τί οὖν ἐροῦμεν, ὅταν λέγῃ Χριστός· Οὐκ ἦλθον ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με; Λεγέτωσαν ἡμῖν οἱ δεινοὶ περὶ τὸ δύνασθαι νοεῖν τὰς θείας Γραφὰς, εἰ μὴ ὑποταγῆς ἔχει δύναμιν τὸ ἐξανύειν τὸ θέλημα τοῦ Πατρός; Πῶς οὖν ὁ νῦν ὑποτασσόμενος ὡς τότε ὑποταχθησόμενος λέγεται; Οὐκοῦν ἀκουέτωσαν εὐλόγως· Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς. ΑΛΛΟ. Εἰ ποίημα καὶ κτίσμα δίδως εἶναι τὸν Υἱὸν, καὶ τοῖς γεγονόσιν αὐτὸν εἰ καταριθμεῖς, πῶς, εἰπέ μοι, κατὰ τὴν σὴν, ὦ οὗτος, ἀβουλίαν δουλικῆς ὑπάρχων οὐσίας, οὐχ ὑποτάσσεται νῦν τῷ πάντων Πατρὶ, τοῦ Ψαλμῳδοῦ περὶ τῶν πεποιημένων λέγοντος ὅτι Τὰ σύμπαντα δοῦλα σά; Ἢ γὰρ ἀνάγκη μὴ δύνασθαι λέγειν τὸν Πατέρα καὶ ἄκοντα τὸν Υἱὸν ὑποθεῖναι, καὶ γέγονε κρείττων ὁ καθ' ὑμᾶς ἐλάττων, ἢ εἴπερ ἐστὶ τὸ ὑποτάσσεσθαι καλὸν, οὐχ ὑποτάσσεται δὲ νῦν ὁ Υἱὸς, ὡς γὰρ εἰς ὕστερον ὑποταχθησόμενος λέγεται, ἁμαρτίαν αὐτοῦ

Logos 29 rem early§logos-29-rem-early

logos-29-rem-earlyRem early: then the Son himself will be subjected.

Greek · §logos-29-rem-early

καταψηφιεῖσθε. Καὶ ποῦ σωθήσεται τὸ Πατρὶ αὐτοῦ λεγόμενον, Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν; Φεῦγε τὴν ἀτοπίαν τοῦ λόγου. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν αὐτῶν· Καὶ πῶς οὐ πᾶσιν εὐσύνοπτον ἔσται, φασὶν, ὅτι τοῦ Πατρὸς ἐλάττων ἐστὶν ὁ Υἱὸς, ὑποταττόμενος αὐτῷ; Πρὸς ταῦτα λύσις. Καὶ πῶς οὐ πᾶσιν εὐσύνοπτόν ἐστι (κεχρῆσθαι γὰρ ἀκόλουθον ταῖς ὑμῶν ἤδη φωναῖς), ὅτι τὸ ἴσον ἴσῳ πολλάκις οἰκονομικῶς ὑποτάσσεται; Ἦ γὰρ οὐχ ἓν καὶ τὸ αὐτὸ δώσομεν ἐν τοῖς προφήταις εἶναι τὸ Πνεῦμα; Καὶ πῶς ὁ Παῦλός φησιν, ὅτι καὶ Πνεύματα προφητῶν προφήταις ὑποτάσσεται; Πῶς δὲ τῆς ὑποταγῆς ὄνομα τῆς πρὸς τὸν Πατέρα ἰσότητος ἐκβάλλει τὸν Υἱόν; Ἦ γὰρ οὐχὶ καὶ ἐν ἡμῖν εἴκουσι μὲν πατράσιν οἱ υἱοὶ καὶ ὑποτάττονται, μίαν ἔχοντες ὡς πρὸς αὐτοὺς τὴν οὐσίαν, καὶ τῆς αὐτῆς ὄντες φύσεως μέτοχοι; Οὔτε γὰρ ἐν τοῖς ὑποτεταγμένοις ἐλάττων ὁ τῆς φύσεως λόγος, οὔτε ἐν τοῖς ὑποτάττουσι μείζων ἢ ὑπερβεβηκὼς εὑρίσκεται. Ἑνὸς γὰρ ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντων ἀνθρώπων τοῦ λόγου τῆς οὐσίας, μυρία διὰ τῆς τινων ὑποταγῆς οἰκονομεῖται τὰ χρή 75.433 σιμα. Εἰ δὲ καλὸν τοῦτο τέτακται καὶ ἐφ' ἡμῶν, καὶ κατ' οὐδένα τρόπον τοῦ κοινοῦ τῆς φύσεως ἐξίστησιν ὅρου, τί μὴ τὸ ἴσον φυλάττοντες ἐπὶ τοῦ Θεοῦ Λόγου, τὴν ἄτοπον ταύτην παραιτεῖσθε δυσφημίαν; ΑΛΛΟ. Πόθεν ὑμῖν, ὦ οὗτοι, παρέστη λέγειν ἐλάττονα τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν διὰ τὴν καλουμένην ὑποταγήν; Οὐ γὰρ ἐν τῷ ὑποτάσσεσθαι τῆς οὐσίας αὐτοῦ τὸν λόγον ὁριζόμεθα· οὔτε μὴν ἐν τῇ ὑποταγῇ ἐστι τὸ εἶναι τοῦ Υἱοῦ· ἀλλ' ὢν καὶ ὑπάρχων ἰδιαζόντως, ὑποτάσσεσθαι λέγεται. Οὐκοῦν εἰ τῆς οὐσίας αὐτοῦ τὸν ὅρον οὐκ ἔχει τὸ τῆς ὑποταγῆς ὄνομα, οὐ δι' αὐτὴν ἐλάττων ἔσται τοῦ Πατρός. Εἰ δὲ οἴεσθε τὴν ὑποταγὴν ὅρον εἶναι τῆς οὐσίας τοῦ Υἱοῦ, σκοπεῖτε λοιπὸν εἰς ὅσον ἀσεβείας καταφέρεσθε βόθρον. Ἀνάγκη γὰρ εἰπεῖν τότε εἰς ὕπαρξιν καλεῖσθαι τὸν Υἱὸν, ὅταν καὶ ὁ τῆς ὑποταγῆς γένηται καιρός. Ὡς γὰρ ὑποταχθήσεσθαι μέλλοντα, καὶ οὔπω ὑποτεταγμένον ὁ Παῦλος εἰσφέρει. ΑΛΛΟ, ἐξήγησιν ἔχον πιθανὴν τοῦ ῥητοῦ. Πάντα ὁ Πατὴρ ἐργάζεται δι' Υἱοῦ, καὶ τοῦτό ἐστι τὸ τῆς ὑποταγῆς σχῆμα, τὸ δοκεῖν ὥσπερ τοῖς τοῦ Πατρὸς ὑποκεῖσθαι θελήμασιν. Ὥσπερ ἀμέλει καὶ τοῦ Πατρὸς λέγοντος· Ποιήσωμεν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς ὁ Λόγος λαμβάνει θεοπρεπῶς, καὶ τὸ δόξαν ἐργάζεται. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο. ∆ιδάσκων τοιγαροῦν ὁ Παῦλος, ὅτι καὶ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα τὰ πάντα ὁ Πατὴρ ἐν ἡμῖν γενήσεται πάλιν δι' Υἱοῦ, σοφῶς δὴ λίαν φησίν· Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ὁ Θεὸς ᾖ τὰ πάντα ἐν πᾶσιν. Ὅμοιον γὰρ ὡς εἰ ἔλεγεν· Μηδεὶς οἰέσθω κατὰ τὸν αἰῶνα τὸν μ

Logos 29 rem mid§logos-29-rem-mid

logos-29-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-29-rem-mid

Υἱοῦ. Τὸ δὲ, δι' Υἱοῦ, τὴν ὑποταγὴν σημαίνει, οὐδὲν μὲν εἰς τὸν τῆς οὐσίας λόγον ἀδικοῦσαν τὸν Υἱὸν, τὴν δὲ τῆς ἁγίας Τριάδος ἑνότητα καὶ συνήθη στάσιν ἀπαράλλακτον εἰσφέρουσαν. Οὐ γὰρ στασιάσει τότε πρὸς ἑαυτὴν, οὐδὲ ἀτάκτοις μεταβολαῖς θορυβηθήσεται τὸ ἀεὶ ὡσαύτως ἔχον, ἀλλ' ἔσται πάλιν καὶ κατ' ἐκεῖνο καιροῦ Πατὴρ δι' Υἱοῦ τὰ πάντα ἐν πᾶσι, καὶ ζωὴ, καὶ ἀφθαρσία, καὶ χαρὰ, καὶ ἁγιότης, καὶ δύναμις, καὶ ὅπερ ἂν ὑπάρχοι τοῖς ἁγίοις ἐν ὑποσχέσει κείμενον. Ὅρα γὰρ ὅσην οἰκονομίαν ὁ Λόγος φέρει. Ἐπειδὴ γὰρ ἔφησεν ὑποταχθήσεσθαι τῷ Υἱῷ διὰ τοῦ Πατρὸς τὰ πάντα, ἵνα μὴ τῆς ἁπάντων, κυριότητος ἔξω γεγονὼς ὁ Πατὴρ ὑποπτεύηται ὡς κρατήσαντος αὐτῶν τοῦ Υἱοῦ, ἀναγκαίως τὸν πάντων κρατήσαντα, οὐκ ἀνυπότακτον εἰσφέρει πρὸς τὸν Πατέρα, ἵνα τῆς πάντων κυριότητος τὸ πᾶν ἔχοι κράτος ὁ Πατὴρ, συμμετέχοντος αὐτῷ φυσικῶς τοῦ Υἱοῦ, καθὸ μία θεότης ἡ βασιλεύουσα, Πατὴρ δι' Υἱοῦ σὺν ἁγίῳ Πνεύματι. ΑΛΛΟ. Εἰ τὸ τῆς ὑποταγῆς ὄνομα τῆς πρὸς τὸν Πατέρα 75.436 ἰσότητος ἐκβάλλει τὸν Υἱὸν, ὥρα λέγειν ὑμᾶς, οἷς οὐδὲν ἀτόλμητον εἰπεῖν, ὅτιπερ ἐλάττων ἐστὶ κατὰ τὸν παρόντα καιρὸν ὁ Πατὴρ τοῦ Υἱοῦ τῷ τῆς ὑποταγῆς διακονούμενος τρόπῳ, καὶ λέγων πρὸς αὐτόν· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἰ δὲ τῇ πρὸς τὸν Υἱὸν τῶν πάντων ὑποταγῇ διακονούμενος ὁ Πατὴρ, οὐ διὰ τοῦτο ἐλάττων ἐστὶν, οὐδὲ ὁ Υἱὸς ἐλάττων ἔσται τοῦ Πατρὸς, διὰ τὴν ὑποταγήν. Ὅπερ γὰρ ἤδη φθάσας πεποίηκεν ὁ Πατὴρ, τοῦτο παρὰ τοῦ Υἱοῦ τρόπον τινὰ καὶ αὐτὸς ἀντικομίζεται. ΑΛΛΟ. Ὁ καὶ νῦν ὑποτεταγμένος τῷ Πατρὶ, πῶς ἐν ὑστέροις καιροῖς, μᾶλλον δὲ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα ὑποταχθήσεσθαι λέγεται; Ἢ γὰρ οὐχ ὑποτέτακται καὶ νῦν τοῦ Πατρὸς ἐξανύων τὸ θέλημα καὶ ταπεινώσας ἑαυτὸν, καθὰ γέγραπται, δουλικὸν δὲ σχῆμα καὶ μορφὴν ἀναλαβὼν, ἵνα πληρώσῃ τὸ ἔργον αὐτοῦ, καθά φησιν αὐτός; Ἀλλ' οἶμαι τοῦτο πᾶσιν ὑπάρχειν καταφανὲς, ἀληθές τε ὂν διὰ τῆς τῶν πραγμάτων ἐρεύνης εὑρίσκεται. Πῶς οὖν τὸν ὑποτεταγμένον ἤδη ὡς ἐς ὕστερον ὑποταχθησόμενον ὁ θεσπέσιος ἡμῖν εἰσφέρει Παῦλος; Οὐκοῦν ἐξεταζέτωσαν τὸ ῥητὸν ἀκριβῶς. Ὅταν, φησὶν, ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν τοῖς πᾶσι. Τί οὖν ἐστιν ὃ βούλεται λέγειν; ὑποτέτακται καὶ νῦν ὁ Χριστὸς τῷ Πατρὶ, οὐχ ὑπὲρ πάντων, ἀλλ' ὑπὲρ μόνων τῶν πεπιστευκότων εἰς αὐτόν· καὶ ὑπὲρ αὐτῶν ὡς ἀμνὸν ἄμωμον ἑαυτὸν προσήνεγκε τῷ Πατρὶ, σταυροῦ καὶ αἰσχύνης καταφρονήσας, ἵνα πάσης ἁμαρτίας ἐλευθερώσας, καθαροὺς καὶ ἀσπίλους προσαγάγῃ τῷ πεποιηκότι. Ὅταν οὖν πάσης ἐκποδὼν γενομένης πλάνης οἱ κατὰ πᾶσαν τὴν ὑ

Logos 29 rem close CLOSEOUT§logos-29-rem-close

logos-29-rem-closeRem CLOSEOUT: then the Son himself will be subjected. LOGOS XXIX CLOSEOUT.

Greek · §logos-29-rem-close

ήσωσι τὸν Χριστὸν τοῖς σωτηρίοις αὐτοῦ ἐπιτάγμασιν ὑποτασσόμενοι, τότε δὴ, τότε ὡς πάντων ὑποτεταγμένων, ὑπὲρ πάντων ὑποταχθήσεται, Θεὸς καὶ Κύριος καὶ ἀρχιερεὺς πάντων εὑρισκόμενος, καὶ δι' ἑαυτοῦ τοῖς πᾶσι διδοὺς τὸ μετέχειν δύνασθαι τοῦ ἐν αὐτῷ Πατρός. Οὕτω γὰρ ἐν πᾶσιν ἔσται τὰ πάντα Θεὸς, δι' Υἱοῦ μεσίτου τοῖς πᾶσιν ἐνοικιζόμενος, καὶ χωρῶν εἰς ἕκαστον τῶν κεκλημένων εἰς σωτηρίαν. ΑΛΛΟ. Σκοπείτω πᾶς εὐσεβὴς τῶν εἰρημένων τὴν δύναμιν, καὶ περιεργαζέσθω σαφῶς τὴν ἀκριβεστάτην του ῥητοῦ διάνοιαν· τρόπον γάρ τινα τὸ ἐξ ἀμαθίας διαβήσεται κακόν. Φησὶ τοιγαροῦν ὁ Παῦλος ὅτι, Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Πρῶτον μὲν ἄξιον ἐπιτηρεῖν εἰς ποίαν κατέληξε διάνοιαν ἡ τοῦ Παύλου φωνή. Οὐ γὰρ εἶπεν ὑποταγήσεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, ἵνα ἐλάττων αὐτοῦ κατ' οὐσίαν γένηται, ἀλλ' ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ὁρᾷς ὅτι τὴν με 75.437 σιτείαν εἰσφέρει τοῦ Λόγου τὴν πρὸς ἡμᾶς ὡς πρὸς τὸν Πατέρα; Συνέσται γὰρ πάλιν τοῖς ἁγίοις, ἀναλόγως τῇ ἑκάστου χάριτι χορηγῶν ἑαυτὸν, ἵνα δι' αὐτοῦ μέτοχοι γένοιντο τοῦ Πατρός. Καὶ οὗτός ἐστι τῆς ὑποταγῆς ὁ τρόπος· διακονεῖ γὰρ ὥσπερ τὴν παρὰ Πατρὸς εὐλογίαν, φυσικῶς δι' ἑαυτοῦ μεταδιδοὺς τοῖς εἰς αἰώνιον κεκλημένοις ζωήν. Οὐκ ἀναγκάσει δὲ τοῦτο τῆς φυσικῆς ἀξίας ἔξω γενέσθαι τὸν Υἱόν· ἀλλ' ὢν καὶ ὑπάρχων ὅπερ ἐστὶν, τῇ πρὸς ἡμᾶς συγκαταβάσει, διακονήσει καὶ τότε τῷ Πατρὶ, χορηγῶν ἡμῖν τὴν περὶ θεότητος γνῶσιν ὡς μανθάνειν δυνάμεθα. Εἶτα κἀκεῖνο πρὸς τούτοις ἀκόλουθον νοεῖν, ὥσπερ ἡμᾶς ὑποτάττων ὁ Πατὴρ τῷ Υἱῷ, οὐκ ἄλλο τι κατὰ τὴν οὐσίαν ἐργάζεται, οὐδὲ ἕτεροί τινες κατὰ τὴν φύσιν διὰ τὴν ὑποταγὴν εὑρισκόμεθα, παρ' ὅπερ γεγόναμεν ἐξ ἀρχῆς, γνώμης δὲ μεταβολῇ καὶ τρόπου καὶ γνώσεως τὴν ὑποταγὴν ἐργάζεται, οὕτω καὶ ὁ Υἱὸς, οὐ τῆς οἰκείας φύσεως τοὺς ὅρους ἐκβαίνων (οὐ γὰρ οἶδε μεταποιεῖσθαι Θεὸς), ὑποτάσσεται τῷ Πατρὶ, ἀλλά τις ἔσται τρόπος πράγματος καὶ κατ' ἐκεῖνο καιροῦ ὑποταττόμενον αὐτὸν δεικνύων, καὶ ἐν θελήματι μόνῳ, οὐ πάντως ἐν οὐσίας μεταβολῇ τὸ τῆς ὑποταγῆς εὑρεθήσεται πρᾶγμα. ΑΛΛΟ. Εἰ ἐλάττων ἔσται τοῦ Πατρὸς καὶ κατὰ φύσιν ἕτερος ὁ Υἱὸς ὑποταττόμενος αὐτῷ κατὰ τὸν ὁρισθέντα καιρὸν διὰ τῆς τοῦ Παύλου φωνῆς, οὔπω δὲ ὑποτέτακται, ἔχει νῦν ἄρα πρὸς αὐτὸν τὴν ἰσότητα. Καὶ πῶς τὸ νῦν κατὰ φύσιν ἴσον τῷ γεγεννηκότι, ἕλαττόν ἐστι κατ' ἐκεῖνο καιροῦ; Ἢ γὰρ φθορά τις ἔσται περὶ αὐτὸν καὶ ἐλάττωσις, καὶ λοιπὸν τοιούτοις ὑποπεσεῖται τὸ Θεῖον, ἢ ἐπείπερ τοῦτο ἀσεβὲς καὶ ἀλόγιστον εἰπεῖν, αὐτοὶ τῆς ἐλαττώσεως εἰσηγείσθωσαν τὸν τρόπον. Οὐδὲν γὰρ εἰς

Logos 2 opening: unbegotten is not substance but marks substance§logos-2-open

logos-2-openSecond discourse. That “unbegotten” is not a substance, but a marker of substance.

Against those who turn the Father’s being-ungenerated into a different essence from the Son, Cyril argues that “unbegotten” names how the Father is, not a substance-word that splits the Godhead. The name denies having been made; it does not invent a second kind of deity.

Greek · §logos-2-open

ΛΟΓΟΣ Βʹ. Ὅτι τὸ ἀγένητον οὐκ οὐσία, ἀλλ' οὐσίας σημαντικόν. Τὸ ἀγένητον ὡς ἀρχὴ καὶ αἴτιον νοεῖταί τε καὶ ἔστιν. Οὐδεμία δὲ ἀρχὴ, καθὸ ἀρχή ἐστιν, ὅμοιόν τι ἑαυτῇ ἢ ἀνόμοιον σημαίνει. Ἡ δὲ ἀγένητος φωνὴ σημαίνει τὸ γενητὸν ἀνόμοιον ὑπάρχον αὐτῷ· τοῦτο γὰρ τὸ ἀντικείμενον. Οὐκ ἄρα τὸ ἀγένητον οὐσία, ἀλλὰ τοῦ μὴ τοιῶσδε εἶναι τὴν οὐσίαν, καθ' ἧς ἂν τάττοιτο τὸ σημαντικόν. ΑΛΛΟ. Ὅτι μὲν οὐκ οὐσία τὸ ἀγένητον, ἤδη δέδεικται. Ἀλλ' ἐρεῖ τις τυχὸν, οὐσίαν μὲν οὐκ εἶναι, διαφορὰν δέ· ἀμαθῶς δὲ καὶ τοῦτο λέγων ἐλεγχθήσεται. Εἰ γὰρ πᾶσα διαφορὰ περὶ τὰς οὐσίας γίνεται, ζητεῖν ἀνάγκης ἂν εἴη τὴν οὐσίαν, ἧς ἔσται διαφορὰ τὸ ἀγένητον. Οἷον φέρε εἰπεῖν, ὁρίζεται ζῶον τῷ τοιῷδε λόγῳ· Οὐσία ἔμψυχος αἰσθητική. Περὶ ταύτην τὴν οὐσίαν ἡ διαφορὰ γίνεται. Τὸ μὲν γάρ ἐστι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, οἷον ὁ ἄνθρωπος· τὸ δὲ ζῶον ἄλογον, οἷον ἵππος. Οὐκοῦν, προϋποκειμένης τῆς οὐσίας, αἱ διαφοραὶ προσεπινοοῦνται. Εἰ τοίνυν διαφορὰ τὸ ἀγένητον, ζητείσθω καὶ ἡ οὐσία. τίνος ἔσται διαφορά· ἀμήχανον γὰρ οὐσίας φορέσαι λόγον τὴν διαφοράν. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, καὶ οὐ τοῦ μὴ γενηθῆναι σημαντικόν ἐστι, κατὰ τίνα τρόπον ὁ Υἱὸς ἀνόμοιος ἔσται τῷ Πατρὶ, γεννητῶς ὑπάρχων ἐξ αὐτοῦ; Εἰ γὰρ μή τινα διαφορεῖ τὰ ὀνόματα πρὸς ἄλληλα τὴν ἀντι διαστολὴν, μηδὲ ἀλλήλοις μάχεται κατὰ τὸ ἐξ ἀμφοῖν σημαινόμενον, οὐδὲν κωλύσει κατ' οὐσίαν ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν· καὶ τοῦ ἀγενήτου εἰς οὐσίαν λαμβανομένου, ὁμοίως δὲ καὶ τοῦ γενητοῦ. Οὐσία γὰρ ὡς πρὸς οὐσίαν, οὐκ ἔσται ἐναντία, καθὸ οὐσίαι ἀμφότεραι. ΑΛΛΟ. Εἰ πᾶν ἀγένητον παντὶ γενητῷ ἀνόμοιον, ἀληθεύσει τις λέγων, ὅτι καὶ πᾶν γενητὸν παντὶ γεννητῷ ὅμοιον. Γεννητὸς δὲ ὑπάρχων ὁ Υἱὸς, οὐδεμίαν ἔχει τὴν ὁμοιότητα πρὸς τὰ ὄντα γεννητῶς· ἔστι γὰρ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Οὐκ ἄρα διὰ τὸ ἀγένητον εἶναι τὸν Πατέρα, ἀνόμοιος ἔσται κατὰ φύσιν αὐτῷ, γεννητῶς ὑπάρχων ἐξ αὐτοῦ Υἱός. Ὥσπερ γὰρ τὴν πρὸς τὰ γενητὰ γεννητὸς ὑπάρχων ἀναβέβηκεν ὁμοίωσιν· οὕτω τῆς πρὸς τὸ ἀγένητον ἐμφερείας οὐ καταβήσεται, κἂν ὑπάρχῃ γεννητός. Ἀνθυποφορὰ ὡς ἐκ τῶν αἱρετικῶν. Τὸ ἀγένητον, φασὶν, ἐπὶ Θεοῦ, οὐσίαν εἶναί φαμεν· καὶ ἔσται τὸ ὄνομα ὁρικὸν, ὥσπερ ἂν εἴ τις ὁρίσαιτο καὶ τὴν οὐσίαν τοῦ ἀνθρώπου λέγων· Ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Πρὸς τοῦτο λύσις.

Logos 2 rem early§logos-2-rem-early

logos-2-rem-earlyRem early: word-study and logic — privative names do not equal ousia.

Greek · §logos-2-rem-early

Ἀμαθῶς καὶ τοῦτο προτείνοντες ἐλεγχθήσονται· εἰ γὰρ ὁρικὸν εἶναι βούλεσθε τὸ ἀγένητος ὄνομα, ἐκ γένους ἔστω καὶ διαφορᾶς, ἤτοι διαφορῶν· χωρὶς γὰρ τούτων ὅρος οὐκ ἂν γένοιτό ποτε. Τὸ δὲ τοιοῦτον ἀγένητον, εἰς οὐδὲν οὐσίας ὑπάρχον γένος, ὅρος οὐκ ἂν εἶναι δύναιτο· πρὸς δέ γε τούτῳ, τὰ γένη φιλοσόφως ὁριζόμενα παρ' ἐκείνων ὁρῶμεν, οὐκ ἐν μιᾷ λέξει καὶ μόνῃ, ἀλλ' ἐν πλείοσιν· ὡς τὸ οὐσία ἔμψυχος αἰσθητικὴ, ἢ ζῶον λογικὸν θνητόν. Καὶ εἰ ἑνὸς ὀνόματος ἀπόφασις οὐκ ἐξαρκέσει πρὸς οὐσίας δήλωσιν, οὐκ ἄρα ὁρικὸν τὸ ἀγέννητος. ΑΛΛΟ. Εἰ πᾶς ὅρος τὸ τί ἐστι κατὰ φύσιν τῶν σημαινομένων ἕκαστον εἰσφέρει, καὶ οὐχὶ τί οὐκ ἔστιν· ἡ δὲ ἀγέννητος φωνὴ, οὐ τί ἐστιν ὁ Θεὸς, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ (ὅτι γὰρ οὐκ ἐγενήθη, διὰ τοῦτο ἀγένητος)· οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητος ὄνομα. ΑΛΛΟ. Τῶν οὐσιῶν τοὺς ὅρους ἢ φέρε εἰπεῖν τῶν συμβεβηκότων, οἱ περὶ ταῦτα σοφοὶ, οὐκ ἐκ τῶν ἀντικειμένων γίνεσθαι βούλονται, ἀλλ' ἐξ ὧν εἰσιν ὁμολογουμένως· οἷον ὥσπερ εἴ τις εἰπεῖν ἀπαιτούμενος τί ἐστι λευκὸν, ἀποκρίναιτο τὸ μὴ μέλαν. Τοῦτο γὰρ οὐ τί ἐστι τὸ ὁριζόμενον, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ. Εἰ τοίνυν ἡ ἀγένητος φωνὴ τὸ μὴ γεγενῆσθαι σημαίνει, ἐκ τῶν ἀντικειμένων ἔχει τὴν δήλωσιν, ὑγιὴς δὲ ὅρος οὐκ ἂν γένοιτο διὰ τῶν τοιούτων. Οὐκ ἄρα ὅρος τὸ ἀγέννητον. ΑΛΛΟ. Ἡ ἀγένητος φωνὴ τῶν πολλαχῶς λεγομένων νοοῖτο κυρίως, καὶ ἐν τοῖς ὁμωνύμοις εὐλόγως ἂν κατατάττοιτο. Εἰ τοίνυν οἱ τῶν οὐσιῶν ὅροι οὐκ ἐκ τῶν ὁμωνύμων, οὐδ' ἐκ τῶν πολλαχῶς νοουμένων λαμβάνονται (οὐδὲ γὰρ ἔσται σαφὲς τὸ ὁριζόμενον, εἰ ἐκ τούτων λαμβάνοιτο), ἡ δὲ ἀγένητ

Logos 2 rem mid§logos-2-rem-mid

logos-2-rem-midRem mid: if unbegotten were the Father’s substance, every shared divine name would collapse.

Greek · §logos-2-rem-mid

μόνῃ, ἀλλ' ἐν πλείοσιν· ὡς τὸ οὐσία ἔμψυχος αἰσθητικὴ, ἢ ζῶον λογικὸν θνητόν. Καὶ εἰ ἑνὸς ὀνόματος ἀπόφασις οὐκ ἐξαρκέσει πρὸς οὐσίας δήλωσιν, οὐκ ἄρα ὁρικὸν τὸ ἀγέννητος. ΑΛΛΟ. Εἰ πᾶς ὅρος τὸ τί ἐστι κατὰ φύσιν τῶν σημαινομένων ἕκαστον εἰσφέρει, καὶ οὐχὶ τί οὐκ ἔστιν· ἡ δὲ ἀγέννητος φωνὴ, οὐ τί ἐστιν ὁ Θεὸς, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ (ὅτι γὰρ οὐκ ἐγενήθη, διὰ τοῦτο ἀγένητος)· οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητος ὄνομα. ΑΛΛΟ. Τῶν οὐσιῶν τοὺς ὅρους ἢ φέρε εἰπεῖν τῶν συμβεβηκότων, οἱ περὶ ταῦτα σοφοὶ, οὐκ ἐκ τῶν ἀντικειμένων γίνεσθαι βούλονται, ἀλλ' ἐξ ὧν εἰσιν ὁμολογουμένως· οἷον ὥσπερ εἴ τις εἰπεῖν ἀπαιτούμενος τί ἐστι λευκὸν, ἀποκρίναιτο τὸ μὴ μέλαν. Τοῦτο γὰρ οὐ τί ἐστι τὸ ὁριζόμενον, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ. Εἰ τοίνυν ἡ ἀγένητος φωνὴ τὸ μὴ γεγενῆσθαι σημαίνει, ἐκ τῶν ἀντικειμένων ἔχει τὴν δήλωσιν, ὑγιὴς δὲ ὅρος οὐκ ἂν γένοιτο διὰ τῶν τοιούτων. Οὐκ ἄρα ὅρος τὸ ἀγέννητον. ΑΛΛΟ. Ἡ ἀγένητος φωνὴ τῶν πολλαχῶς λεγομένων νοοῖτο κυρίως, καὶ ἐν τοῖς ὁμωνύμοις εὐλόγως ἂν κατατάττοιτο. Εἰ τοίνυν οἱ τῶν οὐσιῶν ὅροι οὐκ ἐκ τῶν ὁμωνύμων, οὐδ' ἐκ τῶν πολλαχῶς νοουμένων λαμβάνονται (οὐδὲ γὰρ ἔσται σαφὲς τὸ ὁριζόμενον, εἰ ἐκ τούτων λαμβάνοιτο), ἡ δὲ ἀγένητος φωνὴ, καθάπερ ἤδη προείπομεν, τῶν ὁμωνύμων ἐστὶν, οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητον. ΑΛΛΟ. Εἰ ὅρος ἐστὶ τὸ ἀγέννητος ὄνομα ἤτοι φωνὴ, δέξεται δηλονότι κατὰ τὸ τῶν ὅρων σχῆμα τὴν ἀντιστροφήν· ὥσπερ εἴ τις τὸν ἄνθρωπον ὁρίζων, ὡς εἴη ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ἀντιστρέφων πάλιν αὐτὸ λέγοι· Εἴ τις ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμ

Logos 2 rem close CLOSEOUT§logos-2-rem-close

logos-2-rem-closeRem CLOSEOUT: unbegotten marks substance; it is not itself another substance. LOGOS II CLOSEOUT.

Greek · §logos-2-rem-close

, διὰ τοῦτο ἀγένητος)· οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητος ὄνομα. ΑΛΛΟ. Τῶν οὐσιῶν τοὺς ὅρους ἢ φέρε εἰπεῖν τῶν συμβεβηκότων, οἱ περὶ ταῦτα σοφοὶ, οὐκ ἐκ τῶν ἀντικειμένων γίνεσθαι βούλονται, ἀλλ' ἐξ ὧν εἰσιν ὁμολογουμένως· οἷον ὥσπερ εἴ τις εἰπεῖν ἀπαιτούμενος τί ἐστι λευκὸν, ἀποκρίναιτο τὸ μὴ μέλαν. Τοῦτο γὰρ οὐ τί ἐστι τὸ ὁριζόμενον, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ. Εἰ τοίνυν ἡ ἀγένητος φωνὴ τὸ μὴ γεγενῆσθαι σημαίνει, ἐκ τῶν ἀντικειμένων ἔχει τὴν δήλωσιν, ὑγιὴς δὲ ὅρος οὐκ ἂν γένοιτο διὰ τῶν τοιούτων. Οὐκ ἄρα ὅρος τὸ ἀγέννητον. ΑΛΛΟ. Ἡ ἀγένητος φωνὴ τῶν πολλαχῶς λεγομένων νοοῖτο κυρίως, καὶ ἐν τοῖς ὁμωνύμοις εὐλόγως ἂν κατατάττοιτο. Εἰ τοίνυν οἱ τῶν οὐσιῶν ὅροι οὐκ ἐκ τῶν ὁμωνύμων, οὐδ' ἐκ τῶν πολλαχῶς νοουμένων λαμβάνονται (οὐδὲ γὰρ ἔσται σαφὲς τὸ ὁριζόμενον, εἰ ἐκ τούτων λαμβάνοιτο), ἡ δὲ ἀγένητος φωνὴ, καθάπερ ἤδη προείπομεν, τῶν ὁμωνύμων ἐστὶν, οὐκ ἂν εἴη ὅρος τὸ ἀγένητον. ΑΛΛΟ. Εἰ ὅρος ἐστὶ τὸ ἀγέννητος ὄνομα ἤτοι φωνὴ, δέξεται δηλονότι κατὰ τὸ τῶν ὅρων σχῆμα τὴν ἀντιστροφήν· ὥσπερ εἴ τις τὸν ἄνθρωπον ὁρίζων, ὡς εἴη ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ἀντιστρέφων πάλιν αὐτὸ λέγοι· Εἴ τις ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τοῦτο πάντως καὶ ἄνθρωπος. Εἰ τοίνυν τὸ ἀγένητον, καθάπερ ἤδη προείπομεν, ὅρος ἐστὶ, μὴ παραιτείσθω τὴν ἀντιστροφήν· εἰ γὰρ τὸ ἀγένητον οὐσία, καὶ ἡ οὐσία ἀγένητον· ἀλλ' οὐκ ἀντιστρέφει. Οὐ γὰρ πᾶσα οὐσία πάντως ἐστὶ καὶ ἀγένητος· μόνῳ δὲ Θεῷ κατ' ἐξαίρετον τοῦτό ἐστιν. Ὅρος οὖν οὐκ ἂν εἴη τὸ ἀγένητον· ἀλλ' ὅτι μὴ γεγένηται μόνον σημαίνει.

Logos 30 opening: glorify me with the glory I had§logos-30-open

logos-30-openThirtieth discourse. On “Father, glorify me with the glory I had with you before the world was.”

Asking glory does not prove lack; the Lord of glory needs no addition as bare Word.

Greek · §logos-30-open

ΛΟΓΟΣ Λ. Εἰς τὸ, Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἀντίθεσις ὡς ἐκ τῶν χριστομάχων. Καὶ πῶς, φασὶν, οὐκ ἄτοπον ὅμοιον εἶναι λέγειν κατ' οὐσίαν τὸν Υἱὸν τῷ Πατρὶ, ὅς γε δόξαν αἰτῶν εὑρίσκεται παρ' αὐτοῦ; Λέγει γάρ· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Εἰ μὲν γὰρ ἔχων αἰτεῖ, περιττῶς τοῦτο φανεῖται ποιῶν· εἰ δὲ μὴ ἔχων, δῆλος ἐντεῦθέν ἐστιν, οὐκ ὢν τοσοῦτος ὅσος ὁ χορηγὸς ὢν ἐξῄτει λαβεῖν. Πρὸς τοῦτο λύσις. Καὶ πῶς ἂν δέοιτο δόξης ὁ τῆς δόξης Κύριος; τί δὲ ἐλλεῖπον, εἰπέ μοι, τῷ τελείῳ φανεῖται; Οὐ γὰρ ἀνέξεταί τις λεγόντων ὑμῶν ἀτελῆ κατά τι γοῦν ὑπάρχειν τὸν Υἱὸν τοῦ Θεοῦ. Ἄλλως τε κἀκεῖνο λίαν ἀτοπώτατον ἐννοεῖν, ὅτι καθάπερ τις ἄνθρωπος ἐπὶ δόξαις ἡδόμενος καὶ ἐκ πάθους τοῦτο ποιῶν, οὕτως ἐστὶ καὶ ὁ 75.4

Logos 30 rem early§logos-30-rem-early

logos-30-rem-earlyRem early: glorify me with the glory I had.

Greek · §logos-30-rem-early

40 Υἱὸς δόξαν αἰτῶν παρὰ τοῦ Πατρός. Ἀλλ' ἔστι τις ἐν τούτῳ βαθὺς οἰκονομίας λογισμὸς καὶ τρόπος. ΑΛΛΟ. Συνθησόμεθα καὶ αὐτοὶ τῷ παροισθέντι ῥητῷ παρ' ὑμῶν, ὦ χριστομάχοι. Ἔφησε μὲν γὰρ ὁ Σωτὴρ ὁμολογουμένως· Πάτερ, δόξασόν σου τὸν Υἱόν. Ἀλλὰ πρὸς ταύτην αὐτοῦ τὴν φωνὴν ἀπεκρίνατο καὶ ὁ Πατὴρ, λέγων· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Εἰ τοίνυν δόξαν ὡς οἴεσθε τοιαύτην ὡς δόξης λειπόμενος ᾔτησεν ὁ Υἱὸς, ὑπέσχετο δὲ δοξάσειν αὐτὸν ὁ Πατὴρ, ὅτου δὴ χάριν ὕβρεις ἀκολουθοῦσι μετὰ τὴν αἴτησιν, καὶ τὰ παρὰ τῶν Ἰουδαίων ῥαπίσματα, καὶ στέφανος ἐξ ἀκανθῶν, καὶ ἐμπτύσματα; Ἐνταῦθα γὰρ οὐ δοξάσας αὐτὸν ὁ Πατὴρ φαίνεται, ἀλλὰ πᾶν τοὐναντίον ἐκβεβηκὼς οἷς ἤθελε καὶ ἐβούλετο λαβεῖν, κατὰ τὸν ὑμέτερον λόγον. Οὐκοῦν οὐχ ἑαυτῷ δόξαν ᾔτει παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς (ἀνενδεὴς γὰρ δόξης, καθὰ φύσει Θεὸς), ἀλλ' ἕλκει δι' ἑαυτοῦ τὴν παρὰ Πατρὸς δόξαν εἰς τὸ γένος τὸ ἀνθρώπινον. Πάντα γὰρ ἐν αὐτῷ καὶ δι' αὐτοῦ πεπλουτήκαμεν τὰ ἀγαθά. ΑΛΛΟ, ἑρμηνείαν ἔχον τοῦ ῥητοῦ. Οἱ τῶν ὀνομάτων ἀκριβεῖς ἐξετασταὶ, καὶ τὸ ἐξ ἑκάστου σημαινόμενον σαφῶς δοκιμάζοντες, τὸ τῆς

Logos 30 rem mid§logos-30-rem-mid

logos-30-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-30-rem-mid

δόξης ὄνομα νοοῦσι διχῶς. Πῆ μὲν γὰρ ἐπὶ τιμῆς αὐτὸ λαμβάνειν ὑπειλήφασι δεῖν, πῆ δὲ πάλιν ἐπὶ τῆς γνώσεως τάττουσιν· ὥσπερ ἂν εἴ τις λέγοι, τί ἄν τις δοξάσαι περὶ τοῦ ἡλίου τυχὸν, ἢ περί τινος ἑτέρου στοιχείου, πότερον γενητὰ ταῦτα ἢ ἀγένητα; ἐρεῖ γοῦν πάντως ὁ δοξάζων ὀρθῶς, ὡς εἴη γενητά. Οὐκοῦν καὶ ἡ περί τι τῶν ὄντων γνῶσις, δόξα καλεῖται παρὰ τοῖς ταῦτα σοφοῖς. Ὅταν οὖν εὑρίσκηται λέγων ὁ Υἱός· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ, νοεῖν ἀκόλουθον τοιῶσδε τὸ λεγόμενον· ἐπειδήπερ, φησὶν, ὦ Πάτερ, ἄνθρωπος δι' οἰκονομίαν γεγονὼς, αὐτὸ δὴ τοῦτο νομίζομαι μόνον ὅπερ ὁρῶμαι, καὶ οὐ πολλοῖς προαιώνιος ὢν Υἱὸς γινώσκομαι, δόξασόν με, ἀντὶ τοῦ, Φανέρωσόν με, τοιαύτην ἐνθεὶς περὶ ἐμοῦ γνῶσιν τοῖς ἀνθρώποις, ὁποίαν ἂν δέχοιντο περὶ ἐμοῦ, καὶ πρὶν γενέσθαι τὸν κόσμον ὑπάρχειν ἀκούοντες, Θεὸν δηλαδὴ κατὰ φύσιν, φῶς ἐκ φωτὸς, ἀλήθειαν ἐξ ἀληθινοῦ προελθόντα Πατρός. Γνωσόμεθα δὲ τοῦτο μάλιστα διὰ τῆς ἐπαγωγῆς. ∆όξασόν με γὰρ, φησὶν, ἀντὶ τοῦ, Φανερόν με κατάστησον, ἐπειδή σου κἀγὼ τὸ ὄνομα πεφανέρωκα τοῖ

Logos 30 rem close CLOSEOUT§logos-30-rem-close

logos-30-rem-closeRem CLOSEOUT: glorify me with the glory I had. LOGOS XXX CLOSEOUT.

Greek · §logos-30-rem-close

ς ἀνθρώποις. Εἰ τοίνυν ὅπερ πεποίηκε γενέσθαι βούλεται, ἐδόξασε δὲ τὸν Πατέρα φανερώσας αὐτὸν τοῖς ἀνθρώποις, δοξάζεσθαι βούλεται καὶ αὐτὸς, φανερὸς ὑπὸ τοῦ Πατρὸς τοῖς ἀνθρώποις γινόμενος. Καὶ περιττὸς τῶν χριστομάχων ὁ λόγος, τιμῆς ἤτοι δόξης ἐνδεᾶ τὸν Υἱὸν εἰσφέρων. ΑΛΛΟ. Εἰ δόξης εἶναι καὶ τιμῆς ἐνδεᾶ φατε τὸν Υἱὸν, διά τε τοῦτο παρὰ τοῦ Πατρὸς δοξάζεσθαι ζητεῖν, καὶ ἐν 75.441 τεῦθεν ὑμῖν τὸ τῆς ἀνομοιότητος ἔγκλημα πλέκεται, λέγετε δὴ πάλιν, πῶς ὁ Πατὴρ ἐν Υἱῷ θεωρεῖται; Εἰ γὰρ χρῄζει δόξης ὁ Υἱὸς, οὐκ ὄντος τοῦ Πατρὸς, πῶς τὸ δόξης μὴ δεόμενον, ἐν δεομένῳ καθ' ὑμᾶς ὀφθήσεται· ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων ὁ Σωτήρ· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, τελείαν ἔχει τὴν δόξαν, ὥσπερ καὶ ὁ Πατὴρ, ἵνα φαίνηται καὶ ἐν αὐτῷ. Οὐ γὰρ ἂν ἀπαραλλάκτως ἐν ἑαυτῷ δείξειε τὸν Πατέρα, μὴ τοῦτο ὢν καὶ κατὰ τὴν δόξαν, ὅπερ ἐκεῖνός ἐστιν. ΑΛΛΟ. Εἰ δόξης ἐστὶν ἐνδεὴς ὁ Υἱὸς, ἕτερόν τι παρὰ τὸν Πατέρα φανεῖται. Οὐ γὰρ ἂν εἴη τὸ ἐνδεές τινος τῷ παντελείῳ ταυτόν. Εἰ δὲ ἀληθεύει λέγων ὁ Σωτήρ· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἔσται τέλειος ὥσπερ καὶ ὁ Πατὴρ, πρὸς

Logos 31 opening: God’s self-knowledge vs ours§logos-31-open

logos-31-openThirty-first discourse. Against those who say God knows nothing more of his own essence than we do.

Creaturely knowledge is not made equal to God’s self-knowledge of the unbegotten.

Greek · §logos-31-open

ΛΟΓΟΣ ΛΑʹ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Θεὸς περὶ τῆς ἑαυτοῦ οὐσίας οὐδὲν πλέον ἡμῶν ἐπίσταται· ἀλλ' ὅπερ ἂν αὐτὸς εἰδείη περὶ ἑαυτοῦ, τοῦτο καὶ ἡμεῖς ἀπαραλλάκτως. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Ἀγένητός ἐστιν, φασὶν, ἡ τοῦ Θεοῦ σοφία, καὶ τοῦτό ἐστι τὸ εἶναι αὐτῇ. Οὐκοῦν ὁ γινώσκων ὅτιπερ τοῦτο εἴη Θεὸς, εἴσεται πάντως αὐτόν. Οἶδε δὲ καὶ αὐτὸς ἑαυτὸν ἀγένητον. Οὐδὲν οὖν τὸ παραλλάττον, αὐτοῦ μὲν περὶ ἑαυτοῦ τοῦτο δοξάζοντος, ἡμῶν δὲ αὖ πάλιν οὕτως ἔχειν αὐτὸν πιστευόντων. Πρὸς τοῦτο λύσις. Γέλως μὲν ὄντως τὰ τοιαῦτα καὶ μωρία πολλὴ, μᾶλλον δὲ μανίας ἁπάσης ἐπέκεινα χωρεῖ τοῖς οὕτω διακειμένοις ὁ νοῦς. Ἄνθρωποι γὰρ ὄντες, καὶ τοσοῦτον καταβεβηκότες τὴν θείαν οὐσίαν, ὅσον αὐτῶν ὑπερέχει, τὸν αὐτὸν ἔχειν ἐκείνῃ φαντάζονται νοῦν, εἴ γε δεῖ καὶ τοῦτο λέγειν ἐπὶ Θεοῦ· οὐ γὰρ ἤκουσαν, ὡς εἰκὸς, Ἡσαΐου λέγοντος· Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ; Τίς ἔγνω νοῦν Κυρίου; Λεγόντων τοιγαροῦν ἡμῖν οἱ τὴν ἀμέτρητον καὶ ἀκατάληπτον τοῦ Θεοῦ φύσιν ἀνθρωπίνοις μετρεῖν ἐπιχειροῦντες λογισμοῖς, ὥσπερ οἱ τὸν οὐρανὸν σπιθαμῇ· τί ποτε ἄρα φήσουσιν ἀντερωτώμενοι παρ' ἡμῶν, πότερόν ποτε κατὰ τὴν ἑαυτῶν ἐπιχείρησιν, ἐν τῷ ἀγενήτῳ εἶναι τὸν Θεόν· καὶ αὐτὸ δὴ τοῦτο τὴν ἄῤῥητον οὐσίαν δηλοῦν, ἢ οὐχί; Εἰ μὲν γὰρ ἀρνήσονται, οἴχεται σύμπαν αὐτοῖς τὸ κατασκεύασμα, καὶ ἡ σοφὴ πρότασις ὡς ἕωλος εὑρεθήσεται, αὐτῶν ὅπερ ἔθεντο παραιτουμένων εἰπεῖν. Εἰ δὲ κρατύνειν οἴονται δεῖν τὸ κατασκεύασμα, καὶ οὕτω ληροῦντες ἐλεγχθήσονται. Οὐ γὰρ ἐπειδήπερ ἀγενήτως εἶναι δεῖ τὸν Θεὸν, διὰ τοῦτο πάντως καὶ ἐν τῷ ἀγενήτῳ τὸ εἶναι ἔχει. Ὅμοιον γὰρ, ὡς εἴ τις λέγοι· Ἐπειδὴ πᾶς 75.444 ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττὸς, ἐν τούτοις τὸ εἶναι ἔχει. Καὶ πάλιν· Ἐπειδὴ πᾶς ἀριθμὸς ἀναγκαίως ἐκ μονάδος σύγκειται, ἐν τῇ μονάδι τὸ εἶναι ἔχει. Καὶ πάλιν· Ἐπειδὴ πᾶς ἄνθρωπος ἐν τῷ εἶναι ζῶον λογικὸν, θνητὸν, νοῦ

Logos 31 rem early§logos-31-rem-early

logos-31-rem-earlyRem early: God’s self-knowledge vs ours.

Greek · §logos-31-rem-early

καὶ ἐπιστήμης δεκτικὸν, οὐκ αὐτὸς ὑπάρξει καθ' ἑαυτὸν ὁ ἄνθρωπος, ἀλλ' ἐν τούτοις τὸ εἶναι ἕξει. Καὶ πάλιν· Ἐπειδήπερ πᾶς ἄνθρωπος ἄπτερός ἐστιν, ἐν τῷ ἄπτερος εἶναι τὸ εἶναι ἔχει. Ἀλλ' ἔστι γελοῖον τὰ τοιαῦτα καὶ μόνον ἐννοεῖν. Ἐπειδὴ γὰρ ἄνθρωπος, διὰ τοῦτο καὶ ζῶον λογικὸν, θνητόν· καὶ ἐπειδὴ ἄνθρωπος, διὰ τοῦτο ἄπτερος· καὶ ἐπειδήπερ ἀριθμὸς, διὰ τοῦτο ἐν τῷ περιττῷ καὶ ἀρτίῳ γίνεται. Οὐκοῦν ὑποκειμένης τῆς οὐσίας, πάντα λέγεται τὰ ἐπ' αὐτῇ κατηγορούμενα, οὐκ ἀναιρεθείσης τῆς οὐσίας, ὡς ὅροι τὰ ἐπισυμβεβηκότα αὐταῖς λαμβάνονται. Εἰ τοίνυν καὶ ἡ ἀγένητος φωνὴ κατηγορεῖται τῆς τοῦ Θεοῦ οὐσίας, ὡς ἕν τι τῶν περὶ αὐτὸν, οὐκ αὐτὴ τυγχάνον τὸ γὰρ μὴ γενέσθαι δηλοῖ, οὐ μὲν τῷ ἀγενήτῳ τὸ ὑπάρχειν ἕξει Θεός· ἀλλ' ὢν καὶ ὑπάρχων, ἀγένητός ἐστιν. ΑΛΛΟ. Εἰ ὅπερ ἂν ὑπάρχοι μόνῳ τῷ Θεῷ, τοῦτο πάντως καὶ οὐσία ἔσται αὐτοῦ, ἐκ πολλῶν ἡμῖν οὐσιῶν συγκείσεται. Πολλὰ γάρ ἐστιν, ἃ μόνῳ μὲν αὐτῷ κατὰ φύσιν ὑπάρχει. Ἑτέρῳ δὲ τῶν ὄντων οὐδενὶ, καὶ βασιλεὺς, καὶ κύριος, καὶ ἄφθαρτος, καὶ ἀόρατος, καὶ πρὸς τούτοις ἕτερα μυρία περὶ αὐτοῦ λέγουσιν αἱ θεῖαι Γραφαί. Εἰ τοίνυν ἕκαστον τῶν αὐτῷ προσόντων, ἐν οὐσίας τάξει κείσεται, πῶς οὐκ ἔσται σύνθετος ὁ ἁπλοῦς; Ὅπερ ἐστὶν ἐννοεῖν ἀτοπώτατον. Οὐκοῦν ἡ ἀγένητος φωνὴ, ἕν τι τῶν αὐτῷ προσόντων γνωρίζουσα, οὐκ ἔσται οὐσία, καὶ περιττὸν τὸ λέγειν ἐν τῷ ἀγενήτῳ τὸ εἶναι ἔχειν τὸν Θεόν. ΑΛΛΟ. Εἰ πᾶσα οὐσία τὸ τί ἐστι σημαίνει τὸ ὁριζόμενον οὐχὶ τί οὐκ ἔστιν (οὐ γὰρ ἄν τις εὐφρονῶν τὴν ἀνθρώπου φύσιν ὁριζόμενος λέγοι, ἄπτερος, οὐχὶ τετράπους, ἀλλὰ μᾶλλον ἐξ ὧν σημαίνεται κυριώτερον, καὶ ἐξ ὧν ἐστι, τουτέστι, ζῶον λογικὸν θνητὸν), ἡ δὲ ἀγένητος φωνὴ, οὐ τί ἐστι κατὰ φύσιν Θεὸς, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ (ὅτι γὰρ μὴ γενητός ἐστι, σημαίνει), οὐκ ἃν εἴη οὐσία, οὐδὲ ἐν αὐτῷ τὸ εἶναι ἕξει Θεός. ΑΛΛΟ. Πᾶν ὅπερ ἂν κατηγοροῖτο κατά τινος, ὡς τὸ τί ἐστιν εὖ μάλα σημαῖνον· ἢ ὡς γένος, ἢ ὡς εἶδος, ἢ ὡς διαφορὰ, ἢ ὡς ὅρος ἔσται. ∆εῖ γὰρ πάντως ἓν εἶναι τῶν εἰρημένων. Ἡ τοίνυν ἀγένητος φωνὴ πῶς ἡμῖν τὴν θείαν οὐσίαν σημανεῖ; Λεγέτωσαν οἱ τὰς ἀμαθεῖς προτάσεις εἰσφέροντες· γένος μὲν γὰρ ἢ εἶδος οὐκ ἂν εἴη, κατὰ τὴν Ἀριστοτέλους τέχνην. Κατὰ πλειόνων γὰρ κατηγορεῖται τὰ γένη καὶ τὰ εἴδη· διαφερόντων δὲ, ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. Τὸ δὲ ἀγένητος ὄνομα, οὐκ ἂν φέροιτο κατά τινος ἑτέρου, μόνῳ δὲ ὑπάρχει Θεῷ· διὸ δὴ κατ' αὐτοῦ κατ 75.445 ηγορεῖται μόνον. Οὐκοῦν οὐκ ἂν εἴη γένος τὸ εἰς εἴδη, καὶ διαφορὰς, καὶ ἀριθμὸν τέμνεσθαι μὴ δυνάμενον. Ἀλλ' ἐρεῖ τις τυχὸν, ὅρον εἶναι τὸ ἀγένητον· ἐντεῦθεν ἡμῖν καὶ τοῦτο ψεῦδος ὂν ἐλεγχθήσεται. Πᾶς μὲν γὰρ ὅρος λόγος ἐστὶ, τὸ τ

Logos 31 rem mid§logos-31-rem-mid

logos-31-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-31-rem-mid

ὐσίᾳ αὐτού. Ἀντίθεσις ἐκ τῶν λεγόντων εἰδέναι τὸν Θεὸν, ὡς αὐτὸς ἑαυτόν. Τὸ ἀγένητος ὄνομα, φασὶν, ἤ τι παραστατικὸν τῆς οὐσίας τοῦ Θεοῦ νοηθήσεται, ἢ σημαίνει τι τῶν συμβεβηκότων αὐτῇ. Ἀλλὰ μὴν οὐδὲν τῇ θείᾳ συμβέβηκεν οὐσίᾳ· τελεία γὰρ ἐξ ἑαυτῆς. Τὸ ἀγένητον ἄρα τῆς οὐσίας ἔσται δηλωτικόν. Εἰ δὲ τοῦτο, οἶδε Θεὸς ἑαυτὸν ἀγένητον. Καὶ εἴ τις ἕτερος τοῦτο εἰδείη, εἴσεται πάντως Θεὸν, ὡς αὐτὸς ἑαυτόν. Πρὸς τοῦτο λύσις. Σοφὸν μὲν τὸ λέγειν μηδὲν ἐπισυμβαίνειν τῇ οὐσίᾳ τοῦ Θεοῦ. διὰ τὸ ἔχειν αὐτὴν ἐξ ἑαυτῆς τὸ εἶναι τε 75.448 λείαν. Ὁρῶμεν δὲ ὅτι πολὺς ἡμᾶς ἀναγκάζει λόγος, ὡς συμβεβηκότα τὰ τοιαῦτα νοεῖν ἐπὶ Θεοῦ, καὶ εἰ μὴ πάντως συνέβη. Τί γὰρ ἐροῦμεν ἐννοοῦντες ὅτι πρὸ μὲν τῆς διακοσμήσεως τοῦδε τοῦ παντὸς, ἦν μὲν κατ' οὐσίαν δημιουργὸς, οὔπω δὲ τοῦτο τῇ ἐνεργείᾳ, διὰ τὸ μήπω τῶν ὄντων τι παρῆχθαι πρὸς γένεσιν; Ἐπειδὴ δὲ ἐποίησε τὸ πᾶν, γέγονεν ὥσπερ καὶ δημιουργὸς, καὶ τρόπον τινὰ συμβέβηκε τοῦτο αὐτῷ, διὰ τοῦ καὶ ἐξ ἐνεργείας ὀφθῆναι τοιοῦτον. Εἰ τοίνυν νοεῖταί τινα τῶν πραγμάτων ὡς ἐπισυμβεβηκότα Θεῷ, τί μάτην περὶ τοῦ μὴ δεῖν ἐπισυμβεβηκέναι λέγειν τῷ Θεῷ τὸ ἀγένητον διατείνεσθε, ἐν τῷ τοιῷδε σχήματι φαινομένων τινῶν τῶν ὅσαπέρ ἐστι κατ' οὐσίαν αὐτῷ; ΑΛΛΟ. Ἀποκρινάσθωσαν ἡμῖν οἱ σπιθαμῇ μετρεῖν ἐπιχειροῦντες τὸν οὐρανὸν, καὶ τὴν θείαν οὐσίαν ὅπως ἔχει φύσεως νοεῖν ὑπισχνούμενοι, τί ποτε ἄρα ἐροῦσι τὸ πατὴρ ὄνομα ταττόμενον ἐπὶ Θεοῦ; Τῆς οὐσίας αὐτοῦ παραστατικὸν ἢ συμβεβηκότος αὐτῇ τινος; Ἀλλ' οὐδὲν ἐπισυμβαίνειν τῇ οὐσίᾳ τοῦ Θεοῦ φάσκοντες, οὐκ εἶναι δώσουσι συμβεβηκός. Λείπεται τοίνυν εἰπεῖν ὅτι τῆς οὐσίας δηλωτικόν ἐστι. Ταυτὸν οὖν τὸ πατὴρ τῷ ἀγενήτῳ, ἵνα μὴ σύνθετος καὶ ἐκ δύο συγκείμενος οὐσιῶν νοῆται Θεός. Εἰ δὲ τοῦτο, ἐπειδὴ ταυτὸν ἀγένητος καὶ πατὴρ καθ' ὑμᾶς, ὥσπερ τοῦ εἶναι οὐκ ἤρξατο, οὕτως οὐδὲ τοῦ εἶναι πατήρ· ἀλλ' ἦν ἀεὶ τοῦτο, συνεισφερομένου δηλαδὴ καὶ τοῦ γεννήματος· οὕτω γὰρ ἂν εἴη Πατήρ. Ἔτι τε πρὸς τούτῳ, εἰ τὸ ἀγένητον καὶ πατὴρ ἐπὶ Θεοῦ τὴν οὐσίαν σημαίνει, τί κωλύσει λέγειν ὅτι πάντως ἀντιστρέψει πρὸς ἑαυτὰ τὰ ὀνόματα, ὡς εἴ τίς ἐστι πατὴρ, τοῦτ' εἶναι καὶ ἀγένητον· καὶ εἴ τι ἀγένητον, τοῦτο καὶ πατήρ; Οἰχήσεται δὴ οὖν καὶ χωρήσει λοιπὸν ἐπὶ πάντας τὸ μόνῳ προσὸν τῷ Θεῷ ὡς ἴδιον αὐτοῦ καὶ ἐξαίρετον τὸ ἀγένητον εἶναί φημι. Ὁρᾶτε τοίνυν εἰς ὅσην ἀτοπίαν ὑμῖν καταστρέφουσιν οἱ λόγοι. ΑΛΛΟ. Μηδὲν κατ' ἐπίνοιαν συμβεβηκὸς νοοῦντες ἐπὶ Θεοῦ, μήτε μὴν οὕτω τισὶν νοεῖν ἐπιτρέποντες, πολλῇ δυσχερείᾳ περιπεσεῖσθε πάντως, καὶ μυρίος ἡμᾶς νοημάτων ἀθέσμων περιεστήξει θόρυβος. Ἆρα γὰρ εἴ τις ὑμᾶς ἐρωτῴη, τὸ πατὴρ καὶ τὸ ἀγένητος, ἄφθαρτός τε

Logos 31 rem close CLOSEOUT§logos-31-rem-close

logos-31-rem-closeRem CLOSEOUT: God’s self-knowledge vs ours. LOGOS XXXI CLOSEOUT.

Greek · §logos-31-rem-close

ς ἂν εἶναί τις δῴη καὶ τὴν θείαν οὐσίαν, οὐκ εἰδότες ὅτι τοσοῦτον ὑπερέξει καὶ κατὰ τοῦτο τῶν γενητῶν, ὅσον αὐτῶν καὶ κατὰ φύσιν διέστηκεν. Εἶτα πρὸς τούτῳ πῶς οὐ λίαν ἐστὶν ἀτοπώτατον, οὐκ ἀληθῶς εἰδέναι λέγειν τὸν μὴ παραπλησίως εἰδότα τι τῷ τελείαν ἔχοντι τὴν γνῶσιν πράγματός τινος τυχὸν, ἐφ' οὗπερ ἂν τυχὸν καὶ οἱ λόγοι γίνονται; Ἔστι μὲν γὰρ ἧττον εἰδέναι καὶ κατὰ τοῦτο τοῦ τελείως εἰδότος ἀπολιμπάνεσθαι, οὐ μὴν παντελῶς καὶ διεστραμμένως. Οἷον φέρε εἰπεῖν, ἐπίσταταί τις ὅτι περὶ τὴν σελήνην ἔκλειψις γίνεσθαι συμβαίνει, ἀγνοεῖ δὲ ὅπως καὶ τίνα τρόπον· ἀλλ' ἔστω τις ἕτερος τυχὸν ὁ καὶ τοῦτο εἰδώς. Ἆρ' οὖν ἐπειδήπερ ὁ μέν τις σοφώτερος ὢν οἶδε τὸ συναμφότερον, ὁ δὲ κατὰ τὸ δύνασθαι νοεῖν ἐλάττων ἐκείνου τυγχάνων, οἶδε τὸ ἕτερον, ψευδῶς δοξάσει περὶ τὴν σελήνην τὰς ἐκλείψεις γίνεσθαι λέγων; Ἀλλ' οὐκ ἔστι τοῦτο. Εἰ τοίνυν ἐνδέχεται περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος, μείζονα μὲν ἔν τισι κεῖσθαι τὴν γνῶσιν, ἐλάττοντα δὲ ἐν ἑτέροις, καὶ ἀληθεῖς εἶναι τὰς δόξας ἐν ἀμφοτέροις, τί κωλύσει καὶ ἡμᾶς ἀνθρώπους ὄντας, ἔλαττον μὲν εἰδέναι Θεοῦ, ἢ ὡς αὐτὸς ἑαυτὸν οἶδε, τί ποτέ ἐστι κατ' οὐσίαν, μὴ μὴν ψευδῶς τε καὶ διεστραμμένως; ΑΛΛΟ. Ἐπὶ τὴν τῶν ὄντων σημασίαν ἤτοι κατάληψιν, πολλαῖς καὶ διαφόροις ἐννοίαις ἐρχόμεθα. Καὶ οὐ πάντως ψευδῶς τε καὶ διεστραμμένως δοξάσει τις πρὸς ἕτερον, ὅτι μὴ ταῖς αὐταῖς ἐννοίαις, ἀλλ' ἑτέραις τισὶν ἐπί τι τῶν ζητουμένων βαδίζει. Οἷον φέρε εἰπεῖν, ἔστωσαν δύο τινὲς ἐρωτώμενοι, εἰ ταυτόν ἐστι τῷ ἀνθρώπῳ ὁ ἵππος, καὶ ὁ μὲν ἀποκρινέσθω μὴ εἶναι ταυτὸν, ἐπεὶ πᾶς ἄνθρωπος γελαστικὸν, ὁ δὲ ἵππος οὐ τοῦτο· ὁ δὲ ἕτερος λεγέτω, Οὐ ταυτὸν ἵππῳ ὁ ἄνθρωπος, ἐπειδήπερ τὸ χρεμετιστικὸν τῆς οὐσίας αὐτοῦ οὐ κατηγορεῖται. Ἆρ' οὖν οὐκ ἀληθεύσουσιν 75.452 ἀμφότεροι, καὶ λόγον ἀποδώσουσιν ὀρθὸν, εἰ καὶ μὴ ταῖς αὐταῖς ἐννοίαις ἐχρήσαντο; ∆υνατοῦ τοιγαροῦν ὄντος διαφόρως μὲν δοξάζειν περί τι τῶν ὄντων, μὴ ψευδῶς δὲ μηδὲ διεστραμμένως, τί κωλύσει Θεὸν μὲν ἑαυτὸν εἰδέναι τελείως ὅπερ ἐστὶν κατ' οὐσίαν· ἡμᾶς δὲ ἀνθρώπους ὄντας ἔλαττόν τε νοοῦντας αὐτοῦ, μὴ πάντως καὶ διεψευσμένας ἔχειν τὰς δόξας; ΑΛΛΟ. Εἰ παντὶ λογικῷ τὴν ἐνυπάρχουσαν αὐτῷ γνῶσιν ὁρῶμεν τῇ τοῦ γένους διαφορᾷ συμμεμετρημένην, ὡς ἑτέραν μὲν εἶναι πιστεύειν ἐν ἀγγέλοις, μείζονα δὲ ἐν ἀρχαγγέλοις, καὶ ἔτι ταύτης ὑπερέχουσαν ἐν ταῖς ἀνωτέρω δυνάμεσι· συμμεμέτρηται τοίνυν καὶ ἀνθρώπου γνῶσις ἐλάττων οὖσα τῆς τῶν εἰρημένων. Πῶς οὖν ὁμοίως δοξάσει Θεῷ ὁ μὴ τοσοῦτος εἰς νοῦν, ὅσον ἂν εἶναί τις δοίη τὸν ἄγγελον, ὁμολογουμένου δήπουθεν ὅτιπερ ἡ Θεοῦ γνῶσις ὑπερέχει πάντα νοῦν, καὶ πᾶσαν κατάληψιν ἀναβήσετ

Logos 32 opening: NT florilegium: Son God by nature§logos-32-open

logos-32-openThirty-second discourse. Selections with syllogisms from the New Testament that the Son is God by nature, therefore neither made nor creature.

Pauline and Gospel lemmas are stacked so Christ is confessed God, not a creatural product.

Greek · §logos-32-open

ΛΟΓΟΣ ΛΒʹ. Ἐκλογαὶ ῥητῶν μετὰ συλλογισμῶν ἐκ τῆς Καινῆς ∆ιαθήκης ὅτι Θεὸς κατὰ φύσιν ὁ Υἱὸς, εἰ δὲ τοῦτο, οὐ ποίημα, οὐδὲ κτίσμα. Ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. Ῥωμαίοις ἐπιστέλλων Παῦλος, ∆οῦλος, φησὶν, Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Καὶ πάλιν ἐν τῇ αὐτῇ Ἐπιστολῇ περὶ τοῦ Σωτῆρος λέγει· ∆ι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ. Ὁ λέγων εἰς Εὐαγγέλιον ἀφωρίσθαι Θεοῦ, παραχρῆμά φησιν, ἀπεστάλθαι κηρύξων ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ὁμολογεῖν ἐντεῦθεν δηλονότι Θεὸν ὄντα τὸν Χριστόν. Πῶς οὖν ἔτι κτίσμα ἢ ποίημα οὐκ ἐνδεχομένου κτιστὴν εἶναι τὴν οὐσίαν τοῦ κατὰ φύσιν ὄντος Θεοῦ; ΑΛΛΟ. Χάρις ὑμῖν καὶ εἰρήνη, φησὶν, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἰ συμπαραλαμβάνεται Χριστὸς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς τὴν τῶν θείων χαρισμάτων ἐπίδοσιν, καὶ συγχορηγεῖ τοῖς ἁγίοις τὰ δῶρα, πῶς οὐ Θεὸς ὁ ἐν Θεοῦ τάξει τεθεὶς, καὶ πάντα ῥᾳδίως ἐνεργεῖν δυνάμενος ἅπερ ἂν καὶ ὁ γεννήσας αὐτόν; Οὐ γὰρ δή που μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν Θεοῦ καὶ ποιήματος· ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀνάγωμεν οὐσίαν, μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γενητοῖς πρέποντα κατάγωμεν τόπον. Οἷς γὰρ ἡ ἐνέργεια καὶ ἡ δύναμις ἀπαραλλάκτως μία, τούτοις ἀνάγκη καὶ τὴν τοῦ εἴδους ἑνότητα σώζεσθαι. Ἄλλως τε καὶ τοῦ προφήτου λέγοντος Ἡσαΐου· Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, ταύτην ὁ Υἱὸς μετὰ Πατρὸς χορηγῶν φαίνεται. Θεὸς οὖν ἄρα καὶ Θεὸς ἀληθινὸς ὁ ἐν Θεῷ Πατρὶ καὶ μετὰ Πατρὸς πάντα ἐνεργῶν. ΑΛΛΟ, εἰς τὸ αὐτό. Συνταττόμενος τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Χριστὸς, καὶ ὅσον οὐδέπω μέλλων ἤδη πρὸς τὸ σωτήριον ἀναβήσεσθαι πάθος, Εἰρήνην, φησὶ, τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Εἰ τοίνυν ἑαυτοῦ τὴν εἰρήνην εἶναί φησιν, ὡς ἴδιον

Logos 32 rem early§logos-32-rem-early

logos-32-rem-earlyRem early: NT florilegium: Son God by nature.

Greek · §logos-32-rem-early

ἀγαθὸν καὶ φυσικῶς ἐνυπάρχον αὐτῷ, πῶς οὐκ ἔσται παντί τῳ σαφὲς, ὅτιπερ οὐ μετοχικῶς ἐπὶ τὸν Υἱὸν τὰ Πατρὸς ἐξαίρετα διαβαίνῃ, καθάπερ καὶ ἐν τοῖς λογικοῖς κτίσμασιν, ἀλλ' οὐσιώδης ἕλκει λόγος ἐπὶ τὸν γεγεννημένον τὰ τοῦ γεννήσαντος ἴδια; ∆ιὸ δὴ καὶ συνδοτὴρ καὶ συγχορηγὸς φυσικῶς τε καὶ ἀδιαστάτως παραλαμβάνεται, καὶ διανέμει σὺν Πατρὶ τοῖς ἁγίοις τὰς δωρεάς. Ὁ δὲ οὕτως ἔχων οὐσίας, πῶς οὐκ ἂν εἴη φύσει Θεός; Εἰ δὲ φύσει Θεὸς, οὐ ποίημα. 75.456 ΑΛΛΟ. Ἀποκαλύπτεται γὰρ, φησὶν, ὀργὴ Θεοῦ ἀπὸ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ Θεοῦ, φανερόν ἐστιν ἐν αὐτοῖς. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Εἰ τοίνυν ἀπὸ τῆς ἐν τοῖς ποιήμασι μεγαλουργίας ἀναλόγως ἡ τοῦ μεγαλουργήσαντος ὁρᾶται θειότης, ἔξω μὲν πάντων τῶν γενητῶν ὁ Υἱὸς κείσεται. Ἐπειδὴ δὲ πάλιν αὐτός ἐστιν ὁ πάντων ποιητὴς, αὐτοῦ δηλονότι καὶ ἡ θειότης διὰ τῶν πεποιημένων ὁρᾶται· πῶς οὖν ποίημα ἢ κτίσμα ὂν ἡ τῶν γενητῶν φύσις δι' αὐτοῦ τοῦ πεποιῆσθαι δεικνύει Θεοῦ ὄντα κατὰ φύσιν; ΑΛΛΟ. Τοὺς ἐκ τῶν ποιημάτων ἀναλόγως τοῦ δημιουργοῦ τὴν θειότητα δυναμένους ὁρᾷν, ἀναπολογήτους ἔσεσθαί φησιν ὁ μακάριος Παῦλος, διότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν. Οὐκοῦν εἰ Θεὸν ἐπιγινώσκουσιν οἱ τὸν τῆς κτίσεως ὁρῶντες δημιουργὸν, τῷ δὲ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, Θεὸς ἄρα, καὶ οὐ ποίημα ὁ Υἱὸς, ὁ πάντα πρὸς τὸ εἶναι καλέσας· ὃν καὶ δοξάσαι παραιτησάμενοι μένουσιν ἀναπολόγητοι, περὶ ὧν ἡμῖν ὁ λόγος. ∆οξολογία δὲ πάλιν χρεωστεῖται καὶ πρέπει μόνῳ Θεῷ, γενητῆς δὲ φύσεως ἀλλότριον· ὃ καὶ διδάσκων ἡμᾶς ὁ Σωτὴρ, πρὸς τοὺς οἰκείους φησὶ μαθητάς· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐ γὰρ τοῖς μαθηταῖς τὴν ἐφ' οἷς εὐδοκιμοῦσι δόξαν, ἀνακεῖσθαι δεῖν ἐδοκίμασε· Θεῷ δὲ μᾶλλον ὡς αὐτῷ χρεωστουμένην. Εἰ δὲ χρῆναι δοξάζεσθαι τὸν Χριστὸν, ὡς ἀποδέδεικται, καὶ ὁ τῆς ἀληθείας μάρτυς φησὶ, πῶς οὐκ ἔστι Θεὸς ὁ τὴν Θεῷ πρέπουσαν δόξαν περικείμενος; ΑΛΛΟ. Παραδεδόσθαι φησὶν ὁ μακάριος Παῦλος εἰς ἀδόκιμον νοῦν, καὶ εἰς πάθη ἀτιμίας τοὺς ἀλλάξαντας τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει· οἳ καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· ὃς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Εἰ τοίνυν ἀλλάττει τὴν ἀλήθειαν ἐν τῷ ψεύδει ὁ τῇ κτίσει λατρεύων παρὰ τὸν κτίσαντα, φυλάττει δηλαδὴ τὴν ἀλήθειαν ὁ μὴ τοῦτο ποιῶν, ἀλλ' ἐξ ἀντιστρόφου τοῖς πλανωμένοις τῷ κτίστῃ λατρεύων καὶ ποιητῇ. Κτί

Logos 32 rem mid§logos-32-rem-mid

logos-32-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-32-rem-mid

ρόνῳ πεποίηται. Μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ, τὸ ἀχρόνως εἶναι μετὰ Πατρός. ΑΛΛΟ. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη; Ἐνταῦθα σαφῶς ἐκ τῆς τῶν προσώπων διαφορᾶς, ὅσην ἔχει τὴν ὑπεροχὴν τὰ εὐαγγελικὰ κηρύγματα ὡς πρὸς τὰς διὰ τοῦ νόμου σκιὰς, ἀποδεικνύειν πειρᾶται. Εἰ γὰρ τοῖς δι' ἀγγέλων, φησὶ, διατεταγμένοις προσῆν οὕτως τὸ ἀξιόπιστον ὡς τοῖς παραβαίνειν ἐπιχειροῦσι τὴν χαλεπω 75.493 τάτην ἐπηρτῆσθαι κόλασιν, πῶς οὐ μᾶλλον τοσοῦτον μειζόνως εἰς τὸ κολάζεσθαι δικαιότερος ὁ τὰ δι' Υἱοῦ παραβαίνων φανεῖται, ὅσον περ ἂν εἴη τῆς εἰς ἀγγέλους τιμῆς ἀξιολογώτερος ὁ Υἱός; Εἰ δὲ χρὴ καὶ τὸ ἑκάστου μέτρον συνιδεῖν, οἱ μὲν παρεστῶτες ὑμνοῦσι, λειτουργικά τε εἰσὶ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα· ὁ δὲ ὑμνολογεῖται μετὰ Πατρὸς, σύνθρονός τε ὢν καὶ συμβασιλεύων αὐτῷ, καὶ ὑπὸ τῶν ἀγγέλων διακονούμενος, κατὰ τὸ ἐν τοῖς Εὐαγγελίοις· Καὶ ἰδοὺ ἄγγελοι προσῆλθον, καὶ διηκόνουν αὐτῷ· πῶς οὖν ὁ τοσοῦτον ὑπερέχων, ἐν τοῖς τοσοῦτον ὑποβεβηκόσιν, ὡς ὁ Μονογενὴς εὑρεθήσεται; Πῶς δὲ ὁ Πατρὶ συγκαθήμενος, ἐν τοῖς παρεστηκόσι, καὶ ἐν τοῖς διακονοῦσιν ὁ διακονούμενος, ἢ ἐν τοῖς βασιλευομένοις ὁ βασιλικὸν ἀξίωμα περικείμενος; ΑΛΛΟ. Εἰς Χριστὸν ἀναφέρων ὁ μακάριος Παῦλος τὸ ἐν ὀγδόῳ ψαλμῷ, λέγει· Τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Εἶτα τούτοις συνάπτει· Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Ἆρ' οὖν οὐχὶ βασιλέα καὶ Κύριον, καὶ τὴν θεοπρεπῆ περικεῖσθαι δόξαν ὁμολογήσαιμεν ᾧ τὰ πάντα ὑποτέτακται; Πῶς οὖν οὐ Θεός; Πῶς δὲ ἐν τοῖς πᾶσιν ὁ ὑπὲρ πάντα, καὶ τοσοῦτον τῶν γενητῶν τὴν φύσιν ὑπερκείμενος, ὡς τὰ μὲν ὑποτετάχθαι, καὶ τῷ τῆς δουλείας ἐνέχεσθαι ζυγῷ, τὸν δὲ αὖ πάλιν περικεῖσθαι μὲν τῆς κυριότητος τὸ ἐλεύθερον ἀξίωμα, πάντα δὲ ἔχειν ὑπὸ τοὺς πόδας; ὡς καὶ αὐτός πού φησι δι' ἑνὸς τῶν ἁγίων προφητῶν· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. ΑΛΛΟ. Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ὑμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ οὗτος δόξης παρὰ Μωσῆν ἠξίωται, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν, Πᾶς γὰρ οἶκ

Logos 32 rem close CLOSEOUT§logos-32-rem-close

logos-32-rem-closeRem CLOSEOUT: NT florilegium: Son God by nature. LOGOS XXXII CLOSEOUT.

Greek · §logos-32-rem-close

εἰς μίαν θεότητα δι' ἑαυτῆς ἀναπλεκομένης, ὡς εἶναι 75.529 μόνην τὴν θείαν οὐσίαν τὸ κυρίως ἀγαθόν. Ὁ δὲ εἰς τοσαύτην ἑνότητα τῷ Πατρὶ περισφιγγόμενος φυσικῶς Θεὸς Λόγος, πῶς ἂν εἴη γενητὸς ἢ πεποιημένος; ΑΛΛΟ. Ἐρωτώμενος ὑπὸ τῶν ἀρχιερέων ἐπὶ Ποντίου Πιλάτου Χριστὸς, εἰ αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, Σὺ εἶπας, φησὶν, οὐκ ἀρνούμενος. Εἶτα προστιθεὶς λέγει· Πλὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Τί οὖν ἡμῖν τὸ ἐντεῦθεν συναγόμενον; Ὅτι [ὅταν] ἐπὶ Θεοῦ λέγηται τὸ καθέζεσθαι καὶ θρόνος, τό τε ἀρχικόν τε καὶ δεσποτικὸν, βασιλικόν τε ὁμοῦ καὶ πάντων κρατοῦν ἀξίωμα σημαίνεται. Οὐ γὰρ δήπου φήσειεν ἄν τις τῶν σοφῶν κατὰ τὰς ἐν τοῖς πίναξιν ὁρωμένων γραφὰς χρῆναι νοεῖσθαι περὶ Θεοῦ· οὐδὲ θρόνον μέν τινα λογιούμεθα κεῖσθαι, τῶν δὲ ἁπάντων Κύριον ἀνακεκλίσθαι πιστεύομεν ἐπ' αὐτῷ, ἀλλ' οὐδὲ ὄλως εἶναι δεξιόν τε καὶ ἀριστερὸν ἐπὶ τῆς θείας καὶ ἀπερινοήτου φύσεως. Σωμάτων γὰρ οἰκεῖον καὶ σχῆμα καὶ τόπος, ἵδρυσίς τε καὶ ἔγερσις. Ταύτην οὖν ἐχόντων τὴν δύναμιν ἐπὶ Θεοῦ, τῶν τε ὀνομάτων καὶ τῶν λέξεων, ὅσαι δηποτοῦν τὰ τοιαῦτα σημαίνουσι· κατὰ τίνα τρόπον ὁ Υἱὸς ἐκ δεξιῶν τῆς δυνάμεως καθεζόμενον ἑαυτὸν ὀφθήσεσθαι λέγει, ἢ ὡς ὁμόθρονον δηλαδὴ καὶ οὐ δεύτερον εἰς τιμὴν, ὥσπερ ἂν εἴ τις οἰηθείη, τοῦ Πατρός; Τοῦτο γὰρ τὸ ἐκ δεξιῶν ἔοικε δηλοῦν, ἀπὸ τῆς παρ' ἡμῖν συνηθείας τὸ ὑπὲρ ἡμᾶς ἀνατυποῦν. Πῶς οὖν ὁμότιμός τε καὶ ἐν τοῖς αὐτοῖς τῷ Πατρὶ θρόνοις ὁ Υἱὸς ὢν εὑρεθήσεται, εἴπερ οὐκ ἔστι κατὰ φύσιν Υἱὸς τὴν τοῦ Πατρὸς ἰδιότητα φυσικῶς ἔχων ἐν ἑαυτῷ, ποίημα δὲ μᾶλλον, ὡς ἐκεῖνοι ληροῦντες φασίν; Ἢ γὰρ ἀνάγκη συνομολογεῖν μὴ ὑπὸ μόνου τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ βασιλεύεσθαι τὴν κτίσιν, ἐπιστατεῖν δὲ αὐτῇ καὶ ἕτερόν τινα γενητὸν καὶ ἐπείσακτον Θεὸν, καὶ οὐκ ἔτι Θεὸς εἷς ἐφ' ἡμᾶς, κατὰ τὴν Γραφήν· ἢ εἴπερ εἷς ἐστιν ὁ Θεὸς, συμβασιλεύει δὲ αὐτῷ Θεὸς ὢν ὁ Υἱὸς, τῆς αὐτῆς ἂν εἴη φύσεως εἰκότως, ἧσπερ ἂν ὢν ὑπάρχει καὶ ὁ Πατήρ. Οὕτω γὰρ εἷς ἔσται Θεὸς, τῇ τῆς φύσεως ταυτότητι πρὸς θεότητα μίαν τρεχούσης τῆς ἁγίας Τριάδος, εἰ καὶ ἐν τῇ καθ' ἕκαστον τῶν ὀνομάτων θέσει καὶ ἰδιαζόντως ἐν ὑπάρξει μοναδικῇ νοουμένη, τὸν τριττὸν εὐρύθμως ἀριθμὸν ἐπιδέχοιτο. Ὅτε τοίνυν τῆς αὐτῆς οὐσίας ἐστὶν ὁ Υἱὸς τῷ ἀκτίστῳ Πατρὶ, πῶς ἂν αὐτὸς ὡς κτίσμα νοοῖτο, κατὰ τὴν τῶν αἱρετικῶν ἀβουλίαν, καὶ οὐχὶ μᾶλλον ὡς γνήσιον γέννημα, ὅπερ ἐστὶ καὶ ἀληθές; Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Εἰ ἦν ἐν ἀρχῇ τῇ κατ' ἐπίνοιαν χρονικῇ (οὕτω γὰρ ἡμῖν ἐσχηματίσθω πρὸς τὸ παρὸν οἰκονομικῶς ὁ λόγος), πῶς ἂν ἐγένετο

Logos 33 opening: Spirit God by nature from the Father§logos-33-open

logos-33-openThirty-third discourse. That the Spirit is God by nature and from the Father’s essence, supplied to creation through the Son.

“From God” of the Spirit is not leveled with “all things from God” so as to multiply gods.

Greek · §logos-33-open

ΛΟΓΟΣ ΛΓʹ Ὅτι Θεὸς κατὰ φύσιν τὸ Πνεῦμα, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρός· δι' Υἱοῦ δὲ τῇ κτίσει χο ρηγούμενον. Πρότασις ὡς ἐκ τῶν δι' ἐναντίας.Εἰ διὰ τὸ λέγεσθαι, φασὶ, παρὰ ταῖς θείαις Γραφαῖς ἐκ Θεοῦ τὸ Πνεῦμα, τῆς οὐσίας αὐτὸ δώσομεν τοῦ Πατρὸς, καὶ ὁμοούσιον ὁμολογήσομεν τῇ τὰ πάντα ὑπερκειμένῃ φύσει, ἔστω καὶ πάντα τὰ ἄλλα κατὰ τόνδε τὸν τρόπον· ἐπειδήπερ τὰ πάντα ἐκ Θεοῦ τῆς ἀληθείας ὁ κήρυξ ὁμολογεῖ. Τί δὴ λοιπὸν τὸ ἐντεῦθεν; Πλῆθος ἄπειρον ἡμῖν εἰσῆκται θεῶν, εἴπερ τὸ ἐξ οὗ τοῖς πᾶσι προσκείμενον, πάντα δείκνυσιν ὁμοούσια τῷ Πατρί. Πρὸς τοῦτο λύσις. Τοῖς μὲν συνιέναι τὰς θείας ἐπιθυμοῦσι Γραφὰς, χρεία τις εἰς τὸ πιστεύειν ἑτοιμότητος. Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε, φησί που λόγος προφητικός. Ἐπειδὴ δὲ ἀμαθῶς καὶ ταῦτα προτείνουσιν οἱ δι' ἐναντίας, ἀνάγκη δὴ λοιπὸν ἐπ' ἐκεῖνα χωρεῖν, δι' ὧν τὸ ἐξ ὧν δυσφημοῦσιν ἀμαθῶς ἀποκρουσθήσεται βλάβος. Οὐχ οὕτως, ὦ βέλτιστοι, τὰ πάντα φαμὲν ἐκ Θεοῦ, καθάπερ καὶ τὸ Πνεῦμα. Τὸ μὲν γάρ ἐστι φυσικῶς ἐνυπάρχον αὐτῷ, καὶ οὐσιωδῶς ἐμπεπηγὸς, ἵν' οὕτως εἴπωμεν, καὶ ἀμερίστως ἐξ αὐτοῦ προϊόν. Τὰ δὲ τῆς ἐνεργείας ἔργα καὶ ποιήματα, δι' Υἱοῦ ἐν Πνεύματι γεγονότα καὶ οὕτως ἐκ Θεοῦ νοούμενα. Εἰ δὲ τούτοις ἡμῶν οὐ πείθεσθε τοῖς λόγοις, ἐν ἴσῃ δὲ τάξει τοῖς πεποιημένοις καὶ τὸ Πνεῦμα θήσετε, διὰ τὸ ἐκ Θεοῦ καὶ αὐτὸ λέγεσθαι, καθάπερ ἐκεῖνοι, τί τὸ κωλύον καὶ ἡμᾶς ἀνθυπενεγκόντας εἰπεῖν· Εἰ ἐκ Θεοῦ τὰ πάντα ἐστὶν, ὥσπερ καὶ τὸ Πνεῦμα, καὶ τὸ ἐξαίρετον οὐδὲν ἐν αὐτῷ παρὰ τὰ ποιήματα, διατί μὴ καὶ ἕκαστον τῶν γεγονότων, ἐπειδήπερ ἐκ Θεοῦ εἶναι λέγεται, οἶδε τὰ τοῦ Θεοῦ, καὶ ἐρευνᾷ τὰ βάθη τοῦ Θεοῦ; ∆ιατί μὴ διὰ πάντων ἀποκαλύπτει Θεὸς, ἀλλὰ διὰ μόνου τοῦ Πνεύματος; Ὅτε τοίνυν τὰ μὲν ἄλλα ποιήματα, διὰ τοῦ Πνεύματος τὴν ἀποκάλυψιν ἔχει· αὐτὸ δὲ τὸ Πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυσικῶς ὑπάρχον, ὥσπερ καὶ ἐ

Logos 33 rem early§logos-33-rem-early

logos-33-rem-earlyRem early: Spirit God by nature from the Father.

Greek · §logos-33-rem-early

ν τῷ ἀνθρώπῳ τὸ ἀν 75.568 θρώπινον, πρόδηλον δήποθεν ὡς Θεὸς μὲν, τὸ Πνεῦμα τὸ ἐξ οὗ κυρίως ἔχον καὶ φυσικῶς ἐν Θεῷ. Τὰ δ' ἄλλα ποιήματα καταχρηστικώτερον, ὡς ἐκ ποιητοῦ καὶ δημιουργοῦ πεφηνότα, τὸ ἐξ οὗ λεγόμενα. Μαρτυρίαι τοῦ ῥητοῦ. Ὁ Παῦλος· Ἡμεῖς δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐλάβομεν, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. Καὶ πάλιν· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ. ΑΛΛΟ. Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. ΑΛΛΟ. Εἰ τὸ πνεῦμα τὸ ἀνθρώπινον οὐκ ἐξ ἀποκαλύψεως ἑτέρου τινὸς οἷδε τὰ ἐν αὐτῷ, ἀλλ' ὡς φυσικῶς καὶ κυρίως ὑπάρχον αὐτοῦ, τὰ τῆς καρδίας βάθη γινώσκει καὶ ἐρευνᾷ, οὕτω δὲ [φ. δὴ] ἐν Θεῷ καὶ Πατρὶ τὸ Πνεῦμα τὸ ἅγιον. Τῆς φύσεως ἄρα τῆς θείας ἔσται, καθάπερ καὶ τοῦ ἀνθρώπου τὸ ἀνθρώπινον. ΑΛΛΟ. Ἐπιστέλλει δὲ τισὶν ὁ Παῦλος· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην. ∆έχου μοι πάλιν ἐντεῦθεν ὀρθὰς περὶ τοῦ ἁγίου Πνεύματος τὰς ἐννοίας, ἵνα δὴ καὶ ἐκμάθῃς ἀπὸ τῆς τοῦ Σωτῆρος ὑπάρχον οὐσίας, καὶ τῆς μιᾶς θεότητος οὐκ ἀλλότριον. Πνεῦμα γὰρ ἀποκαλέσας αὐτοῦ Θεοῦ, εὐθὺς αὐτὸ καὶ Πνεῦμα λέγει Χριστοῦ. ∆εικνύων μὲν ὅτι πάντα τὰ τοῦ Πατρὸς ἴδια, διαβαίνει ἐπὶ τὸν ἐξ αὐτοῦ φυσικῶς γεννηθέντα Υἱόν. Χριστὸν δὲ πάλιν εὐθὺς τὸ Πνεῦμα καλεῖ, λέγων· Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, οὐκ ἀλλότριον αὐτὸ δεικνύων τῆς τοῦ Λόγου φύσεως. Ἀλλ' οὕτως ἡνωμένον, εἰ καὶ ἔστιν ἰδιοσύστατον, ὡς αὐτό τε ὑπάρχειν ἐν Υἱῷ, καὶ Υἱὸν ἐν αὐτῷ διὰ τὴν τῆς οὐσίας ταυτότητα. ΑΛΛΟ. Ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἶναί φαμεν, καὶ οὕτω πιστεύομεν. Ἀλλ' οἱ πρὸς μόνον τὸ δυσφημεῖν ἑτοιμότατοι, καὶ τὰ ἄλλα πάντα ἐκ Θεοῦ γενέσθαι φασὶ, τοῦ Παύλου γράφοντος· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα. Εἶτα νομίζουσιν δύνασθαι ἀνατρέπειν τὸ ἐκ τῆς οὐσίας εἶναί τε τοῦ Πατρὸς τὸ Πνεῦμα, διὰ τὸ φέρεσθαι καὶ κατὰ τῶν ποιημάτων, τὸ, ἐξ οὗ, ὅπερ ἐπὶ τοῦ Πνεύματος κείμενον, ἐκ τῆς οὐσίας αὐτὸ φυσικῶς ὑπάρχον ἀποδεικνύον· ἀλλ' ἔστι πρὸς τοῦτο λέγειν, ὅτι καὶ ἐφ' Υἱοῦ κυρίως μὲν κεῖται τὸ υἱὸς ὄνομα, κεῖται δὲ καὶ ἐπ' ἀνθρώπων καταχρηστικῶς. Καὶ οὐ δή που τὸ θέσει τισὶ καὶ κατὰ χάριν 75.569 προσκείμενον, ἀνατρέψει τὸν ἔχοντα φυσικῶς· οὕτω καὶ τὸ, ἐξ οὗ, τῶν ποιημάτων κατηγορούμενον, οὐ κατοίσει πρὸς τὴν οἰκείαν ταπείνωσίν τε καὶ ὁμοιότητα τὸ τοῦ Πνεύματος ὑψηλόν τε καὶ θε

Logos 33 rem mid§logos-33-rem-mid

logos-33-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-33-rem-mid

ος ἐν ἡμῖν, οὐκ ἔτι Χριστὸς καὶ Θεὸς λέγεται κατοικεῖν· Ὅπου δὲ ταύτῃ διαφορὰ φαίνεται, πῶς οὐχὶ καὶ πάντα τὴν φύσιν αὐτῆς ὑπάρχειν ἐξηλλαγμένην ὁμολογεῖν ἀναγκαῖον, ὡς τὰ μὲν εἶναι ποιήματα, τὸ δὲ ποιητικὸν, φυσικῶς μὲν ἐνυπάρχον τῷ Ποιητῇ, φοροῦν δὲ πάλιν ἐν ἑαυτῷ τὸν ποιητὴν διὰ τῆς φύσεως ταυτότητα, καὶ τὸ τῆς οὐσιώδους ποιότητος ἀπαράλλακτον; ΑΛΛΟ. Ἐπιστέλλει τισὶν ὁ Παῦλος, καὶ μάλα δὴ φρονῶν τε καὶ λέγων ὀρθῶς· Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι Θεοῦ υἱοί εἰσιν. Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ. Οὐκοῦν εἰ τὸ Πνεῦμα τὸ ἅγιον υἱοὺς ἀποδεικνύει Θεοῦ τοὺς ἐν οἷς κατοικεῖ, καὶ θείας ἐργάζεται φύσεως κοινωνοὺς, ὡς ἐντεῦθεν ἡμᾶς ἡνωμένους ὄντας τῷ ὑπὲρ πάντα ὄντι Θεῷ, μετὰ παῤῥησίας ἀναβοᾷν· Ἀββᾶ, ὁ Πατὴρ, οὐκ ἐν δούλοις οὐδὲ ἐν τοῖς ποιήμασι τετάξεται· φορέσει δὲ μᾶλλον φυσικῶς τὸ τῆς θείας οὐσίας ἀξίωμα, ἐξ αὐτῆς τε ὑπάρχον καὶ παρ' αὐτῆς, τοῖς ἁγίοις δι' Υἱοῦ χορηγούμενον, διά τε τοῦτο θεοποιοῦν, καὶ εἰς υἱότητα καλοῦν τοὺς ἐν οἷς ἂν γένοιτο. ΑΛΛΟ. Γέγραπται πάλιν· Αὐτὸ γὰρ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Ὡς γὰρ ἐκ τῆς οὐσίας ὑπάρχον τῆς τοῦ χορηγοῦντος αὐτὸ τοῖς ἁγίοις, Χριστοῦ δηλαδὴ, καὶ ὡς τοῦ Θεοῦ Λόγου διὰ Πνεύματος ἡμῖν ἐνοικιζομένου καὶ ἐν ἡμῖν γινομένου, πρὸς τὸ τῆς υἱοθεσίας ἀναβαίνομεν ἀξίωμα, αὐτὸν ἔχοντες ἐν αὐτοῖς τὸν Υἱὸν, πρὸς ὃν καὶ ἀναμορφούμεθα τῇ τοῦ Πνεύματος αὐτοῦ μετοχῇ, καὶ εἰς τὸ ἴσον τῆς παῤῥησίας ἀναβαίνοντες σχῆμα, τολμῶμεν λέγειν· Ἀββᾶ, ὁ Πατήρ. Οὐκοῦν τὸ Πνεῦμα Θεὸς, εἴπερ ἐργάζεται θεοὺς τοὺς δεχομένους αὐτό. ΑΛΛΟ. Ἐπιστέλλει πάλιν ὁ Παῦλός τισιν· Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου· χοϊκὸν εἶναι λέγων τοῦ ἀνθρωπίνου γένους τὸν ἀρχηγέτην Ἀδὰμ, οὗ τὴν εἰκόνα πεφορέκαμεν ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως 75.572 Ἀδὰμ καταβεβηκότες εἰς θάνατον καὶ φθοράν. Ἐπουράνιον δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὗ τὴν εἰκόνα λαβόντες, τὸ ἐνοικῆσαν ἐν ἡμῖν ζωοποιόν τε καὶ ἅγιον Πνεῦμα, πρὸς αὐτὸν ἀναμορφούμεθα τὸν ζῶντα τοῦ Θεοῦ Λόγον, πάλιν εἰς ἀφθαρσίαν ἀναβαίνοντες, καὶ εἰς αἰώνιον ἀνακαινιζόμενοι ζωήν. Τὸ γὰρ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Ὥσπερ οὖν ἐπειδήπερ εἰκών ἐστιν ἀκριβεστάτη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ δεξάμενος αὐτὸν καὶ τὸν Πατέρα ἔχει· οὕτως ἐπὶ τὸ ἴσον σχῆμα τῆς ἀναλογίας τρεχούσης, ὁ δεξάμενος τοῦ Υἱοῦ τὴν εἰκόνα, τουτέστι τὸ Πνεῦμα, ἔχει πάντως δι' αὐτοῦ τὸν Υἱὸν, καὶ τὸν ἐν αὐτῷ Πατέρα. Πῶς οὖν ἐν ποιήμασι τὸ Πνεῦμα τὸ ἅγιον καταριθμηθήσεται, εἴπερ ἐσ

Logos 33 rem close CLOSEOUT§logos-33-rem-close

logos-33-rem-closeRem CLOSEOUT: Spirit God by nature from the Father. LOGOS XXXIII CLOSEOUT.

Greek · §logos-33-rem-close

εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων. Τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστιν. Ὅτε τοίνυν οἱ τὸ Πνεῦμα λαμβάνοντες τὸ ἅγιον, Θεὸν ἔχοντες ἐν ἑαυτοῖς προφητεύουσι, καὶ διὰ τοῦτο θαυμάζονται, πῶς ἔσται ποίημα, καὶ οὐχὶ μᾶλλον τῆς ἀνωτάτω πασῶν οὐσίας μετάληψις σχετικὴ, φυσικῶς διαβαίνουσα παρὰ Πατρὸς δι' Υἱοῦ πρὸς τοὺς ἐπιτηδείους εἰς τὸ λαβεῖν, ὥσπερ ἂν γένοιτο καὶ ἐκ πυρὸς θερμότης ἐν σώματι; ΑΛΛΟ. Γέγραπται πάλιν· Ὁ γὰρ λαλῶν γλώσσαις, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ. Οὐδεὶς γὰρ ἀκούει, Πνεύματι δὲ λαλεῖ μυστήρια. Ἰδοὺ τὸν γλώσσαις λαλοῦντα, Θεῷ διαλέγεσθαι σαφῶς ὁ Παῦλός φησιν. Εἶτα Θεὸν δεικνύων τὸ Πνεῦμα, συνάψας ἐπάγει· Πνεύματι δὲ λαλεῖται μυστήρια. Πῶς οὖν οὐκ ἔσονται τοῖς τῆς δυσφημίας ἐγκλήμασιν ἔνοχοι, οἱ τὸ Πνεῦμα τολμῶντες καταριθμεῖν ἐν ποιήμασιν; ΑΛΛΟ. Ἐπιστέλλει πάλιν Κορινθίοις ὁ Παῦλος· Ἡμεῖς γὰρ ναοί ἐσμεν Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεός· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ πάλιν ἐπὶ τούτοις· Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ τὸ ἐνοικοῦν ἐν ἡμῖν. Καὶ πάλιν· Εἴ τις οὖν τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. Οὐκοῦν εἰ τὸ Πνεῦμα λαβόντες, καὶ ναὸς 75.573 καὶ οἶκος Θεοῦ χρηματίζομεν, ὡς Θεὸν ἔχοντες ἐν ἑαυτοῖς οἰκοῦντα καὶ ἐμπεριπατοῦντα, καθὼς γέγραπται, πῶς οὐ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, κἂν μὴ βούλωνταί τινες τῶν δι' ἐναντίας, οἷς τὸ μὴ πείθεσθαι τῇ θείᾳ Γραφῇ σύνηθές τε καὶ φίλον; ΑΛΛΟ. Ὁ μακάριος Παῦλος δοῦλον ἑαυτὸν Ἰησοῦ Χριστοῦ καὶ κλητὸν ἀπόστολον ἀποκαλῶν, ἀφωρίσθαι φησὶν εἰς Εὐαγγέλιον Θεοῦ. Εἶτα πάλιν ἑτεροτρόπως τὸ αὐτὸ σημαίνων, ἐπιστέλλει πρός τινας ὡς περὶ Θεοῦ· Ὃς ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς ∆ιαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. Εἰ τοίνυν διαθήκην Πνεύματος οἶδεν τὸ Εὐαγγέλιον τοῦ Θεοῦ εἰς ὃ καὶ ἀφωρίσθαι φησὶ, πῶς οὐ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον; ΑΛΛΟ. Γέγραπται πάλιν· Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. Ἀλλ' εἴπερ ἦν ὄντως ποίημα καὶ κτίσμα κατὰ τὴν τῶν ἑτεροδόξων μανίαν τὸ Πνεῦμα τὸ ἅγιον, πῶς ὅλην ἔχει τοῦ Θεοῦ τὴν ἐνέργειαν; Οὐ γὰρ δή τις τοσοῦτον, οἶμαι, τοῦ φρονεῖν ὀρθῶς ἐκβήσεται, ὡς τολμήσαι καὶ μόνον εἰπεῖν τὴν θείαν οὐσίαν δι' ὀργάνων τινῶν ἔξωθεν εἰς τὸ εἶναι παρενεχθέντων διακονεῖσθαι πρὸς ἐνέργειαν τ

Logos 34 opening: Spirit texts: God dwelling is Spirit indwelling§logos-34-open

logos-34-openThirty-fourth discourse. Sequence of texts showing the Spirit is God, shares the Son’s energy, and that when God is said to dwell in us it is the Spirit who indwells.

Indwelling and power lemmas keep the Spirit with Father and Son, not alien to their essence.

Greek · §logos-34-open

ΛΟΓΟΣ Λ∆ʹ. Παράθεσις ῥητῶν ἐφεξῆς, ἐν οἷς ἔστι τὸν ἐπι τηροῦντα θεωρεῖν, ὅτι Θεὸς τὸ Πνεῦμα, καὶ τὴν αὐτοῦ ἐνέργειαν ἔχον τῷ Υἱῷ πανταχοῦ, καὶ οὐκ ἀπεξενωμένον τῆς οὐσίας αὐτοῦ· ὁμοῦ δὲ διδάσκουσιν ὅτι Θεοῦ λεγομένου κατοικεῖν ἐν ἡμῖν, τὸ Πνεῦμά ἐστι τὸ ἐνοικοῦν.Πρὸς Τιμόθεον ὁ Παῦλος· Τὴν καλὴν παραθήκην φύλαξον, διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Πρὸς Ῥωμαίους· Οὐ τολμῶ μὲν λαλεῖν τι, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. Καὶ πάλιν· Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς. Πρὸς Κορινθίους· Ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε 75.576 ἀπὸ τοῦ Θεοῦ; Καὶ πάλιν· Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν Πνεῦμά ἐστιν. Ἰδοὺ σαφῶς ἐνθάδε Πνεῦμα λέγει Κύριον· σαφέστερον δὲ τοῦτο ποιῶν, ἐπιστέλλει πάλιν περὶ τῶν Ἰουδαίων· Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῆς Παλαιᾶς ∆ιαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ' ἕως σήμερον ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Καὶ πάλιν· Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ὅτε τοίνυν εἷς ἐστι Κύριος Ἰησοῦς Χριστὸς, κατὰ τὴν τοῦ Παύλου φωνὴν, Κύριον δὲ τὸ Πνεῦμα καλεῖ, οὐδεμίαν ἄρα φύσεως οἶδε διαφορὰν τοῦ Υἱοῦ καὶ Πνεύματος, ἀλλ' ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυσικῶς ὑπάρχον τῷ τῆς κυριότητος ὀνόματι καλεῖ. ΑΛΛΟ. Γράφει πάλιν· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν· τὸ Πνεῦμα λέγων τὸ ἐνοι

Logos 34 rem early§logos-34-rem-early

logos-34-rem-earlyRem early: Spirit texts: God dwelling is Spirit indwelling.

Greek · §logos-34-rem-early

κοῦν ἐν ἡμῖν. Ὅτε τοίνυν νοῦς ἀπεκλήθη Χριστοῦ· πῶς ἂν εἴη τῶν πεποιημένων, οὐκ ἐνδεχομένου τὴν θείαν καὶ ἀκήρατον φύσιν ἔχειν τι τῶν ἔξωθεν οὐσιωδῶς ἐν αὐτῇ; ΑΛΛΟ. Εὑρίσκεταί που γεγραμμένον, μᾶλλον δέ φησιν ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης· Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν ὁ Θεὸς, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν. Εἰ τοίνυν ἐνοικισθέντος ἡμῖν διὰ μετοχῆς τοῦ Πνεύματος, Θεός ἐστιν ὁ ἐνοικῶν, καὶ ἡμεῖς μὲν ἐν αὐτῷ γινόμεθα, αὐτὸς δὲ πάλιν ἐν ἡμῖν, διὰ τὸ Πνεῦμα φορεῖν, πῶς οὐκ ἔσται τὸ Πνεῦμα Θεὸς, ὅλην ἔχων οὐσιωδῶς ἐν ἑαυτῷ τὴν ἰδιότητα τοῦ Πατρὸς καὶ Θεοῦ, οὗ καὶ Πνεῦμά ἐστι δι' Υἱοῦ τῇ κτίσει χορηγούμενον; ΑΛΛΟ. Φησί που Χριστὸς Ἰουδαίοις προσδιαλεγόμενος· Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ; Καὶ δάκτυλόν φησιν ἐνθάδε τὸ Πνεῦμα τὸ ἅγιον, τρόπον τινὰ τῆς θείας οὐσίας ἐκπεφυκὸς καὶ φυσικῶς αὐτῆς ἐκκρεμάμενον, ὥσπερ καὶ ὁ δάκτυλος ἐκ τῆς ἀνθρωπείας χειρός. Βραχίονα μὲν γὰρ καὶ δεξιὰν Θεοῦ τὸν Υἱὸν ἀποκαλοῦσιν αἱ θεῖαι Γραφαὶ, κατὰ τό· Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. Καὶ πάλιν· Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν· γνόντες δὲ αἰσχυνθήσονται. Ὥσπερ οὖν ὁ βραχίων φυσικῶς ἐνήρμοσται τῷ ὅλῳ σώματι, πάντα ἐνεργῶν ὅσαπερ ἂν δόξῃ τῇ διανοίᾳ, καταχρίει δὲ συνήθως, τῷ δακτύλῳ πρὸς τοῦτο κεχρημένος· οὕτω τὸν μὲν τοῦ Θεοῦ Λόγον ἐξ αὐτοῦ καὶ 75.577 ἐν αὐτῷ φυσικῶς ἡρμοσμένον, ἵν' οὕτως εἴπω, καὶ ἐμπεφυκότα λογιζώμεθα, ἐν δὲ τῷ Υἱῷ φυσικῶς τε καὶ οὐσιωδῶς διῆκον παρὰ Πατρὸς τὸ Πνεῦμα, δι' οὗ τὰ πάντα χρίων ἁγιάζει. Οὐκοῦν οὐκ ἀλλότριον οὐδὲ ἀπεξενωμένον τὸ Πνεῦμα τὸ ἅγιον τῆς θείας φύσεως φαίνεται, ἀλλ' ἐξ αὐτῆς καὶ ἐν αὐτῇ φυσικῶς. Ὥσπερ οὖν καὶ ὁ τοῦ σώματος δάκτυλος ἐν τῇ χειρὶ, ὁμοφυὴς ὢν αὐτῇ, καὶ ἡ χεὶρ αὖ πάλιν ἐν τῷ σώματι οὐχ ἑτεροούσιος ὡς πρὸς αὐτὸ τυγχάνουσα. Τούτων δὲ ἡμῖν ἐχόντων τῇδε, Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι, καὶ οὐχ ἑτέρως. ΑΛΛΟ. Λέγει που Ψάλλων ὁ μακάριος ∆αβὶδ, καὶ τοὺς λόγους ἀνατείνων πρὸς τὸν Θεόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Ὅτε τοίνυν τὸ Πνεῦμα καὶ πρόσωπον ἀποκαλεῖ τοῦ Πατρὸς ὡς ἐξεικονίζον διὰ τῆς θεοπρεποῦς ἐνεργείας τὴν ἐξ ἧς ἐστιν οὐσίαν· ἀποκαλεῖ δὲ καὶ χεῖρα διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ παντουργὸν δύναμιν, πῶς οὐκ ἂν εἴη Θεὸς κατ' οὐσίαν τῷ Πατρὶ συνημμένον, ἐξ αὐτοῦ τε ὂν καὶ ἐν αὐτῷ, ὥσπερ οὖν

Logos 34 rem mid§logos-34-rem-mid

logos-34-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-34-rem-mid

Ἰωάννης περὶ τοῦ Θεοῦ Λόγου διαλαμβάνων, αὐτὸν εἶναί φησι τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὁ δὲ σοφώτατος Παῦλος ἐλλάμπειν τὸ Πνεῦμα τὸ ἅγιον ταῖς καρδίαις ἡμῶν διϊσχυρίσατο πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ὅτε τοίνυν ὁ Λόγος μέν ἐστι τὸ φῶς τὸ ἀληθινὸν, ἐλλάμπει δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἀνάγκη πᾶσα τῆς οὐσίας τοῦ Λόγου καὶ τὸ Πνεῦμα συνομολογεῖν, δι' οὗ φωτίζει πάντα ἄνθρωπον, ὥσπερ τινὰ τῆς οἰκείας φύσεως ἀκτῖνα, προτείνων τὴν τοῦ Πνεύματος ἔλλαμψιν. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Εἰ τὰς τῶν ἁγίων, φασὶ, ψυχὰς καταχρίεσθαί φατε παρὰ Θεοῦ τῷ ἁγίῳ Πνεύματι, ἐν τάξει μύρου τὸ Πνεῦμα κείσεται. Καὶ πῶς ἂν εἴη τῆς αὐτῆς οὐσίας τῷ χρίοντι τὸ μύρον, μηδὲ τῆς καθ' ἡμᾶς συνηθείας τὸ τοιοῦτον ἐπιδεχόμενον; Πρὸς τοῦτο λύσις. Ὢ πάσῃ μεθύοντες ἀνοίᾳ, καὶ τῆς ἁπασῶν αἰσχίστης ἀβουλίας ἀνάπλεοι· οὐ γὰρ βραχὺ διανήψαντες, καὶ τὰς περὶ σωμάτων ἀφέντες ἐννοίας, ἀνελεύσεσθε πρὸς τὰ μεγάλα τῆς θεολογίας ὑψώματα, καὶ θεοπρεπῶς τὰ περὶ τῆς θείας φύσεως λαλούμενα διαλήψεσθε, κἂν ἀνθρωπίνοις προσφέρηται ῥήμασι, καὶ τῆς καθ' ἡμᾶς συνηθείας οὐκ ἀναβαίνει τὸ σχῆμα, διὰ τὸ μόλις οὕτω δύνασθαι νοεῖν τοὺς ἀκροωμένους. Ἵνα δέ τι ταῖς ὑμῶν ἀμαθίαις εἴπωμεν συγγενὲς, εἰ ἐν τάξει μύρου τὸ Πνεῦμα κείσεται, καθ' ὑμᾶς, καὶ ἐπειδὴ τὸ χρίσμα τοῦ χρίοντος εἶναι δεῖ πάντως ἑτεροούσιον, ἀνάγκη λέγειν καὶ τὸ Πνεῦμα τοῦ Πατρὸς ἑτεροούσιον. Ἐπειδὴ δὲ τὸ μύρον ἐκ πολλῶν συντέθειται, παρὰ τῶν εἰς τοῦτο σοφῶν, ἀνάγκη καὶ τὸ Πνεῦμα τὸ ἅγιον διὰ πολλῶν καὶ ποικίλων ἡμῖν συγκεῖσθαι μερῶν. Καὶ πάλιν, ἐπειδὴ τὸ μύρον ἄλογον, ἔστω καὶ τὸ Πνεῦμα τὸ 75.592 ἅγιον. Ἡ μὲν οὖν ἐπὶ τούτῳ δυσφημία δραμεῖται πάντως εἰς τὰς ἐκείνων κεφαλάς. Ἡμεῖς δὲ αὐτοῖς ἀντεπάγομεν· Εἰ ἑτεροούσιον τὸ Πνεῦμα τὸ ἅγιον τοῦ ἐν αὐτῷ χρίοντος τοὺς ἁγίους Θεοῦ, πῶς τοῦ Πνεύματος οἰκοῦντος ἐν ἡμῖν, Χριστὸς οἰκῶν ἀποδείκνυται, ὁ τῷ Πατρὶ κατ' οὐσίαν οὐχ ἕτερος ὤν· Ὅπερ εἰδὼς καὶ ὁ Παῦλος ἐπιστέλλει· Ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Ὅτε τοίνυν διὰ τοῦ Πνεύματος εἰς τὸν ἔσω ἄνθρωπον ὁ Χριστὸς κατοικεῖ, πρόδηλον δήπουθεν ὡς οὐκ ἀλλότριόν ἐστι τῆς οὐσίας αὐτοῦ τὸ δι' οὗ τοῖς ἁγίοις ἐνοικεῖν φαίνεται. ΑΛΛΟ. Ἄφυκτον ἐπάγει τὴν τιμωρίαν τοῖς εἰς τὸν ἁπάντων βλασφημοῦσι Θεὸν καὶ ὁ διὰ Μωσέως νόμος. Καὶ γοῦν τὸν τῆς Αἰγυπτίας υἱὸν κατὰ τὴν ἔρημον λιθόλευστον παρὰ πάσης τῆς συναγωγῆς προστάττει γενέσθαι Θεὸς, μνημονεύσαντα τοῦ ὀνόματος, καθὰ

Logos 34 rem close CLOSEOUT§logos-34-rem-close

logos-34-rem-closeRem CLOSEOUT: Spirit texts: God dwelling is Spirit indwelling. LOGOS XXXIV CLOSEOUT.

Greek · §logos-34-rem-close

ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, καὶ ὁ λόγος μου, καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει Θεοῦ. Ἰδοὺ τὴν τοῦ Πνεύματος ἀπόδειξιν, τουτέστι τὰ διὰ τοῦ Πνεύματος ἐνεργήματα, δύναμιν εἶναί φησι τοῦ Θεοῦ. Ἐξ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ φυσικῶς τὸ Πνεῦμα αὐτοῦ τὸ πάντα ἐνεργοῦν. Πῶς οὖν κτίσμα ἢ ποίημα, τὸ ἐν ᾧ Θεὸς ὅπερ ἐστὶ κατὰ φύσιν γνωρίζεται, καθόσον ἡμῖν ἐφικτὸν, ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι; ΑΛΛΟ. Οὐδένα τῶν ἀσχήμονα μετιόντων βίον, κληρονόμον ἔσεσθαι τῆς τῶν οὐρανῶν βασιλείας εἰπὼν, πόρνους τε ἀπαριθμήσας καὶ πλεονέκτας καὶ ἅρπαγας, ἐπάγει παραχρῆμα· Καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Οὐκοῦν εἰ μόνῳ Θεῷ τὸ ἐξεῖναι συγχωρεῖν ἁμαρτίας δώσομεν, ἀφίησι δὲ καὶ δικαιοῖ τὸ Πνεῦμα, ἁγίους ἀποδεικνύον τοὺς ἐν οἷς ἂν γένοιτο, Θεὸς ἄρα τὸ τὴν θείαν ἐνέργειαν ἔχων ἐν ἑαυτῷ φυσικῶς. ΑΛΛΟ. Ἢ οὐκ οἴδατε, φησὶν, ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν, ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν Πνεῦμά ἐστιν; Ὥσπερ οὖν ὁ τῇ πόρνῃ κολλώμενος, ἓν ὡς πρὸς αὐτὴν γίνεται, οὕτως ὁ τοῦ ἁγίου Πνεύματος μέτοχος γεγονὼς, ἓν ὡς πρὸς τὸν Κύριον γίνεται. Θεὸς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, δι' οὗ τῷ Θεῷ κολλώμεθα, καὶ ἓν ὡς πρὸς αὐτὸν ἀποτελούμεθα, τῆς τε θείας αὑτοῦ φύσεως γινόμεθα κοινωνοὶ, διὰ τῆς 75.605 πρὸς τὸ Πνεῦμα συναφείας τε καὶ ἑνότητος. Εἰ δὲ τὸ Πνεῦμα Θεὸς, πῶς ἔσται καὶ ποίημα; ΑΛΛΟ. Ἢ οὐκ οἴδατε, φησὶν, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; Ὅτε τοίνυν ἐν ἡμῖν τοῦ ἁγίου Πνεύματος οἰκοῦντος, οἶκος Θεοῦ καὶ ναὸς χρηματίζομεν, πῶς οὐκ ἔσται τῆς θείας φύσεως, ἀλλ' ἐν τοῖς γενητοῖς ἀριθμηθήσεται, ὅτε κἀκεῖνο πρόδηλόν ἐστιν, ὡς οὐδὲν τῶν γενητῶν ἢ πεποιημένων ὡς Θεὸς ἐν ναῷ λέγεται κατοικεῖν; Μόνης δὲ τῆς θείας φύσεως καὶ τοῦτό ἐστι μετὰ τῶν ἄλλων ἐξαίρετον. ΑΛΛΟ. Ὁ γὰρ λαλῶν, φησὶ, γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ. Οὐδεὶς γὰρ ἀκούει, Πνεύματι δὲ λαλεῖ μυστήρια. Θεὸς οὖν ἄρα, καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, εἴπερ ὁ αὐτῷ λαλῶν, Θεῷ διαλέγεται. Ἐκ τῆς πρὸς Κορινθίους βʹ. Τὸν περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν λόγον εἰσφέρων ὁ Παῦλος, φησί· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα τὸ θνητὸν καταποθῇ ὑπὸ τῆς ζωῆς. Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεὸς, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Ἀῤῥαβῶνα ζωῆς τὸ Πνεῦμα διδόσθαι φησὶν, ὡς τοῦτο κατὰ φύσιν ὑπάρχον· τὸ γὰρ Πνεῦ

Logos 35 opening: testimonies: Son begotten, not made — SERIES§logos-35-open

logos-35-openThirty-fifth discourse. Scriptural testimonies that the Son is begotten from the Father and not made.

Wisdom, Psalms, and John lemmas close the Thesaurus: eternal generation, not fabrication. THESAURUS SERIES CLOSEOUT.

Greek · §logos-35-open

ΛΟΓΟΣ ΛΕʹ. Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐχὶ πεποιημένος. Ἡ Σοφία φησί· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ὁ Ψαλμῳδός. Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Ὁ αὐτός· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τῇ λαμπρότητι τῶν ἁγίων, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Θεὸς Υἱὸς, ἄῤῥητον ἔχων ἐκ Πατρὸς τὴν γέννησιν. Ἰωάννης εὐαγγελιστής. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ, ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. Ἐκ τῆς Ἰωάννου Ἐπιστολῆς. Ὃ ἦν ἀπαρχῆςὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ 75.620 ἑωράκαμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν. Ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστι ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Ἰωάννης εὐαγγελιστής. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Ἦν γὰρ ὁ Λόγος ἐν κόλπῳ, τουτέστιν, ἐν τῇ φύσει τοῦ Πατρός. Ἡσαΐας. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει, ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἀῤῥήτως γὰρ ἐκ Πατρὸς ἐξέλαμψεν ὁ Υἱός. Μιχαίας. Καὶ σὺ, Βηθλεὲμ, οἶκος τοῦ Ἐφρατᾶ, ὀλίγος εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐξ οὗ μοι ἐξελεύσεται ἡγούμενο

Logos 35 rem early§logos-35-rem-early

logos-35-rem-earlyRem early: testimonies: Son begotten, not made — SERIES.

Greek · §logos-35-rem-early

ς τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Ἐξῆλθε γὰρ ὥσπερ καὶ ἐξήλατο τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς, οὐ κατά τινα μερισμὸν ἢ ἀποκοπὴν, ἀλλ' ὡς ἐκ φωτὸς ἀπαύγασμα. Πλὴν ἀπαρχῆς, καὶ ἵν' οὕτως εἴπωμεν, ἔξω τῶν ἡμερῶν τοῦ αἰῶνος. Οὐκοῦν ἐκ Πατρὸς, καὶ ἀΐδιος. Παῦλος. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε Θρόνοι, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι, εἴτε Κυριότητες, τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων. Ἐν δὲ τοῖς πᾶσιν, αἰῶνές εἰσι καὶ χρόνοι καὶ καιροί· ἀΐδιος οὖν ὁ καὶ πρὸ τούτων Υἱός. Ὁ αὐτός. Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας. Εἰ δὲ καὶ αὐτοὶ γεγόνασιν οἱ αἰῶνες δι' Υἱοῦ, πῶς οὐκ ἀΐδιος ὁ πρὸ αἰώνων ἐστί; Ὁ Ψαλμῳδός. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ. Πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα σὺ εἶ. Ἰδοὺ τὸ εἶναι πρὸ πάσης κτίσεως δίδωσι τῷ Υἱῷ. Πάντως δὲ δή που καὶ τοὺς αἰῶνας ἐν τῇ κτίσει θήσομεν. Εἶτα πῶς οὐκ ἀΐδιος ὁ πρὸ πάντων Υἱός; Ὁ Σωτήρ. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω αὐτό. Καὶ νῦν δόξασόν με, σὺ Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Εἰ δὲ ἦν ἐν Πατρὶ, καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ὁ Υἱὸς, πῶς ὁ πρὸ πάντων οὐκ ἀΐδιος; 75.621 Ὅτι Λόγος ἐστὶν ὁ τοῦ Θεοῦ Υἱός. Ἱερεμίας. Οὕτως λέγει Κύριος· Εἰ προφῆται εἰσὶ, καὶ ἔστι Λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι. Οὐ γὰρ ἦν ἐν τοῖς ψευδοπροφήταις ὁ τοῦ Θεοῦ Λόγος, τουτέστιν ὁ Υἱός. Ὁ αὐτός. Ἠσχύνθησαν σοφοί· ἐπτοήθησαν καὶ ἑάλωσαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν Λόγον Κύριον ἀπεδοκίμασαν; Ἀπεδοκίμασαν γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ, λέγοντες οἱ δοκησίσοφοι Γραμματεῖς τε καὶ Φαρισαῖοι· Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον. ∆ιὸ δὴ δικαίως κατῃσχύνθησαν. Ἡσαΐου. Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακὰ, καὶ ὁ Λόγος αὐτοῦ οὐ μὴ ἠθετήθη. Σοφὸς γὰρ ὄντως ὁ τοῦ Θεοῦ Λόγου Πατὴρ τοῖς τὸν Υἱὸν ἀθετήσασιν ἐπισωρεύει κακά. Ὁ Ψαλμῳδός. Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν. –Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, καλῶς ψάλλετε αὐτῷ ἐν ἀλαλαγμῷ. Ὅτι εὐθὺς ὁ Λόγος τοῦ Κυρίου, κα

Logos 35 rem mid§logos-35-rem-mid

logos-35-rem-midRem mid: solutions against creaturely readings.

Greek · §logos-35-rem-mid

η σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου, Κύριε, ἀλήθεια. Ἐν τῷ μεμαθηκέναι τὰ κρίματα τῆς δικαιοσύνης σου, τὰ δικαιώματά σου φυλάξω. Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Ἕως οὗ δικαιοσύνη ἐπιστρέψει εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς κριτής ἐστιν. Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω. Κύριε, σὺ ἔγνως τὴν δικαιοσύνην μου. 75.633 Γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ὅτι δόξα τοῦ Πατρὸς καλεῖται καὶ ἔστιν ὁ Υἱός. Ἐν τῷ Ψαλτηρίῳ. Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου. Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. Ἡσαΐου. Ὃν τρόπον ἐάν τις καλαμᾶται ἐλαίαν, οὕτως καλαμήσονται αὐτοὺς, καὶ ἐὰν παύσηται ὁ τρυγητὸς, οὗτοι βοῇ φωνήσουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ γῆς, εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου. Ἐν τῷ Ψαλτηρίῳ. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. Ἐν τῷ Ἰεζεχιήλ. Καὶ ἀνέλαβέ με Πνεῦμα τοῦ Κυρίου, καὶ ἤκουσα κατόπισθέ μου φωνῆς σεισμοῦ μεγάλου λεγούσης· Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτῆς. Ἐν τῷ Ἡσαΐᾳ. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμάμου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου, ἐπὶ τῆς γῆς· δικαιοσύνην μάθετε ποιεῖν, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ὁ ἀσεβὴς, οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς· ἀλήθειαν οὐ μὴ ποιήσῃ· ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυ

Logos 35 rem close CLOSEOUT§logos-35-rem-close

logos-35-rem-closeRem CLOSEOUT: begotten not made; Spirit and Son florilegia sealed. THESAURUS SERIES CLOSEOUT (Logoi I–XXXV).

Greek · §logos-35-rem-close

ῖα εἰς πεδία. Καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησεν. Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται, καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἐν τῷ Ψαλτηρίῳ. Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ πρὸ προσώπου Κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. 75.645 Εἴπατε τοῖς ἔθνεσιν ὅτι Κύριος ἐβασίλευσεν. Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται. Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ. Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ, καὶ τὰ ἑξῆς. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ Σωτῆρος αὐτοῦ. Ἐν τῇ Γενέσει. Καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγὼρ, καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψεν τὰς πόλεις αὐτῶν. Ὅτι βασιλεύς ἐστιν ὁ τοῦ Θεοῦ Υἱός. Ἐν τῷ Ἀποστόλῳ. ∆ιαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ. Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ὃς ἐῤῥύσατο ὑμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ Υἱοῦ αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου Θεοῦ. Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Ἐν τῷ Εὐαγγελίῳ. Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπετῷ Πιλάτῳ· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Εἰ ἦν ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἂν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις. Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ' αὐτὸ, καθώς ἐστι γεγραμμένον· Μὴ φοβοῦ, θύγατερ Σιὼν, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἀπεκρίθη αὐτῷ Ναθαναήλ· Ῥαββὶ, σὺ εἶ ἀληθῶς ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Καὶ ὁ συσταυρωθεὶς αὐτῷ λῃστὴς ἔλεγε· Κύριε Ἰησοῦ, Κύριε Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ. Καὶ εἶπεν ὁ ἄγγελος πρὸς αὐτήν· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξει

Logos 3 opening: unbegotten not substance — only marks that God has not come to be§logos-3-open

logos-3-openThird discourse. Defense in their own wording: that unbegotten is not substance, but only marks that God has not come into being.

Cyril meets the Arian claim on its own terms and shows again that the label cannot do the work of dividing Father from Son by nature.

Greek · §logos-3-open

ΛΟΓΟΣ Γʹ. Ἀπολογία αὐτολεξεὶ, ὅτι μὴ τὸ ἀγένητον οὐσία, μόνον δὲ τοῦ μὴ γεγονέναι τὸν Θεὸν, σημαντι κόν. Εἰ τὸ ἀγένητον οὐσία, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, οὐδὲν ἄρα ἔσται τῷ ἀγενήτῳ ἐναντίον. Εἰ δέ ἐστιν ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητὸν, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, τὸ ἀγένητον οὐκ ἔσται οὐσία. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἐξ ἀνάγκης ἔσται καὶ τὸ γενητὸν οὐσία· εἰ δὲ οὐσία ἑκάτερα, οὐκ ἔσται ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητὸν, ἀλλὰ ταυτόν. Οὐ γὰρ ἐναντίον οὐσία πρὸς οὐσίαν. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσίαν Θεοῦ σημαίνει, ἀλλ' οὐ τὸ μὴ γενέσθαι τὴν οὐσίαν, καὶ τὸ γενητὸν εἰκότως οὐσίαν, ἀλλ' οὐ τὸ γενέσθαι. Οὐσίαν δὲ σημαινόντων ἑκατέρων, πόθεν γνῷ τις τὴν μὲν ποιοῦσαν, τὴν δὲ γινομένην, ἅπαξ τῶν ὀνομάτων οὐδὲν δηλούντων, ἀλλ' ἢ μόνον οὐσίαν; ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία· ἡ δὲ οὐσία ἐπὶ πάντων συνωνύμως λέγεται· τὸ ἀγένητον ἐπὶ πασῶν τῶν οὐσιῶν λεχθήσεται, ἢ ἐπὶ πάντων τῶν ὑπ' αὐταῖς. Εἰ δὲ τὸ ἀγένητον ἐπὶ πάντων οὐ κατηγορεῖται, ἡ δὲ οὐσία ἐπὶ πάντων, πῶς ταυτὸν οὐσία καὶ ἀγένητον· ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, οὐσία δὲ οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον, οὐκ ἔσται κατὰ τοῦτο μᾶλλον τὸ ἀγένητον, ἀλλ' οὐδὲ ἧττόν τι αὐτοῦ. Εἰ δὲ πάντων μὲν ὑπερέχει τὸ ἀγένητον, οὐκέτι δὲ καὶ ἡ οὐσία· εἰ δὲ μὴ, πάντα πάντων ὑπερέξει· οὐκ ἄρα ἔσται τὸ ἀγένητον οὐσία. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσίαν Θεοῦ σημαίνει, ἀλλ' οὐ τὸ μὴ γενέσθαι, ὀνομάτων αὐτῷ ἑτέρων χρεία τῶν δυναμένων δεῖξαι, τὸ μὴ ἔκ τινος αἰτίου γενέσθαι τὸν Θεόν. Ἅπαξ γὰρ τὸ ἀγένητον τοῦ Θεοῦ οὐδὲν σημαίνει, ἀλλ' ἢ μόνον οὐσίαν Θεοῦ. ΑΛΛΟ. Εἰ ἡ οὐσία τοῦ Θεοῦ ἔν τί ἐστιν, ἀλλ' οὐ πολλὰ τῷ ἀριθμῷ, τὸ δὲ ἀγένητον, καὶ ἀβασίλευτον, καὶ τὰ λοιπὰ, πολλὰ, ἀλλ' οὐχ ἓν τῷ ἀριθμῷ· οὐκ ἔσται ἄρα ταυτὸν ἡ οὐσία τῷ ἀγενήτῳ καὶ ἀβασιλεύτῳ, ὡς οὐδὲ τὸ ἓν τοῖς πολλοῖς. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον, καὶ τὸ γενητὸν, καὶ τὰ λοιπὰ, οὐσία Θεοῦ, ἕτερα δέ εἰσι ταῦτα ταῖς φωναῖς, ἀνάγκη τὴν οὐσίαν ἐκείνην οὕτω συγκεῖσθαι κατὰ τὰς διαφόρους φωνάς· ἵν' οἰκείως αἱ φωναὶ κατ' αὐτῆς λέγωνται· ἢ μὴ συγκειμένης αὐτῆς, ἀκόλουθον εἶναι ταῦτα τῶν προσόντων τῇ οὐσίᾳ σημαντικὰ, ἀλλ' οὐ καθ' αὑτὰ οὐσίας. ΑΛΛΟ. Εἰ ἡ οὐσία τοῦ Θεοῦ οὐ διά τι λέγεται (ἔστι γὰρ δι' οὐδὲν), ἡ δὲ ἀγένητος φωνὴ, διὰ τὸ πάντων αὐτὸν εἶναι κρείττω καὶ ὑπερέχειν· οὐκ ἔσται ἄρα ταυτὸν ἡ μὴ διά τι λεγομένη τῷ δι' αἰτίαν λεγομένῳ. ΑΛΛΟ.

Logos 3 rem early§logos-3-rem-early

logos-3-rem-earlyRem early: further reduction of the unbegotten-as-ousia thesis.

Greek · §logos-3-rem-early

Εἰ τὸ ἀγένητον πρὸς τὴν ἀγενησίαν ἔχει τὴν ἀναφορὰν, ἡ δὲ οὐσία τοῦ Θεοῦ πρὸς οὐδὲν ἔχει τὴν σχέσιν, πῶς ταυτὸν ἔσται τὸ πρός τί πως ἔχον τῇ πρὸς μηδὲν ἐχούσῃ οὐσίᾳ; ΑΛΛΟ. Εἰ τῇ τοῦ Θεοῦ οὐσίᾳ οὐδὲν ἀντιδιαστέλλεται, τῷ δὲ ἀγενήτῳ ἀντιδιαστέλλεται τὸ γενητὸν, πῶς οἷόν τε εἶναι ταυτὸν οὐσίαν καὶ ἀγένητον; ΑΛΛΟ. Εἰ πᾶσα οὐσία ῥηθεῖσα θατέρα πρὸς θατέραν, οὐ δηλοῖ τὴν ἑαυτῆς ὑπεροχὴν, μὴ συμπαραληφθέντος τοῦ τῆς ὑπεροχῆς ὀνόματος, ῥηθὲν δὲ τὸ ἀγένητον εὐθὺς ἐμφαίνει διαφορὰν, πῶς οὐχὶ οἱ λέγοντες, Ταυτὸν οὐσία καὶ ἀγένητον, ἀφρονέστατοι; ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἔσται πᾶσα οὐσία ἀγένητον, ὅπερ ἀσεβές. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἴδιον δὲ οὐσίας τἀναντία δέχεσθαι, τῶν ἐναντίων ἐπιδεκτικὸν ἔσται τὸ ἀγένητον. Εἰ δὲ ἴδιον μὲν τοῦτο οὐσίας (τῷ γὰρ μὴ δημιουργεῖν τὸ δημιουργεῖν ἀντίκειται, οὐκέτι δὲ καὶ τῷ ἀγενήτῳ· οὐ γὰρ συνέβη αὐτῷ τὸ γεγονέναι)· οὐκ ἄρα ἔσται οὐσία τὸ ἀγένητον. ΑΛΛΟ. Εἰ οὐσίαν λέγοντες ἐπὶ Θεοῦ, τῇ τῶν φιλοσόφων ἕπονται δόξῃ, ἴδιον ἔσται Θεοῦ, τἀναντία δέχεσθαι. Εἰ δὲ εἶναι τὸν Θεὸν σημᾶναι βουλόμενοι, τῷ τῆς οὐσίας, καθὰ καὶ ἡμεῖς, χρῶνται ὀνόματι· ἔστι δὲ ταυτὸν τῇ οὐσίᾳ τὸ ἀγένητον· ὄνομα ἔσται τὸ ἀγένητον τοῦ εἶναι τὸν Θεὸν σημαντικὸν, ἀλλ' οὐκ αὐτὸ οὐσία. ΑΛΛΟ. Εἰ πᾶν τὸ ὑπὸ γένος καὶ εἶδος χωρὶς τῶν συμβεβηκότων, τοῦτο οὐσία κυρίως, ὑπ' οὐδὲν δὲ τούτων ἐστὶ Θεὸς, οὐκ ἄρα οὐσία κυρίως λέγεται Θεός. Εἰ δὲ τὸ ἀγένητον κυρίως λέγεται ἐπ' αὐτοῦ (οὐ γὰρ γέγονεν), οὐκέτι δὲ καὶ ἡ οὐσία, πῶς ταυτὸν ἂν εἴη τῷ καταχρηστικῷ τὸ κύριον; ΑΛΛΟ. Εἰ τὸ κυριώτατον καὶ πρῶτ

Logos 3 rem mid§logos-3-rem-mid

logos-3-rem-midRem mid: Scripture’s Father-language outweighs a philosophical badge.

Greek · §logos-3-rem-mid

καὶ ἀγένητον, ἀφρονέστατοι; ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἔσται πᾶσα οὐσία ἀγένητον, ὅπερ ἀσεβές. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἴδιον δὲ οὐσίας τἀναντία δέχεσθαι, τῶν ἐναντίων ἐπιδεκτικὸν ἔσται τὸ ἀγένητον. Εἰ δὲ ἴδιον μὲν τοῦτο οὐσίας (τῷ γὰρ μὴ δημιουργεῖν τὸ δημιουργεῖν ἀντίκειται, οὐκέτι δὲ καὶ τῷ ἀγενήτῳ· οὐ γὰρ συνέβη αὐτῷ τὸ γεγονέναι)· οὐκ ἄρα ἔσται οὐσία τὸ ἀγένητον. ΑΛΛΟ. Εἰ οὐσίαν λέγοντες ἐπὶ Θεοῦ, τῇ τῶν φιλοσόφων ἕπονται δόξῃ, ἴδιον ἔσται Θεοῦ, τἀναντία δέχεσθαι. Εἰ δὲ εἶναι τὸν Θεὸν σημᾶναι βουλόμενοι, τῷ τῆς οὐσίας, καθὰ καὶ ἡμεῖς, χρῶνται ὀνόματι· ἔστι δὲ ταυτὸν τῇ οὐσίᾳ τὸ ἀγένητον· ὄνομα ἔσται τὸ ἀγένητον τοῦ εἶναι τὸν Θεὸν σημαντικὸν, ἀλλ' οὐκ αὐτὸ οὐσία. ΑΛΛΟ. Εἰ πᾶν τὸ ὑπὸ γένος καὶ εἶδος χωρὶς τῶν συμβεβηκότων, τοῦτο οὐσία κυρίως, ὑπ' οὐδὲν δὲ τούτων ἐστὶ Θεὸς, οὐκ ἄρα οὐσία κυρίως λέγεται Θεός. Εἰ δὲ τὸ ἀγένητον κυρίως λέγεται ἐπ' αὐτοῦ (οὐ γὰρ γέγονεν), οὐκέτι δὲ καὶ ἡ οὐσία, πῶς ταυτὸν ἂν εἴη τῷ καταχρηστικῷ τὸ κύριον; ΑΛΛΟ. Εἰ τὸ κυριώτατον καὶ πρῶτον οὐσία λέλεκται, διὰ τὸ πᾶσι τοῖς συμβεβηκόσιν αὐτὸ ὑποκεῖσθαι· οὐκ ἔστι δὲ συμβεβηκὸς, ᾧ καθυποκεῖται Θεός· οὐδὲ οὐσία ἄρα κυρίως λέγεται ἐπὶ Θεοῦ. Ἔστι γὰρ ὑπερούσιος. Εἰ δὲ τὸ ἀγένητον κυρίως λέγεται ἐπ' αὐτοῦ (ἔστι γὰρ μὴ γενόμενος), οὐκέτι δὲ καὶ ἡ οὐσία· οὐ ταυτὸν οὐσία καὶ ἀγένητον. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον, καὶ ἀβασίλευτον, καὶ τὰ λοιπὰ, ἐκ παραλλήλου οὐσίας σημαίνουσιν, οὐκ εἰσὶ δὲ ταυτὰ τοῖς σημαίνουσι τὰ σημαινόμενα· οὐκ ἔσται ἄρα ταυτὸν οὐσία καὶ ἀγένητον· ὡς οὐδὲ τῷ σημαίνοντι τὸ σημαινόμενον. ΑΛΛ

Logos 3 rem close CLOSEOUT§logos-3-rem-close

logos-3-rem-closeRem CLOSEOUT: unbegotten only signals not-having-come-to-be. LOGOS III CLOSEOUT.

Greek · §logos-3-rem-close

μενοι, τῷ τῆς οὐσίας, καθὰ καὶ ἡμεῖς, χρῶνται ὀνόματι· ἔστι δὲ ταυτὸν τῇ οὐσίᾳ τὸ ἀγένητον· ὄνομα ἔσται τὸ ἀγένητον τοῦ εἶναι τὸν Θεὸν σημαντικὸν, ἀλλ' οὐκ αὐτὸ οὐσία. ΑΛΛΟ. Εἰ πᾶν τὸ ὑπὸ γένος καὶ εἶδος χωρὶς τῶν συμβεβηκότων, τοῦτο οὐσία κυρίως, ὑπ' οὐδὲν δὲ τούτων ἐστὶ Θεὸς, οὐκ ἄρα οὐσία κυρίως λέγεται Θεός. Εἰ δὲ τὸ ἀγένητον κυρίως λέγεται ἐπ' αὐτοῦ (οὐ γὰρ γέγονεν), οὐκέτι δὲ καὶ ἡ οὐσία, πῶς ταυτὸν ἂν εἴη τῷ καταχρηστικῷ τὸ κύριον; ΑΛΛΟ. Εἰ τὸ κυριώτατον καὶ πρῶτον οὐσία λέλεκται, διὰ τὸ πᾶσι τοῖς συμβεβηκόσιν αὐτὸ ὑποκεῖσθαι· οὐκ ἔστι δὲ συμβεβηκὸς, ᾧ καθυποκεῖται Θεός· οὐδὲ οὐσία ἄρα κυρίως λέγεται ἐπὶ Θεοῦ. Ἔστι γὰρ ὑπερούσιος. Εἰ δὲ τὸ ἀγένητον κυρίως λέγεται ἐπ' αὐτοῦ (ἔστι γὰρ μὴ γενόμενος), οὐκέτι δὲ καὶ ἡ οὐσία· οὐ ταυτὸν οὐσία καὶ ἀγένητον. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον, καὶ ἀβασίλευτον, καὶ τὰ λοιπὰ, ἐκ παραλλήλου οὐσίας σημαίνουσιν, οὐκ εἰσὶ δὲ ταυτὰ τοῖς σημαίνουσι τὰ σημαινόμενα· οὐκ ἔσται ἄρα ταυτὸν οὐσία καὶ ἀγένητον· ὡς οὐδὲ τῷ σημαίνοντι τὸ σημαινόμενον. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐ διὰ τὸ μὴ γεγονέναι, ἀλλὰ διὰ τὸ εἶναι οὐσίαν τοῦ Θεοῦ, λέλεκται, καὶ τῶν οὐσιῶν ἑκάστη ἂν εἴη ἀγένητον. Εἰ δὲ εἰσὶ μὲν οὐσίαι πολλαὶ, οὐκέτι δὲ καὶ ἀγένητοι· οὐκ οὐσίαν ἄρα ἐμφαίνει τὸ ἀγένητον, ἀλλὰ τῆς οὐσίας τὴν ὑπεροχήν. ΑΛΛΟ. Εἰ ἐπὶ Θεοῦ μόνον τὸ ἀγένητον, ὥς φασιν, οὐσία ἐστὶν, εἴη ἂν αὐτῆς καὶ ὅρος, ἧς μόνον ἴδιον τὸ ἀγένητον. Εἰ δὲ μηδείς ἐστιν ὅρος ᾧ ὑποβάλλεται οὐσία Θεοῦ, οὐδ' ὄνομα ἄρα κύριόν ἐστιν ἐπὶ Θεοῦ τὸ ἀγένητον, ὡς μηδὲν ἄλλο αὐτὸ ἐμφαίνειν, ἀλλ' ἢ μόνον οὐσίαν Θεοῦ.

Logos 4 opening: against “there was when the Son was not”§logos-4-open

logos-4-openFourth discourse. Against those who dare to say, “There was when the Son was not.”

Selections of syllogisms and constructions of thoughts with testimonies; the conclusion from all: the Word of God is eternal. Romans 1:20 and other witnesses are pressed so that “eternal power and deity” are not stripped from the Son.

Greek · §logos-4-open

ΛΟΓΟΣ ∆ʹ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι Ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός. Ἐκλογαὶ συλλογισμῶν, καὶ νοημάτων κατασκευαὶ, σὺν μαρτυρίαις· τὸ δὲ συναγόμενον ἐκ πάντων, ὅτι ἀΐδιος ὁ τοῦ Θεοῦ Λόγος. Ἀνοήτως λέγουσιν οἱ θεομάχοι περὶ τοῦ Υἱοῦ, ὅτι Ἦν ὅτε οὐκ ἦν. Εἰ μὲν γὰρ ἐπ' αὐτοῦ φέροιτο, φασὶ, τοῦ Λόγου, τὸ Ἦν, οὐδένα τόπον ἕξει τὸ Οὐκ ἦν. Εἰ δέ τις ἐπὶ χρόνου λαμβάνοι τὸ Ἦν, ἵνα λέγῃ σαφῶς, ὅτι ἦν χρόνος ὅτε οὐκ ἦν ὁ Υἱὸς, ἀμαθὴς ὢν καὶ ἀνόητος ἐλεγχθήσεται, χρόνον εἶναι λέγων πρὸ τῆς ὑπάρξεως τοῦ Υἱοῦ, δι' οὗ πεποιῆσθαι τοὺς αἰῶνας Παῦλός φησιν. Ὅτι ἀΐδιος ὁ τοῦ Θεοῦ Λόγος, μαρτυρίαι. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἐν τῇ Ἀποκαλύψειτῇ Ἰωάννου τάδε λέγει, Ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος, ὅτι ὁ ἐρχόμενος, ὁ Λόγος ἐστὶ, καθ' οὗ τὸ Ὁ ὢν, καὶ Ὁ ἦν τέτακται. Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Σαφῶς δὲ καὶ ὁ Ἰωάννης ἐπὶ τοῦ Λόγου τίθησι τὸ Ἦν· Ἦνγὰρ, φησὶν, ὁ Λόγος πρὸς τὸν Θεόν. Προσεῖναι δὲ πάντως δεῖ τὸ ἀΐδιον τῷ καθ' οὗ τὸ Ὢν καὶ τὸ Ἦν τέτακται. Μαρτυρίαι. Ὁ Παῦλος περὶ Ἰουδαίων· Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὁ αὐτὸςπερὶ τοῦ Λόγου· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις, καὶ θειότης. Εἰ δὲ ἐπὶ τοῦ Πατρὸς ἐνεχθείη τὸ ῥητὸν, ἑτέρως εἰς τὸν Υἱὸν περιτραπήσεται. Τίς γὰρ ἡ τοῦ Θεοῦ δύναμις, ὁ Παῦλος βοᾷ· Ὁ Χριστὸς, Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ὁ Ψαλμῳδὸς τὸ αὐτό· Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου. ∆υνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν. Τίς δὲ ὁ δυναμώσας τοῦτο τὸ καταρτισθὲν ἡμῖν, εἰ μὴ ὁ ἐκ τῆς φθορᾶς ἡμᾶς λυτρωσάμενος τοῦ Θεοῦ Λόγος, καὶ ἀναστήσας εἰς ἀφθαρσίαν; ΑΛΛΟ. Εἰς τὸ αὐτὸ κατασκευὴ πιθανὴ, ὅτι τὸ ῥητὸν τὸ λέγον, Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κό σμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις, καὶ θειότης, τὸν Υἱὸν σημαίνει. Ὁ δὲ λόγος τῆς κατασκευῆς οὗτος· Γέγραπται· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Εἰ δὲ μόνῳ τῷ Υἱῷ ὁ Πατὴρ γινώσκεται, καὶ δι' αὐτοῦ μόνου τοῖς ἄλλοις ἀποκαλύπτεται, οὐ διὰ κτίσεως ἄρα, οὐδὲ τοῖς ποιήμασι νοούμενος ὁ Πατὴρ καθορᾶται. Ἀλλ' ἡ μὲν κτίσις τὸν ἑαυτῆς δημιουργὸν τὸν Θεὸν Λόγον· ὁ δὲ Λόγος ἐν ἑαυτῷ δεικνύει τὸν Πατέρα.

Logos 4 rem early§logos-4-rem-early

logos-4-rem-earlyRem early: chain of “was / who is / I am” said of the Word, not of creatures.

Greek · §logos-4-rem-early

Καὶ γοῦν τῷ Φιλίππῳ λέγοντι, ∆εῖξον ἡμῖν τὸν Πατέρα, οὐκ ἐκ τῆς τῶν ποιημάτων καλλονῆς ἀναλόγως αὐτὸν θεωρεῖν ἐπιτάττει, ἀλλ' ἑαυτὸν δεικνύει, λέγων· Ὁ ἑωρακὼς, ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα. Ἕτεραι μαρτυρίαι, ὅτι ἀΐδιος ὁ Υἱός. Ὁ Ψαλμῳδὸς αὐτὸν καλεῖ, Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, οὐχ ὁ γενόμενος· ὁ Ἡσαΐας, Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. Εἰ δὲ ὁ Λόγος ἐστὶν ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, κεῖται δὲ ἐπ' αὐτοῦ τὸ, αἰώνιος, ἦν ἀεὶ δηλονότι, καὶ οὐκ ἐγένετο. ΑΛΛΟ. Γράφει Παῦλος περὶ τοῦ Λόγου· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Ψάλλει καὶ ∆αβίδ· Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμῶν. Καὶ πάλιν· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Πότε οὖν ἦν ὁ Πατὴρ χωρὶς τοῦ ἰδίου ἀπαυγάσματος; πότε δὲ οὐκ ἦν ἐν Θεῷ ἡ λαμπρότης αὐτοῦ; Καὶ πάλιν· Εἰ φῶς ἐστιν ἐκ φωτὸς τοῦ Πατρὸς ὁ Υἱὸς, πότε οὐκ ἦν ἐν Πατρὶ τὸ φῶς αὐτοῦ; Ὡς γὰρ ἀχώριστον τοῦ πυρὸς τὸ φωτίζειν, οὕτω καὶ τοῦ Πατρὸς τὸ ἐξ αὐτοῦ γεννώμενον φῶς. ΑΛΛΟ. Ψάλλει ∆αβίδ· Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων. Εἰ δὲ ὁ πᾶς χρόνος ἐν τοῖς αἰῶσι μετρεῖται, βασιλεύει δὲ ἐν αὐτοῖς ὁ Λόγος, οὐκ ἦν ἄρα χρόνος ὅτε οὐκ ἦν ὁ Υἱός. ΑΛΛΟ. Ἀπόδειξις διὰ μαρτυριῶν, ὅτι αἱ θεῖαι Γραφαὶ, τὸ ἦν, καὶ τὸ ὁ ὢν, καὶ τὸ ὑπάρχων, καὶ τὸ ἤμην, καὶ τὸ εἰμὶ, καὶ τὸ ἔστιν, ἐπὶ τοῦ Λόγου τιθέασι μόνου, ἐπὶ δὲ τῶν γενητῶν οὐκέτι, ἀλλὰ μᾶλλον τὸ ποτὲ, καὶ τὸ πρὶν, καὶ τὸ πρὸ τοῦ, καὶ τὸ γέγονε, καὶ ὅσα τούτοις ὅμοια. Ὁ Σωτὴρ τὸ ἀΐδιον τῆς ἰδίας ὑποστάσεως σημαίνων ἔλεγεν· Ἐγώ εἰμι ἡ ἀλήθεια· ἐγώ εἰμι τὸ φῶς· ἐγώ εἰμι ὁ π

Logos 4 rem mid§logos-4-rem-mid

logos-4-rem-midRem mid: before-Abraham and Wisdom texts read for eternity, not for a start in time.

Greek · §logos-4-rem-mid

συναΐδιος. ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Εἰ οὐκ ἔστιν ὁ Υἱὸς τῷ Πατρὶ συναΐδιος, ἀλλ' Ἦν ὅτε οὐκ ἦν, καθ' ὑμᾶς, ἀνάγκη συνομολογεῖν ἀτελῆ ποτε ὑπάρχειν τὴν ἁγίαν Τριάδα. Ἦν γὰρ μονὰς, ὡς εἰκὸς, πρὸ Υἱοῦ. Γέγονε δὲ ὕστερον Τριὰς, ἐπιγενομένου τοῦ λείποντος. Ἐπειδὴ δὲ πᾶν ὅπερ ἂν συμβῇ, καὶ ἀποσυμβῆναι δύναται, δέος μὴ καί τις ἡμᾶς ἀναγκάσῃ λόγος ὁμολογεῖν δύνασθαι τὴν ἁγίαν Τριάδα πρὸς ἑνάδα παλινδρομεῖν. Εἰ δὲ τοῦτο φρονεῖν ἢ λέγειν ἁπάσης ἐστὶ δυσσεβείας ἐπέκεινα, ἦν ἀεὶ μετὰ Πατρὸς τῆς ἁγίας Τριάδος τὸ πλήρωμα. ΑΛΛΟ, τούτῳ ὅμοιον. Εἰ οὐκ ἔστιν ὁ Υἱὸς ἴδιον γέννημα τῆς οὐσίας τοῦ Πατρὸς, ἀλλ' ἐξ οὐκ ὄντων ἐγένετο, ἀνόμοιος ἔσται πρὸς ἑαυτὴν ἡ ἁγία Τριὰς ἐξ οὐκ ὄντων ἔχουσα τὴν σύστασιν. Καὶ λοιπὸν τὸ κτίσμα τῷ Κτίστῃ συναριθμεῖται, καὶ τὸ ποίημα τῷ ποιητῇ συνδοξάζεται. Εἰ δὲ τοῦτο ἀσεβὲς, μία γὰρ θεότης τῆς ἁγίας Τριάδος, μία δοξολογία, κυριότης ἡ αὐτὴ, οὐκ εὐλόγως εἰς διαφόρους οὐσίας σχίζεται. Πῶς δὲ οὐκ ἄτοπον τοῦ Πατρὸς ὄντος ἀϊδίου, τὸν συγκαθήμενον αὐτῷ καὶ συμβασιλεύοντα Λόγον τολμῆσαι λέγειν οὐκ εἶναι μέν ποτε· ἐπιγεγονέναι δὲ ὕστερον, καὶ πρόσφατον ἡμῖν εἰσφέρεσθαι Θεόν; ΑΛΛΟ. Πηγὴ σοφίας καὶ ζωῆς καλεῖται καὶ ἔστιν ὁ Θεός. ∆ιὰ μὲν γὰρ Ἱερεμίου φησίν· Ἐμὲ ἐγκατέλιπονπηγὴν ὕδατος ζῶντος. Καὶ πάλιν· Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραὴλ, Κύριος. Πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν, ἀφεστηκότες ἐπὶ τῆς γῆς. Γραφήτωσαν ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν Κύριον. ∆ιὰ δὲ τοῦ Βαρούχ· Ἐγκατελίπετε τὴν πηγὴν τῆς σοφίας. Οὕτω τοίνυν ὄντος τε καὶ καλουμένο

Logos 4 rem close CLOSEOUT§logos-4-rem-close

logos-4-rem-closeRem CLOSEOUT: there was not when the Son was not. LOGOS IV CLOSEOUT.

Greek · §logos-4-rem-close

ἀνθρώπων ὁ λόγος· τὸ δὲ ἔξωθεν τῆς οὐσίας ἐστὶν, τότε πάντως ποιητὴν ἀποφαῖνον τὸν ἐργαζόμενον, ὅτε καὶ γίνεται· ἦν γὰρ ἐν αὐτῷ τοῦ ποιεῖν ἡ τέχνη, ἣν καὶ προεῖναι πάντως ἀνάγκη τῶν δι' αὐτῆς· πρότερον γάρ τις ἔσται τεχνίτης, εἶθ' οὔτω δημιουργός. Τοσαύτης τοίνυν μεταξὺ κειμένης διαφορᾶς, καὶ τοῦ μὲν Υἱοῦ ἅμα τῇ τοῦ Πατρὸς προσηγορίᾳ συνεπινοουμένου, καὶ συνεισβαίνοντος· ἅμα τε γὰρ Πατὴρ, εὐθὺς καὶ ὁ Υἱὸς, ἅμα τε Υἱὸς, εὐθὺς καὶ Πατὴρ, καὶ οὐκ ἂν νοηθείη χωρὶς τοῦ ἑτέρου τὸ ἕτερον. Τοῦ δὲ ποιήματος καὶ μετὰ τὴν ὕπαρξιν τοῦ ποιητοῦ δυναμένου φαίνεσθαι (οὐ γὰρ ἐκ τῆς φύσεώς ἐστι τοῦ ποιοῦντος, ἀλλὰ τέχνης εὕρημα· ἡ δὲ τέχνη φύσις οὐκ ἔστιν, ἀλλ' ἓν τῶν τῇ φύσει προσόντων), πῶς τινες ἐπὶ Θεοῦ ὡς ταυτὸν εἰσφέρουσι ποίημα καὶ γέννημα, Πατέρα δύνασθαι καλεῖν λέγοντες αὐτὸν, καὶ οὐκ ὄντος Υἱοῦ; Ἐπειδὴ καὶ δημιουργὸς ὑπῆρχε πρὸ τῶν δημιουργημάτων. Ὅμοιον γάρ ἐστιν ὡς εἴ τις καὶ τὸν ναυπηγικὴν ἔχοντα τέχνην, Πατέρα καλοίη καὶ μὴ ὄντος Υἱοῦ· ἐπεὶ καὶ ναυπηγός ἐστιν ὅσον εἰς τὴν τέχνην, καὶ τὴν τοῦ δύνασθαι ποιεῖν ἐπιτηδειότητα ἔχει, καὶ εἰ μή πω τὸ σκάφος κατεσκεύασεν. Ἀλλ' ὁ τοιοῦτος ναυπηγὸς μὲν ἔσται, καὶ πρὸ τοῦ σκάφους διὰ τὴν τέχνην. Πατὴρ δὲ οὐκέτι μή πω γεγονότος τοῦ δι' ὃν ἔσται πατήρ. Καὶ τὰ μὲν ποιήματα καὶ μὴ γεγονότα οὐκ ἀναιρεῖ τὸ δύνασθαί τινα εἶναι ποιητήν· ὁ δὲ υἱὸς οὔπω γενόμενος, ἀναιρήσει πάντως τὸ εἶναι πατέρα τινά. Ὥστε οὐκ ἂν ἴσον εἴη ποίημα καὶ Υἱός· καὶ ποιητὴς μὲν ἔστιν, ὅσον εἰς τὴν οἰκείαν φύσιν, καὶ πρὸ τῶν ποιημάτων ὁ Θεὸς, Πατὴρ δὲ οὐδαμῶς οὐκ ὄντος Υἱοῦ.

Logos 5 opening: Father does not preexist the Son§logos-5-open

logos-5-openFifth discourse. That the Father does not preexist the Son, even if he is unbegotten; he was co-eternal with him.

Unbegotten must not be twisted into “earlier.” Father and Son are together without a when in which the Father alone was.

Greek · §logos-5-open

ΛΟΓΟΣ Εʹ. Ὅτι οὐ προϋπάρχει τοῦ Υἱοῦ ὁ Πατὴρ, κἂν ἀγένητος ᾖ, ἀλλ' ἦν αὐτῷ συναΐδιος γεννητὸς ὁ Υἱός. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ ἔστιν ἀνάρχως καὶ ἀγενήτως ἀεὶ ὁ Πατὴρ, ὥσπερ οὖν καὶ ἔστιν, ἐγεννήθη δὲ ὁ Υἱὸς, πῶς οὐκ ἀνάγκη πᾶσα τὸ γεννηθὲν ἀρχῇ περιγράφεσθαι; Πρὸς τοῦτο λύσις. Οὐδεὶς ἀναγκάσει λόγος ἀνύπαρκτον εἶναι πάντως πρὸ τῆς γενήσεως τὸ γενηθὲν, ἢ καὶ ἀρχῇ περιγράφεσθαι, κἂν ὁ γεννῶν ἀγένητος ἦν. Οὐ γὰρ περί τινος τῶν καθ' ἡμᾶς ὁ λόγος ἡμῖν, ὦ οὗτος, ἵνα δὴ καὶ ἐν χρόνῳ τὸ γεννώμενον φαίνοιτο καὶ καθάπερ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι βαδίζον, ἀρχῇ περιγράφοιτο· ἀλλὰ περὶ τῆς θείας τε καὶ ἀπερινοήτου φύσεως, ἀῤῥήτως πάντα ποιούσης καὶ θεοπρεπῶς. Οὐκοῦν ὑπερβήσεται τὴν καθ' ἡμᾶς γνῶσιν καὶ ὁ τῆς θείας γεννήσεως τρόπος, καὶ οὐ τοῖς ἀνθρωπίνοις θεσμοῖς ὑπόκειται· ἀλλ' ὅσον τῆς ἐν ἡμῖν σμικροπρεπείας ἡ θεία φύσις ἀπῴκισται, τοσοῦτον ἐν τοῖς καθ' ἑαυτὴν ὑπερέχει τὰ ἡμέτερα. Παυέσθωσαν τοίνυν ἀνάγκῃ καὶ ἀρχῇ περιγράφοντες τὸν ἀνάγκης κρείττονα, καὶ ἀρχὴν μὲν τὴν ἐν χρόνῳ παραιτούμενον· λέγοντα δὲ πρὸς Μωσέα τὸν σοφώτατον· Ἐγώ εἰμι ὁ ὤν. Τῷ δὲ ἀεὶ ὄντι (τοῦτο γὰρ σημαίνει τὸ ὢν), ποίαν τις δοίη τὴν τοῦ εἶναι κατὰ χρόνον ἀρχήν; Ἄλλως τε οὐ πάντως ὅπερ ἂν τοῖς τοῦ γεννήσαντος ἰδιώμασιν ἐναντίον εἶναι δοκῇ, τοῦτο τῷ γεννηθέντι φαίνεται προσόν. Ὡς γοῦν ἔστιν ὁ Θεός· τὸ δὲ ἀντιπίπτον τούτῳ καὶ ἀντικείμενον οὐ Θεός. Ἀλλ' ἔστι Θεὸς καὶ ὁ Υἱὸς, καίτοι τοῦ Πατρὸς ὄντος Θεοῦ, βασιλέως τε ὄντος ὁμοίως τοῦ Πατρὸς, βασιλεύς ἐστι καὶ ὁ Υἱός. Ὁ δὲ αὐτὸς σώζεται λόγος ἐπί τε τοῦ ἀφθάρτου καὶ ἀοράτου, καὶ ἀσωμάτου, καὶ ὅσα τοιαῦτα πρόσεστι τῇ θείᾳ φύσει. Εἰ τοίνυν οὐ πάντως τὰ ἀντικείμενα τοῖς προσεῖναι λεγομένοις τῷ Πατρὶ, πρόσεστι τῷ Υἱῷ, οὐδὲν ἀδικήσει τοῦ Υἱοῦ τὴν οὐσίαν ἡ γέννησις, κἂν ἀγέννητος ὁ Πατὴρ τυγχάνῃ. Ἔσται δὴ αὐτῷ συναΐδιος οὐ πάντως ἔχων τὰ ἐναντία τῶν φυσικῶν ἰδιωμάτων αὐτοῦ, καθὰ δέδεικται. Ἀπόδειξις ἐφεξῆς, Ὅτι τὰ ἀντικείμενά πως πρὸς ἄλληλα κατὰ τὴν ὀνομασίαν, κοινὰ πολ λάκις ἔχει τινὰ τῶν φυσικῶν. Οὐ πάντως ὅσα κατὰ τὴν πρόχειρον φωνὴν ἤτοι τὸ ἐν λέξει σημαινόμενον ἐναντίως ἔχει πρὸς ἄλληλα, ταῦτα καὶ κατ' οὐδένα τρόπον τῶν ὅσα ταῖς οὐσίαις πρόσεστιν ἀλλήλοις ἐπικοινωνοῦντα φαίνεται. Καὶ γοῦν τὸ ζῶον ἀντίκειται τῷ μὴ ζώῳ· ἀλλ' αὔξην ἐπιδέχεται τό τε ζῶον καὶ τὸ μὴ ζῶον, οἷον ὁ ἵππος καὶ τὸ φυτόν.

Logos 5 rem early§logos-5-rem-early

logos-5-rem-earlyRem early: co-eternity vs temporal priority arguments.

Greek · §logos-5-rem-early

Εἰ δὲ τούτοις καίτοι τὴν διαφορὰν ὁμοίαν οὐκ ἔχουσι κοινωνία τις περί τι πρᾶγμα γέγονε, τίς ἀναγκάσει λόγος Θεῷ καὶ Πατρὶ μηδένα κοινότητος εἶναι τόπον πρὸς Υἱὸν καὶ Θεὸν, ἐπειδὴ ὁ μὲν ἔστιν ἀγενήτως, ὁ δὲ γεννητῶς, καὶ τοῖς ὀνόμασιν ἀντιδιαστέλλεσθαί πως δοκεῖ; Οὐδὲ γὰρ τὸ εἶναι τοιῶσδε τὸν Υἱὸν, εἰ καὶ ὁ Πατὴρ μὴ οὕτως ἔχει, τὸ τῆς οὐσίας αὐτοῦ γνήσιον ἀναιρεῖ. Σημαίνει δὲ μόνον ἡ γέννησις τὸ πῶς ἐστιν, οὐδὲν εἰς ἀϊδιότητα βλάπτουσα τὸν ἀεὶ ὄντα ἐν τῷ Πατρί. ΑΛΛΟ. Ἐκ τοῦ ἀντικειμένου δεικνύον ὅτι ἄναρχος ἐν χρόνῳ ὁ Υἱός. Εἰ πᾶν ὅπερ ἂν ἐκ θνητοῦ καὶ φθαρτοῦ γεννηθείη, τοῦτο πάντως ἔσται τῷ φύσαντι προσεοικὸς, γενητὸν δηλαδὴ καὶ φθαρτὸν, ἀνάγκη πᾶσα καὶ τὸ ἐναντίον, ὅπερ ἂν ἐξ ἀγενήτου καὶ ἀφθάρτου γεγέννηται, τοῦτο πάντως ἄφθαρτον εἶναι καὶ ἀγένητον. Ἕξει τοιγαροῦν οὕτω φύσεως ὁ Υἱὸς ὅπως ἂν ἔχοι καὶ ὁ γεννήσας αὐτόν. Οὐ γέγονεν δὲ ὁ Πατήρ· οὐ γέγονεν ἄρα οὐδὲ ὁ Υἱὸς, ὁ δὲ μὴ γεγονὼς, ποίαν ἔχει τοῦ εἶναι τὴν ἀρχήν; Ἦν οὖν ἄρα τῷ Πατρὶ συναΐδιος, ΑΛΛΟ, διηγηματικῶς. Οἱ ἀπό τινος ἀρχῆς ἄρχεσθαι τοῦ γεννᾷν οἰόμενοι τὸν Θεὸν, λίαν ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχὰς, οὐδὲν αὐτῷ διδόντες πλέον ἡμῶν. Ἄνθρωπος μὲν γὰρ ἐπειδὴ τοῦ εἶναι ἤρξατο ἀναγκαίως καὶ τοῦ τίκτειν ἄρχεται, καὶ τὸ ἐξ ἑαυτοῦ γενητὸν ἔχει· ὁ δὲ Θεὸς, ἀγένητος ὢν, οὐκ ἐν χρόνῳ γεννᾷ, οὐδὲ γενητὸν ἔχει τὸν ἐξ ἑαυτοῦ· ἀλλ' ὥσπερ αὐτὸς ἄναρχός ἐστι καὶ ἀγένητος, οὕτω καὶ ὁ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν Λόγος, ἄναρχος, ἄχρονος ἔσται καὶ ἀγένητος ὥσπερ ὁ ἀποκυήσας αὐτόν. Ἐρώτησις ὡς ἐκ τῶν Εὐνομίου. Λεγέτωσαν ἡμῖν, φασὶν, ο

Logos 5 rem mid§logos-5-rem-mid

logos-5-rem-midRem mid: generation without interval.

Greek · §logos-5-rem-mid

τῷ ∆ημιουργῷ, ὁμολογείτω καὶ ὁ Υἱός· καὶ ἔστω πάλιν ἡμῖν κἀν τούτῳ παραπλήσιος, ἔξωθεν καὶ αὐτὸς γεγονὼς, καθάπερ ἡμεῖς. Ἀλλ' ἔστι τοῦτο βυθὸς δυσφημίας. Φεύγειν οὖν ἀναγκαῖον αὐτὸ, καὶ τῷ γεννήματι σώζειν τὸ ἐκ τῆς τοῦ γεγεννηκότος οὐσίας ὑπάρχειν· οὕτω γὰρ ἂν εἴη καὶ γέννημα. Ἀγένητος δὲ ἡ οὐσία τοῦ Πατρός· ἀγένητον ἄρα καὶ τὸ ἐξ αὐτῆς προελθὸν, τουτέστιν ὁ Υἱός. ΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Οὐ πάντως, φησὶ, διὰ τὸ εἶναι καρπογόνον, τέλειός ἐστιν ὁ Θεός. Ἀλλὰ Θεὸς ὢν, καὶ διὰ τοῦτο τέλειος, γέγονε καὶ Πατήρ. Πρὸς τοῦτο λύσις. Εἴπατε τοιγαροῦν ἡμῖν οἱ πρὸς τοσαύτην ἀσέβειαν ἐκβαίνειν οὐ παραιτούμενοι, εἰ ἐπισυνέβη τῷ Θεῷ τὸ γενέσθαι Πατέρα, τί ἦν ἄρα πρὶν γένηται Πατήρ; Τὸ γὰρ ὅλως ὂν, ἔστι τι πάντως· ἢ γὰρ λέγοντες οὐκ εἶναί ποτε Πατέρα τὸν Θεὸν, μαχόμενοι πάσαις εὑρεθήσεσθε ταῖς Γραφαῖς· οὐ γὰρ ἴσασι τὸν Θεὸν οὐκ ὄντα Πατέρα· ἢ καὶ αὐτοὶ συγχωροῦντες ἐνυπάρχειν ἀεὶ τῷ Θεῷ τὴν τοῦ Πατρὸς ἐπωνυμίαν, ἀναγκαίως αὐτῷ τὸ ἐξ αὐτοῦ συνεισοίσετε. Οὐ γὰρ ἂν λέγοιτο Πατὴρ οὐκ ὄντος Υἱοῦ. ΑΛΛΟ. Εἰ μέγα τι χαρίζεσθαι νομίζουσιν οἱ χριστομάχοι τῷ Θεῷ, Πατέρα μὲν ἐξ ἀρχῆς οὐχ ὁμολογοῦντες αὐτὸν, Θεὸν δὲ εἶναι διδόντες, ἀκουέτωσαν ὅτι λίαν ὑβρίζουσι, πράγματος ἀξιολογωτέρου τὴν θείαν ἀποστεροῦντες φύσιν. Θεὸς μὲν γὰρ ὡς πρὸς τὰ δοῦλα καὶ τὰ γενητὴν ἔχοντα τὴν οὐσίαν ἔχει τὴν σχέσιν· Πατὴρ δὲ ὡς πρὸς Υἱόν. Λέγοντες τοίνυν ὅτι Θεὸς μὲν ἦν ἐξαρχῆς, οὔπω δὲ καὶ Πατὴρ, τὴν πρὸς τὰ δοῦλα σχέσιν προσάπτουσι τῷ Θεῷ, τοῦ μείζονος ἀποστεροῦντες αὐτόν· κρεῖττον γὰρ τὸ Πατέρα γεννήματος εἶν

Logos 5 rem close CLOSEOUT§logos-5-rem-close

logos-5-rem-closeRem CLOSEOUT: Father does not preexist the Son. LOGOS V CLOSEOUT.

Greek · §logos-5-rem-close

χώριστος. Ἀνάγκη τοιγαροῦν, κἂν τέκῃ τὸν Υἱὸν ἐνεργητικῶς ὁ Πατὴρ, εἶναι πάντως αὐτὸν συναΐδιον· προείρηται γὰρ ὅτι τῆς ἰδίας ὑποστάσεως ἀχώριστον ἔχει τὸ τίκτειν. Οὔσης δὲ ἀεὶ τῆς ὑποστάσεως αὐτοῦ, εἶναι δεῖ πάντως καὶ τὸ ἐξ αὐτῆς προελθὸν φύσεως ὑπάρχον καρπός. Πῶς οὖν οὐκ ἔσται συναΐδιος ὁ Υἱός; ΑΛΛΟ. Ὁρῶμεν ἐν τοῖς πεποιημένοις παρὰ Θεοῦ, ὅτιπερ ὅσα τοῦ γεννᾷν τὴν δύναμιν ἔχει μεμερισμένως (οὗτος γὰρ σωμάτων νόμος), καὶ ὅταν εἰς μέτρον ἡλικίας ἔλθῃ φανερὸν, τότε καὶ ἐνεργὸν ἴσχει τὸ τίκτειν, οἷον ἄνθρωπος, ζῶον ἄλογον, καὶ φυτόν. Ταῦτα γὰρ μικρὰ ὄντα, τίκτειν οὐ δύναται· τελειούμενα δὲ, καὶ τοῦτο ποιεῖ. Τί οὖν ἐκώλυε τελείαν οὖσαν τὴν οὐσίαν τοῦ Πατρὸς τίκτειν τὸ ἐξ αὐτῆς ἀχρόνως ὡς συναΐδιον αὐτῇ; Οὐ γὰρ δήπου φήσειεν ἄν τις ὡς ἐν χρόνῳ τὸ τέλειον ἔσχεν ἡ τοῦ Πατρὸς οὐσία, ἀεὶ ὡσαύτως ἔχουσα, καὶ οὔτε προσθήκης τινὸς δεομένη, οὔτε μείωσιν ὑποστῆναι δυναμένη. Ἔδει τοιγαροῦν ἀποθαυμάζειν αὐτοὺς, εἰ μὴ συναΐδιον ἦν τῷ Θεῷ τὸ ἐξ αὐτοῦ, οὐκ ἐκ τῶν ἐναντίων ἐπερωτᾷν τὸ, Πότε γεγέννηκε τὸν Υἱόν; Τῷ γὰρ ἀεὶ τελείῳ Πατρὶ τὸ γεννᾷν ἀχρόνως πρεπωδέστατον. ΑΛΛΟ. Τοῖς διερωτῶσι φιλονεικώτερον, πότερόν ποτε γεγέννηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἀκόλουθον ἀντιθεῖναι καὶ λέγειν· Πότε τὸ πῦρ τοῦ καίειν ἤρξατο; Ἀλλ' οὐχ εὑρήσουσι δεῖξαι τούτου τὴν ἀρχήν· ἅμα τε γὰρ ἐγένετο πῦρ, καὶ ἦν καυστικόν. Εἰ τοίνυν τοῖς παρὰ Θεοῦ πεποιημένοις ὁμοῦ καὶ τὸ εἶναι καὶ τοιῶσδε εἶναι ὑπάρχει, τί κωλύσει μείζονα τῶν οἰκείων ἔργων ὁμολογεῖν εἶναι τὸν Πατέρα, ὁμοῦ καὶ τὸ εἶναι, καὶ τὸν Υἱὸν ἔχοντα γεννητῶς ἐξ ἑαυτοῦ;

Logos 6 opening: sixth discourse on will and generation (PG stigma)§logos-6-open

logos-6-openSixth discourse. On the Father’s will and the Son’s generation.

Cyril refuses to let “by will” mean the Son is a later product. Whatever is said of willing must keep the Son inside the Father’s own life, not among crafts.

Greek · §logos-6-open

ΛΟΓΟΣ ςʹ. Ὅτι ὁ Πατὴρ ἀμερίστως καὶ ἀρεύστως ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱόν. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, φησὶν, οὐκ ἀναγκαῖον ὁμολογεῖν ἠλαττῶσθαι τοῦ Πατρὸς τὴν οὐσίαν, εἴπερ ἐξ αὐτῆς προῆλθεν ὁ Υἱὸς μέρος ὥσπερ τι τυγχάνων αὐτῆς; Εἰ δὲ βούλεσθε τὸ ἄτρεπτον τηρεῖν τῷ Πατρὶ καὶ τὸ ἄνω κεῖσθαι τῆς ἐλαττώσεως, οὐ παραιτήσεσθε φρονεῖν ὡς οὐκ ἂν εἴη μέρος ὁ Υἱὸς τῆς οὐσίας αὐτοῦ, οὐδὲ ἐξ αὐτοῦ, ἀλλ' ἔξωθεν, καὶ κατὰ δύναμιν τὴν ἐν βουλήσει μόνῃ τὴν συνύπαρξιν ἔχει. Πρὸς τοῦτο λύσις. Μικρὸν, ὦ βέλτιστε, σαυτὸν ἄνω σωμάτων ἔχε καὶ τῶν περὶ τὰ σώματα παθῶν· περὶ Θεοῦ γὰρ ὁ λόγος. Εἰ γὰρ οἴει καθάπερ ἄνθρωπον τίκτοντα τὸν Θεὸν ἐλαττοῦσθαί πως ταῖς ἀποῤῥοίαις, καὶ δίχα τινὸς ζημίας μὴ δύνασθαι τοῦτο ποιεῖν, μεριζόμενον ὥσπερ εἰς τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, τί κωλύσαι τὴν αὐτὴν ἐπαγαγεῖν βλασφημίαν, καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασι τοῖς προσοῦσιν αὐτῷ; Εἰ γὰρ ὡς ἄνθρωπος τίκτει ῥευστῶς, δημιουργήσει καὶ ὡς ἄνθρωπος μετὰ πόνου. Εἰ δὲ τοῦτο ἄτοπον (οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς δημιουργεῖ), οὐδὲ ὡς ἄνθρωπος ἄρα γεννήσει, ἀλλὰ τὴν ἀνθρώπου φύσιν κἀν τούτῳ πάλιν ἀναβήσεται, γεννῶν ἀμερίστως. ΑΛΛΟ. Εἰ καθάπερ ἄνθρωπος τίκτει Θεὸς, ἐργάζεται καὶ ὡς ἄνθρωπος. Καὶ ἐπειδήπερ ἡμεῖς ὕλης παρακειμένης τινὸς διὰ κινήσεως χειρῶν ἀποτελοῦμέν τι τῶν ὅσα ποιεῖν βουλόμεθα, οὕτω καὶ Θεός. Εἰ δὲ δίχα χειρῶν καὶ ὕλης ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα λόγῳ παράγει, τὴν ἀνθρώπου φύσιν νικῶν, νικήσει πάντως αὐτὴν καὶ περὶ τὸν τοῦ γεννᾷν τρόπον. ΑΛΛΟ. Τὰ συνέχοντά τινα, οἱονεὶ κύκλῳ περιτετάσθαι πάντως ἀναγκαῖον τῶν ὅσα συνέχει. Τὸ δὲ εἰς κύκλον ἐκτείνεσθαι σωμάτων ἴδιον. Πῶς οὖν τὰ πάντα συνέχει ὁ Θεὸς ἀσώματος ὢν, καὶ διὰ τοῦτο μηδὲ ἐν τόπῳ νοεῖσθαι δυνάμενος; Ἀλλὰ συνέχει τὴν ἐν τούτοις ἀκολουθίαν, ὡς Θεὸς, ἀναβαίνων. Οὐκ ἄρα τοῖς σωματικῶν ὑποκείσεται νόμοις· οὐκοῦν οὐδὲ ὡς σῶμα γεννήσει. ΑΛΛΟ. Τὸ ἐν πᾶσιν ὂν καὶ διὰ πάντων διῆκον, συμπλέκεσθαι τοῖς πᾶσιν ἀναγκαῖον. Οὔτω γὰρ ἂν εἴη καὶ ἐν πᾶσιν. Ἀλλ' οὐ συμπεπλέχθαι μὲν τὴν οὐσίαν τοῦ Θεοῦ τῇ ποικιλίᾳ τῶν ἐν κόσμῳ σωμάτων ὁμολογήσομεν· μένει γὰρ ἐφ' ἑαυτῆς καθαρά τε καὶ τῆς πρὸς ἔτερον κοινωνίας, ἀσύμπλοκος φυσικῶς· διήκει δὲ ὁ μὲν διὰ πάντων παραδόξως καὶ ἀῤῥήτως. Οὐκ ἄρα ταῖς σωμάτων ἀκολουθίαις ὑποκείσεται. ∆ιόπερ οὐδὲ κατὰ τὴν τῶν σωμάτων φύσιν γεννήσει. ΑΛΛΟ.

Logos 6 rem early§logos-6-rem-early

logos-6-rem-earlyRem early: will language sorted away from creaturely making.

Greek · §logos-6-rem-early

Εἰ ἁπλοῦς καὶ ἀσύνθετός ἐστι καὶ νοεῖται Θεὸς, πῶς διαφόρους καὶ ποικίλας ἔχει τὰς ἐνεργείας, πολλὰ ποιημάτων εἴδη κατὰ καιροὺς ἐργαζόμενος; Εἰ δὲ οὐδὲν εἰς τὸ ἁπλοῦς εἶναι βλαβήσεται διαφόρως ἐν ἑκάστῳ τῶν ὄντων ἐνεργῶν, ἐπεὶ μὴ κατὰ σῶμά ἐστιν, ἄνω σωμάτων καὶ ἐν τῷ γεννᾷν κείσεται. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ βούλεσθε, φησὶ, τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προεληλυθότα λέγειν, ἀνάγκη πρότερον ὁμολο γεῖν προϋποκεῖσθαι τοῦτον ἐν αὐτῷ. Οὕτω γὰρ δὴ καὶ ἐξ αὐτοῦ προελθὼν φαίνοιτο. Καὶ εἰ τὸν Υἱὸν ἐγέννησεν ὁ Πατὴρ, καὶ ἕτερον ἐπ' αὐτῷ οὐδένα τέξεται (μονογενὴς γὰρ), ἀφῃρῆσθαι καὶ αὐτὸν ἀνάγκη λέγειν τῆς γεννητικῆς δυνάμεως, ἠλαττῶσθαι δὲ καὶ ἐκ μέρους, γεννηθέντος ἅπαξ τοῦ Υἱοῦ καὶ μηκέτι ὄντος ἐν αὐτῷ καθάπερ καὶ πρότερον. Πρὸς τοῦτο λύσις. Πάλιν τὰ σωμάτων ἴδια τῇ τοῦ Θεοῦ φύσει περιτιθεὶς οὐκ ἐρυθριᾷς; Οὐ γὰρ καθάπερ σῶμα ἐν σώματι τὸν Υἱὸν ἐν Πατρὶ κεῖσθαι δίκαιον ἐννοεῖν. Οὐδὲ ὥσπερ τὰ ἐξ ἡμῶν γεννώμενα τῇ τῶν γεννώντων ὀσφύϊ περιέχεσθαι πιστεύειν εὐπρεπὲς, οὕτω καὶ ἐπὶ τοῦ θείου γεννήματος φρονητέον. Εἰ γάρ τις εἰς τοῦτο προβαίνει τόλμης ὡς εἰς τὴν τῶν σωμάτων ἀθλιότητα τὴν ἄῤῥητον τοῦ Θεοῦ καταφέρειν οὐσίαν, τί κωλύσει λέγειν μηδὲ ὅλως γεγεννηκέναι τὸν Πατέρα; Ἐπεὶ τὸ τίκτειν μητρὶ μᾶλλον ἢ ἀνδρὶ πρεπωδέστερον; Ἐπειδὴ δὲ οὔτε σῶμα Θεὸς, οὔτε μὴν τὴν ἐν τοῖς σώμασιν ἔχει διαφορὰν (ἄρσεν γὰρ καὶ θῆλυ μόνον ἐν τοῖς τῶν σωμάτων ζητεῖται σχήμασιν), ἁπλοῦς δὲ καὶ ἀσώματος, καὶ αὐτὸ δὴ τοῦτο νοῦς ὁ πάντων καθαρώτατος, διὰ ταύτην οἶμαι τὴν αἰτίαν χρῆναι δεῖν τοὺς ὅσοι τὴ

Logos 6 rem mid§logos-6-rem-mid

logos-6-rem-midRem mid: no interval between Father and Son by a deciding gap.

Greek · §logos-6-rem-mid

ὶ γενητῆς φύσεως οὕτω δυναμένης δημιουργεῖν καὶ οὐχ ἑτέρως, λόγῳ τὰ πάντα Θεὸς ἐργάζεται, καὶ ἐν τῇ αὐτοῦ βουλήσει τὰ ὄντα τὴν σύστασιν ἔχει, πῶς οὐ γελοῖον ἐν τοῖς ἀξιολογωτέροις καὶ μείζοσι μὴ ἄνω κεῖσθαι πάθους τὸν Θεὸν, μηδὲ ἐξάλλεσθαι τὰ τοῖς σώμασιν εἰωθότα συμβαίνειν περὶ τὸ γεννᾷν, ἀλλ' ὡς ἐξ ἀνάγκης οὕτως εἶναι περὶ τὸ γεννᾷν, καθάπερ καὶ τὰ σώματα. Ὥσπερ οὖν δημιουργεῖ μὲν οὐχ ὡς ἄνθρωπος, οὐδὲ ὡς σῶμα, οὕτω καὶ γεννᾷ ταῖς τῶν σωμάτων συνηθείαις οὐχ ὑποκείμενος. ΑΛΛΟ, διηγηματικῶς. Ὁ Πατὴρ ἐξέλαμψεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ἀμερίστως τε καὶ ἀδιαστάτως, ὥσπερ οὖν καὶ ὁ ἥλιος τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. Ἀλλ' ἐκεῖνο μὲν οὐκ ἰδιοσύστατον οὐδὲ τὴν οὐσίαν ἐντελὲς αὐτὸ καθ' αὑτό· ἔχει γὰρ ἐν τῷ ἡλίῳ τὸ εἶναι· τὸ δὲ θεῖον γέννημα μόνον ἔχον ἐκ τοῦ παραδείγματος τὸ ἐκ Πατρὸς προελθεῖν ἀμερίστως καὶ ἀδιαστάτως, ἰδίαν ἔχει τὴν ὕπαρξιν οὐ κεχωρισμένην τοῦ Πατρὸς, ἀλλ' ἐν Πατρὶ καὶ μετὰ Πατρὸς νοουμένην καὶ ὑπάρχουσαν. Τὸ δὲ λέγειν ὅτι τομὴ καὶ ἀποκοπὴ περὶ τὴν γέννησιν αὐτοῦ γέγονε, μανίας ἀμέτρου σημεῖόν ἐστιν. Ἐπειδὴ γὰρ οὐκ ἐν τόπῳ περιείληπται τὸ θεῖον, οὐδὲ ἐν τόπῳ τοιούτῳ τὸ ἐξ αὐτοῦ. Τὸ δὲ μὴ ὂν ἐν τόπῳ, ἢ καὶ μὴ εἶναι δυνάμενον, πῶς ἐπιδέχεται μερισμόν; Ποῖ γὰρ χωρήσει τὸ τεμνόμενον; ἢ ἐκ τίνος εἰς τί μετοιχήσεται; ταῦτα γὰρ σωμάτων μὲν ἴδια, τῆς δὲ ἀσωμάτου φύσεως παντελῶς ἀλλότρια. Μὴ τοίνυν δυσσεβῶς ἀναπλάττωσάν τινες περὶ τὴν θείαν γέννησιν τάς τε καλουμένας ἀποῤῥοίας, καὶ μερισμοὺς, καὶ ὅσα πρὸς ταῦτα τὴν συγγένειαν ἔχει. Ἄνω γὰρ πάθους καὶ μερισμοῦ καὶ τομῆς, ἡ τῶ

Logos 6 rem close CLOSEOUT§logos-6-rem-close

logos-6-rem-closeRem CLOSEOUT: generation is not a crafted afterthought. LOGOS VI CLOSEOUT.

Greek · §logos-6-rem-close

ον τινὰ τοῦ Πατρὸς τῷ Υἱῷ τὴν ἑαυτοῦ, καὶ πάλιν ἀντικιχρωμένου παρ' αὐτοῦ τὴν δοθεῖσαν αὐτῷ. Πρὸς τοῦτο λύσις. Πάλιν τὰ σωμάτων ἴδια τῇ ἀσωμάτῳ φύσει περιτιθέντες οὐκ αἰσχύνονται, μερισμοὺς καὶ ἀποτομὰς, διαστάσεις τε καὶ χωρισμοὺς ἐπὶ τῆς θείας εἰσφέροντες οὐσίας ἀμαθῶς· οὐκ εἰδότες ὅτι μερίζεσθαι λέγοντες σχήματι σωματικῷ, εἰς τὴν τοῦ Πατρὸς οὐσίαν δυσσεβοῦσι μεγάλως, ἠλλοιῶσθαι καὶ παρατετράφθαι λέγοντες αὐτὸν, καὶ ἐκ τελείου καταβεβηκέναι πρὸς τὸ ἀτελές. Οἱ γὰρ ὅλως ἐκβεβηκέναι τοῦ Πατρὸς τὴν οὐσίαν οἰόμενοι τὸν Υἱὸν διαστατῶς τε καὶ κεχωρισμένως, καὶ διὰ τοῦτο φάσκοντες μεμερίσθαι πάντα τὰ αὐτοῦ, καὶ εἰς ἥμισυ δόξης αὐτὸν ἐλθεῖν διὰ τὸ βεβηκέναι τὸ λεῖπον εἰς τὸν Υἱὸν, ἀγνοοῦσιν οἵῳ περιπίπτουσιν ἀτοπήματι. Ἄρα γὰρ ἐπειδήπερ, ὡς αὐτοί φασιν, ἐν μονάδι πρότερον ὢν ὁ Πατὴρ, καὶ τὴν δημιουργικὴν δύναμιν ἔχων ἐν ἑαυτῷ, προεβάλετο τὸν Υἱὸν, καὶ δι' αὐτοῦ πάντα δημιουργεῖ, ἔξω τῆς οὐσίας τῆς ἑαυτοῦ τὴν ἐπὶ τῷ δύνασθαι δημιουργεῖν ἔπεμψε δύναμιν, καὶ ὃ μὴ πρότερον ἦν, τοῦτο γέγονεν ὕστερον, ἔρημός τε νῦν ἐστιν ἰσχύος δημιουργικῆς· ἀλλὰ τοῦτο φρονεῖν ἢ λέγειν ἄμετρον ἔχει τὴν δυσσέβειαν· Ὁ Πατὴρ γὰρ ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, φησὶν ὁ Χριστός. Ὥσπερ οὖν οὐ μεμέρισται τοῦ Πατρὸς τὸ δημιουργικὸν, οὐδὲ ἀτελής ἐστι νῦν ἐν τῇ οὐσίᾳ αὐτοῦ, ἔχοντος τελείως τοῦτο καὶ τοῦ Υἱοῦ, οὕτω καὶ τελείαν ἔχει τὴν δόξαν, ἔχοντος πάλιν τοῦ Υἱοῦ καὶ ἐν δόξῃ τὸ τέλειον. Ὅμοιος γὰρ ὢν κατὰ πάντα τῷ γεννήσαντι, διὰ τοῦτο τελείαν ἔχει τὴν δόξαν, ἐπειδήπερ ἐκ τελείαν ἔχοντος δόξαν ἐγεννήθη Πατρός.

Logos 7 opening: against unwilling-or-by-will dilemmas§logos-7-open

logos-7-openSeventh discourse. Against those who pose: “Did he beget the Son unwillingly or by will?”

The dilemma is rejected as a trap. The Father’s will is not a third thing between Father and Son that makes the Son later or lesser.

Greek · §logos-7-open

ΛΟΓΟΣ Ζʹ. Πρὸς τοὺς προτείνοντας τό· Ἀβουλήτως ἢ κατὰ βούλησιν ἐγέννησε τὸν Υἱὸν ὁ Πατήρ; Ἐρώτησις ὡς ἐκ τῶν αἱρετικῶν. Ἀβουλήτως ἄρα, φασὶ, καὶ ἀσκέπτως ἐγέννησεν ἤτοι πεποίηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἢ κατὰ βούλησιν οἰκείαν; Εἰ μὲν οὖν ἀβουλήτως ἐγέννησεν αὐτὸν, πέπονθέ τι τῶν παρὰ γνώμην· εἰ δὲ κατὰ βούλησιν, προϋπάρχειν δὲ τῶν γινομένων ἀνάγκη τὴν περὶ αὐτῶν σκέψιν, προῆν ἄρα τοῦ Υἱοῦ ὁ Πατὴρ, μεσολαβούσης τὴν γέννησιν τῆς περὶ αὐτοῦ βουλήσεως. Ἀπολογία πρὸς τοῦτο. Πόθεν ὑμεῖς, ὦ οὗτοι, κατὰ βούλησιν ἢ ἀβουλήτως γεγεννῆσθαι λέγειν τὸν Υἱὸν, ἢ καὶ ὅλως τοιαύτας τοῖς ἐντυγχάνουσι τὰς πεύσεις προσάγειν, ἀπὸ ποίας τοῦτο μεμαθήκατε Γραφῆς; Τίς δὲ τῶν ἁγίων ἢ κατὰ βούλησιν ἢ ἀβουλήτως αὐτὸν ἔφησεν ἐκ τοῦ Πατρὸς προελθεῖν; Παρὰ τίνι δὲ ὠνόμασται τὰ τοιαῦτα ῥήματα; Ὅτι μὲν γὰρ ἦν καὶ ἔστιν ὁ τοῦ Θεοῦ Λόγος, ἔγνωμεν ἀπὸ τῆς θείας Γραφῆς. Τὸ δὲ, ἀβουλήτως ἢ μὴ, παρὰ μόνων ὑμῶν ἠκούσαμεν. Ἀποκαλύπτει μὲν γὰρ τὸν Υἱὸν ὁ Πατὴρ ἐξ οὐρανοῦ, καί φησιν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· καὶ διὰ τοῦ ∆αβὶδ λέγει· Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν· καὶ ὁ σοφώτατος Ἰωάννης· Ἐν ἀρχῇἦν, φησὶν, ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ὁ Ψαλμῳδὸς ὡς πρὸς τὸν Πατέρα πάλιν φησί· Παρὰ σοὶ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Ὁ Παῦλος ἀπαύγασμα, καὶ μορφὴν, καὶ εἰκόνα τοῦ Θεοῦ ἀοράτου καλεῖ. Καὶ τούτων οὐδεὶς εὑρίσκεται λέγων ἀβουλήτως ἢ κατὰ βούλησιν γεγεννῆσθαι τὸν Υἱόν. Ἀλλὰ τὸ, ἦν, εἰπόντες, καὶ τὸ, ἔστιν, οὐδεμίαν ἀρχὴν τὴν ἐν χρόνῳ δεδώκασι τῷ τῶν χρόνων ποιητῇ. Πόθεν οὖν ὑμεῖς τὰ τοιαῦτά φατε; Ἀπὸ καρδίας τῆς ἑαυτῶν λαλοῦντες, καθά φησιν ὁ προφήτης, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. ΑΛΛΟ. Εἰ βουλήσει γεγεννῆσθαί φατε τὸν Υἱὸν, καὶ βιάζεσθε τὴν περὶ αὐτοῦ θέλησιν προϋπάρχειν τῆς γεννήσεως αὐτοῦ, τί μὴ ταῦτά φησιν ἡ Γραφὴ περὶ αὐτοῦ, ἃ δὴ καὶ περὶ τῶν ἄλλων ποιημάτων λέγουσα φαίνεται; Ἐπὶ μὲν γὰρ τῶν γεγονότων παρὰ Θεοῦ, προηγεῖται θέλησις, ὡς ἐν τῷ, Ποιήσωμεν ἄνθρωπον, Καὶ ἐν τῷ, Πάντα ὅσα ἠθέλησεν, ἐποίησεν. Ἐπὶ δὲ τοῦ Θεοῦ Λόγου οὐδαμοῦ θέλησις ἤτοι βούλησις προηγησαμένη φαίνεται. Ἀλλ' ὅτι μόνον ἦν καὶ ἔστιν ἀκούομεν. Καὶ, ἵν' οὕτως εἴπω, τόπος αὐτῷ φυσικὸς ὁ Πατήρ.

Logos 7 rem early§logos-7-rem-early

logos-7-rem-earlyRem early: expose the false fork.

Greek · §logos-7-rem-early

Εἰ τοίνυν ἐπὶ μὲν τῶν κτισμάτων ἁπάντων ἔφησεν ἡγεῖσθαι θέλησιν ἡ Γραφὴ, ἐπὶ δὲ τοῦ Υἱοῦ οὐδὲν τοιοῦτον εὑρήσομεν παρ' αὐτῆς, οὐκ ἄρα εἷς ἐστι τῶν πάντων, οὐδὲ θελήσει γέγονε, καθάπερ τὰ πάντα, ἐκ Πατρὸς προελθὼν καὶ τῆς τοῦ γεννήσαντος οὐσίας, ὑπάρχων τε ἀΐδιος. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι τε Θεοῦ δύναμις εἴη καὶ Θεοῦ σοφία. Εἰ τοίνυν σοφία καὶ δύναμίς ἐστι τοῦ Πατρὸς ὁ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ ὑπάρχων Λόγος, αὐτός ἐστιν ἐν ᾧ βουλεύεται, καὶ δι' οὗ τὰ πάντα ἐργάζεται. Πῶς οὖν βουλήσει γέγονεν ὁ ἐν ᾧπερ ἡ βούλησίς ἐστι τοῦ Πατρός; Ἢ γὰρ ἑτέραν ἡμᾶς σοφίαν ἀναπλάττειν ἀνάγκη, ἐν ᾗ βουλευσάμενος πεποίηκε τὸν Υἱὸν, καθὼς ὑμεῖς φατε, ἢ εἰ ἑτέρα οὐκ ἔστιν, ἀλλ' ἔστι μόνος αὐτὸς ἡ σοφία τοῦ Πατρὸς, αὐτὸς ἄρα ἐστὶ καὶ ἡ βούλησις. Ἐν γὰρ σοφίᾳ πάντως τὸ βούλεσθαι τοῦ Θεοῦ. Καὶ μάταιος ὑμῖν ὁ λόγος, καὶ κενὸν ἐδείχθη τὸ ἐπιχείρημα. ΑΛΛΟ, εἰς τὸ αὐτό. Οὐκ ἐν τοῖς γενομένοις ἡ τοῦ Θεοῦ βούλησις οὐσιωμένη φαίνεται, ἀλλ' ἕτερόν τί ἐστι παρὰ τὰ δι' αὐτῆς ποιούμενα. Οἷον, θελήσει φαμὲν γενέσθαι τὸν οὐρανὸν, οὐκ αὐτὸν εἶναι τὴν θέλησιν. Εἰ τοίνυν βουλεύεται μὲν ἐν σοφίᾳ Θεὸς, καὶ ὅτε τὸν Υἱὸν, ὡς ὑμεῖς φατε, ἀπογεννᾷν ἤθελεν, ἔστι δὲ ἡ σοφία τοῦ Πατρὸς ὁ Υἱὸς, ἑτέραν τῷ Πατρὶ προσεῖναι σοφίαν ἀνάγκη, ἐν ᾗ βουλευσάμενος ἀπέτεκε τὸν Υἱόν. Εἰ δὲ τοῦτο λέγειν ἀσεβὲς (εἷς γὰρ Υἱὸς τοῦ Θεοῦ, καὶ οὐ δύο, σοφία τοῦ Πατρὸς ὑπάρχων ὁ τοῦ Θεοῦ Λόγος), αὐτός ἐστιν ὁ δι' οὗ πάντων ἡ βούλησις γίνεται. ΑΛΛΟ. Τῶν ἐν χρόνῳ γεγονότων, προηγεῖται πάντως τὸ βουλεύεσθαί τι περὶ αὐτῶν.

Logos 7 rem mid§logos-7-rem-mid

logos-7-rem-midRem mid: will with nature, not instead of nature.

Greek · §logos-7-rem-mid

ήρ. Ταυτὸν γὰρ ὑπάρχειν φαίνεται βουλὴ καὶ φρόνησις. Ἐπειδὴ πᾶν ὅπερ ἄν τις βουλεύηται, τοῦτο καὶ φρονεῖ· καὶ πάλιν ὥσπερ ἐξ ἀντιστρέφοντος, ὃ φρονεῖ, καὶ βουλεύεται. Εὑρίσκεται γοῦν ὡς ἰσοδυναμοῦντα συνάπτων αὐτὰ καὶ ὁ Σωτὴρ ἐφ' ἑαυτοῦ, καὶ λέγων· Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ὥσπερ γὰρ ἀσφάλεια καὶ ἰσχὺς ταυτόν ἐστιν, οὕτω καὶ βουλὴ καὶ φρόνησις. Εἰ μὲν οὖν ἄφρονά ποτε πιστεύουσι γεγενῆσθαι τὸν Πατέρα, ἐρωτάτωσαν εἰ ἐν φρονήσει γεγέννηκε τὸν Υἱόν. Εἰ δὲ φρίττουσι τοῦτο καὶ μόνον ἀκούοντες, πῶς οὐκ ἀσεβὲς τὸ ἐρωτᾷν καὶ λέγειν ἐφ' Υἱοῦ τό· Βουλήσει γεγένηται, ἢ μή; τοσαύτην τοῦ λόγου τὴν δυσφημίαν εἰσφέροντος. ΑΛΛΟ. Ὁ μακάριος Παῦλος τὴν ἀπαράλλακτον ὁμοιότητα δεικνύων, ἣν ὁ Υἱὸς ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα, γράφει περὶ αὐτοῦ· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Εἰ τοίνυν χαρακτήρ ἐστι καὶ εἰκὼν τοῦ γεννήσαντος ὁ Υἱὸς, ἐγεννήθη δὲ, καθ' ὑμᾶς, προηγησαμένης βουλήσεως, ἀνάγκη πᾶσα καὶ τὸν Πατέρα οὕτως εἶναι, ὥσπερ ἡ εἰκὼν αὐτοῦ καὶ τὸ ἀπαύγασμα· ὡς καὶ αὐτὸ ἔχειν προηγουμένην αὐτοῦ τὴν βούλησιν. Εἰ δὲ τοῦτο ἀσεβὲς (οὐ γὰρ ἐκ βουλήσεώς ἐστιν ἡ τοῦ Πατρὸς οὐσία καὶ ὑπόστασις), ἀνάγκη πᾶσα μηδὲ τὸν Υἱὸν ἐκ βουλήσεως εἶναι, φρονεῖν ἢ λέγειν. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Καὶ πῶς, φησὶν, οὐκ ἀνάγκη συνομολογεῖν, ὅτιπερ ἀθέλητός ἐστι τῷ Πατρὶ ὁ Υἱὸς, ἤτοι ἀβούλητος, εἰ μὴ ἐκ βουλήσεως καὶ θελήσεως γέγονεν; Πρὸς τοῦτο λύσις. ∆υσωπείτω τῶν χριστομάχων τὴν πάντολμον γλῶτταν ὁ Σωτὴρ περὶ ἑαυτοῦ λέγων· Ὁ Πατὴρ φιλεῖ τὸν Υἱόν. Ὥσπερ γὰ

Logos 7 rem close CLOSEOUT§logos-7-rem-close

logos-7-rem-closeRem CLOSEOUT: the dilemma fails. LOGOS VII CLOSEOUT.

Greek · §logos-7-rem-close

ἤτοι τὸ πῦρ, φέρε εἰπεῖν, ἐν λύχνῳ κείμενον φωτίζει τὰ ἐκτὸς, ἀλλ' αὐτὸ μὲν οὐ πάντα πληροῖ, κεῖται δὲ ἐν τόπῳ, καὶ περὶ τὰ ἐκτὸς, καθάπερ εἴπομεν, ὁ ἐξ αὐτοῦ φωτισμὸς γίγνεται. Εἰ τοίνυν φῶς μὲν εἶναί φατε τὸν Πατέρα, ἐκ φωτὸς δὲ ἀπαύγασμα τὸν Υἱὸν, ἀνάγκη λέγειν τοῦ Πατρὸς τὴν οὐσίαν μὴ δύνασθαι τὰ πάντα πληροῦν, ἵνα τόπον ἔχοι καὶ χωρῆσαί ποι δύναιτο τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. Εἰ δὲ πάντα πληροῖ ὁ Πατὴρ, ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία, Πρὸς ταῦτα λύσις. Εἰ μὲν ἐν τόπῳ τίθησι τὸν Πατέρα, καὶ καθάπερ τι σῶμα χωρεῖσθαι βούλεται, ζητείτω καὶ τῷ γεννήματι τόπον. Εἰ δὲ οὐκ ἐν τόπῳ τοῦ Πατρὸς ἡ οὐσία (οὐ γὰρ τόπῳ περιληπτὸν τὸ θεῖον), τί μάτην περιεργάζεται τὰ μηδεμίαν ἔχοντα ζήτησιν, καὶ τολμᾷ λέγειν· Ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία, πληροῦντος τὰ πάντα τοῦ Πατρός; Φαίνεται μὲν οὖν ὁ Πατὴρ καὶ ἔστιν ἐν Υἱῷ, καὶ Υἱὸς ἐν Πατρί· οὐχ ὡς ταυτὸν δὲ ὄντες, οὐδὲ ὡς ἒν ἀριθμῷ. Ἔστι γὰρ ὁ Πατὴρ ἐν τῇ αὐτοῦ ἰδιότητι· καὶ ἔστιν ὁ Υἱὸς ἐν τῇ ἰδίᾳ ἰδιότητι, ταύτην ἔχων μόνην πρὸς τὸν Γεγεννηκότα τὴν διαφοράν· ὁ μὲν γὰρ Πατὴρ, καθ' ἑαυτόν ἐστι, καὶ οὐκ ἔστιν Υἱός· ὁ δὲ Υἱὸς καθ' ἑαυτόν ἐστι, καὶ οὐκ ἔστι Πατήρ. Ἀλλὰ κατὰ τοῦτο μόνον ὡς πρὸς τὸν Πατέρα τὴν διαστολὴν ἔχων, φέρει μὲν αὐτὸ τῆς πατρικῆς φύσεως τὸ ἰδίωμα, ἔστι δὲ πάλιν ἐν τῷ Πατρὶ, ὥσπερ τὸ ἐκ τοῦ ἡλίου πεμπόμενον ἀπαύγασμα, πρόεισι μὲν ἐξ αὐτοῦ, ἕτερον δέ τι παρ' αὐτόν ἐστιν, ἓν κατὰ φύσιν ὑπάρχον. Τὸ μὲν γὰρ, ἥλιος, τὸ δὲ, ἀπαύγασμα. Ὢν οὖν Πατὴρ, ἀπηύγασε τὸν Υἱὸν, σφραγῖδα καὶ εἰκόνα τῆς ἑαυτοῦ φύσεως ἀκριβεστάτην

Logos 8 opening: not like the will but like the Father§logos-8-open

logos-8-openEighth discourse. Against those who say the Son is like not the Father but the Father’s will.

Likeness to a will-as-instrument is rejected; the Son is like the Father himself.

Greek · §logos-8-open

ΛΟΓΟΣ Ηʹ. Πρὸς τοὺς λέγοντας, ὅτι οὐ τῷ Πατρὶ, ἀλλὰ τῇ βουλήσει αὐτοῦ ὅμοιός ἐστιν ὁ Υἱός. Πολλὴν ἄν τις εἰκότως ἀβουλίαν τῶν χριστομάχων καταψηφίσαιτο, ἢ λογιεῖται ὀρθῶς μαίνεσθαι, πιστεύων τοῖς τῆς βουλήσεως τοῦ Πατρὸς ὅμοιον εἶναι λέγουσι τὸν Υἱὸν, οὐκ αὐτῷ τῷ Πατρί· καίτοι τῆς θείας Γραφῆς οὐ τοῦτον ἐκφερούσης περὶ αὐτοῦ τὸν ὅρον, ἀλλ' οὐδὲ αὐτοῦ τοῦ Σωτῆρος λέγοντος· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὴν βούλησιν τοῦ Πατρός. Ἐχρῆν δέ γε τὸν εἰπόντα Χριστόν· Ἐγώ εἰμι ἡ ἀλήθεια, μὴ τῷ Πατρὶ κατὰ φύσιν ἑαυτὸν ἐξομοιοῦν, τῇ βουλήσει δὲ μᾶλλον αὐτοῦ, εἴπερ οὕτως ἔχει, καθάπερ ἐκεῖνοί φασιν. Ἀλλ' οὐδαμοῦ τὴν βούλησιν ὀνομάσας, εἰκόνα δὲ τοῦ Πατρὸς ἑαυτὸν προσειπὼν, δῆλος ἂν εἴη τὴν ἐκείνων ὑπόνοιαν ἀναιρῶν. ΑΛΛΟ. Ἐρωτητέον τοὺς χριστομάχους· Ἡ βούλησις αὕτη τοῦ Πατρὸς, ἧς ὅμοιον εἶναί φατε τὸν Υἱὸν, πότερόν ποτε οὐσία τίς ἐστι, καὶ ὑπέστη αὐτὴ καθ' ἑαυτὴν, ἢ οὐχί; Εἰ μὲν γὰρ οὐσιώδη καὶ ὑποστατικὴν εἶναι δώσετε ταύτην, πῶς ἔτι μονογενὴς ὁ Υἱὸς, τρίτος ὢν ἐκ Πατρός; Φαίνεται γὰρ μεσολαβοῦσα τὴν γέννησιν αὐτοῦ βούλησίς τις ἐνυπόστατος καὶ ζῶσα, κατὰ τὴν ὑμετέραν πρότασιν. Εἰ δὲ τοῦτο παραιτούμενοι, οὐ καθ' ὑπόστασιν τὴν βούλησιν διακεῖσθαι δώσετε, οὐδὲ οὐσίαν εἶναι ζῶσαν καὶ ὑπάρχουσαν, ὥσπερ τὸν Υἱὸν, ἀπαιδεύτως σφόδρα καὶ ἀμαθῶς μὴ δύο παραθέντες οὐσίας ὁμοιότητα ζητεῖτε. Πῶς γὰρ ἔσται τὸ ἐνυπόστατον τῷ μὴ τοιούτῳ προσεοικός; ἢ πῶς τὸ μὴ εἰς οὐσίαν ἐνεχθὲν τῷ ὑφεστηκότι κατὰ τὸν τῆς ἐμφερείας τρόπον ἀντεξετάζοιτο; ΑΛΛΟ. Καὶ τίς οὐκ ἂν ὁμολογήσειε νοῦν ἔχων ὅτι τῷ ζώῳ πρὸς τὸ ζῶον ἡ ὁμοιότης, καὶ τῷ μὴ ζώῳ πρὸς τὸ μὴ ζῶον; Τὰ γὰρ ἑτερογενῆ καὶ πάντη τῆς πρὸς ἄλληλα σχέσεως φυσικῶς διακεκομμένα, οὐκ ἄν τις εὖ φρονῶν ἀντεξετάζοι πρὸς ἄλληλα, οὐδὲ τοῦτο ἐκείνῳ προσεοικὸς, οὔτε μὴν ἐκεῖνο τούτῳ φήσειεν ἄν. Οἷον φέρε εἰπεῖν· Ἄνθρωπος προσκείσθω, ἢ ἕτερόν τι τῶν ὄντων ὅσα πίπτει πρὸς τὸν ὅρον τοῦ ζώου, κείσθω καὶ ἐπιστήμη, ἤτοι σοφία, ἤτοι βούλησις, ἢ ἕτερόν τι τῶν ὅσα καθ' ἑαυτὰ οὐκ ἐνυπόστατα μὲν, ἐνυπάρχει δὲ ὅμως τῶν ὄντων τισὶν, ἀνθρώποις τυχὸν ἢ ἀγγέλοις. Ἆρ' οὖν, εἴ τις τὸν ἄνθρωπον ἢ ἕτερόν τι ζῶον τῇ ἐπιστήμῃ ἤτοι τῇ σοφίᾳ ἢ τῇ βουλήσει προσεοικέναι φήσειεν, οὐκ ἂν εἰκότως μωρίας ὀφλήσοι γέλωτα, τὰ μηδὲν ἀλλήλοις προσεοικότα δοκιμάζειν τε καὶ ἀντεξετάζειν ἐπιχειρῶν; Οὐκοῦν ἐνυπόστατος ὢν ὁ Υἱὸς τοῦ Θεοῦ, τῇ ἀνυποστάτῳ βουλήσει κατ' οὐδὲν ἔσται προσεοικώς.

Logos 8 rem early§logos-8-rem-early

logos-8-rem-earlyRem early: expose will-likeness as a dodge.

Greek · §logos-8-rem-early

Ἢ γὰρ ἀποτόμως ἀνόμοιον εἶναι τῷ Πατρὶ λεγέτω σαν, καὶ φανερῶς δυσφημοῦντες μισείσθωσαν· ἢ εἴπερ ἀνάγκη τὴν ὁμοιότητα δοῦναι τῷ Υἱῷ πρὸς τὸν Πατέρα, ἀνάγκη δὴ πᾶσα ὡς οὐκ ἔσται τῆς βουλήσεως ὅμοιος, ἀλλὰ μᾶλλον τοῦ γεγεννηκότος. ∆έδεικται γὰρ ὅτι τοῖς ἐν οὐσίᾳ καὶ ὑποστάσει πρὸς τὰ ἐνούσιά τε καὶ ἐνυπόστατα ἡ ὁμοιότης ἡ κατὰ τοῦτο σώζεται, οὐ πρὸς τὰ ἑτερογενῆ, καὶ ἐν ἑτέροις ἔχοντα τὸ εἶναι, ὥσπερ ἡ σοφία τυχὸν ἐν τῷ σοφῷ, καὶ ἡ βούλησις ἐν τῷ βουλευομένῳ. ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Εἰ τῆς βουλήσεως τοῦ Πατρὸς ὅμοιος ὢν, καθ' ὑμᾶς, ὁ Υἱὸς ἀνόμοιός ἐστι τῷ γεγεννηκότι, ἀνάγκη πᾶσα τὴν βούλησιν οὐδὲν προσεοικέναι τῷ Θεῷ καὶ Πατρὶ λέγειν, ἧς χαρακτὴρ ὑπάρχων ὁ Υἱὸς, ἀνόμοιός ἐστι, καθ' ὑμᾶς, τῷ Πατρί. Ἔσται οὖν καὶ τῇ βουλήσει τῇ ἑαυτοῦ ἀνόμοιος ὁ Πατήρ. Τοῦτο γὰρ ἐκ τοῦ λόγου συνάγεται τὸ ἀσέβημα. Καὶ εἰ ἐνυπόστατόν τι τὴν βούλησιν εἶναί φατε, ἔστι τι πάντως ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ τὸ ἀνόμοιον αὐτοῦ. Καὶ τοῦτο γὰρ ὁ λόγος προσομολογεῖν ὑμᾶς ἀναγκάσει. Ἀλλ' ἐνθάδε ζητητέον τῆς ἀνομοιότητος τὸν τρόπον, ἣν ἡ βούλησις ἔχει πρὸς τὸν Πατέρα. Εἰ μὲν γὰρ ὡς ἐλάττων αὐτοῦ κατά τι τυγχάνουσα, τὴν ὁμοιότητα τὴν πρὸς αὐτὸν οὐκ ἔχει, τὸ προεληλυθὸς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, χεῖρον αὐτοῦ καὶ ἔλαττον· οὐ γὰρ ἔξωθεν, οὐδὲ ἐπείσακτον ἡ βούλησις, ἀλλ' ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. Τὸ δὲ χείρονα τίκτειν, οὐδὲ τοῖς γενητὴν ἔχουσι τὴν φύσιν οἶδε συμβαίνειν. Οὐδὲ γὰρ ἄνθρωπος ἕτερόν τι γεννήσει παρ' ὅπερ ἐστὶν αὐτός· ἀλλ' οὐδὲ ἕτερόν τι τῶν ἀλόγων ζώων. Εἰ δὲ, ὅπερ οὐ θεμιτὸν λέγειν, ἐπὶ τὸ μεῖζον ἔχ

Logos 8 rem mid§logos-8-rem-mid

logos-8-rem-midRem mid: likeness tracks nature.

Greek · §logos-8-rem-mid

ἕξει τόπον ἐνυπόστατος βούλησις, τρίτον ἀποφαίνουσα τὸν Υἱὸν τὸν προσεχῆ τῷ Πατρὶ, καθὸ καὶ Υἱὸς οὐδὲν ἔχων μεσολαβοῦν τὴν γέννησιν αὐτοῦ; ∆ιὸ καὶ αὐτός ἐστιν ἡ ζῶσα καὶ ἐνούσιος ἡ βούλησις τοῦ γεγεννηκότος. ΑΛΛΟ. Τῆς βουλήσεως τοῦ Πατρὸς χαρακτῆρα καὶ ὁμοίωσιν εἶναι τὸν Υἱὸν καταψεύδονται, ἀλλ' οὐκ αὐτοῦ τοῦ Πατρός. ∆ιὸ δὴ πάλιν ἐρωτητέον τοὺς χριστομάχους, Εἰ ὅμοιός ἐστιν ὁ Πατὴρ τῆς ἑαυτοῦ βουλήσεως, ἢ οὐχί; Εἰ μὲν γὰρ ἀνόμοιος, ἀνομοίαν ἑαυτῷ τὴν βούλησιν ἔχει· καὶ σιωπῶ πρὸς τοῦτο τὸ δύσφημον· εἰ δὲ ὁμοίαν ἑαυτῷ τὴν βούλησιν ἔχει, ἧς, ὥς φατε, χαρακτήρ ἐστι καὶ εἰκὼν ὁ Υἱὸς, ἔοικεν ἄρα κατὰ τοῦτο τῷ Πατρί. Πῶς οὖν ἀνόμοιος ἔσται κατὰ τὴν οὐσίαν αὐτῷ, ὁ διὰ τὸ τῇ βουλήσει προσεοικέναι χαρακτὴρ ὢν αὐτοῦ; Συγκείσεται γὰρ, ἂν οὕτως ἔχῃ, καθ' ὑμᾶς, ἐξ ὁμοίου καὶ ἐξ ἀνομοίου ὁ Υἱὸς, κατά τι μὲν ἐοικὼς τῷ Πατρὶ, κατά τι δὲ ἀλλοτριούμενος τῆς πρὸς αὐτὸν ὁμοιότητος. Εἶτα, ποῖος συγχωρήσει λόγος τὸ ἓν κατ' οὐσίαν ὑπάρχον καὶ ἐν ἀριθμῷ, οἷον Παῦλον τυχὸν ἢ Πέτρον, δύο φέρειν ἐν ταυτῷ κατὰ φύσιν τὰ ἐναντία; Οὐ γὰρ δυνήσεταί τις εἰπεῖν· Λογικός τέ εἰμι καὶ ἄλογος· οὐδ' αὖ τὸ πῦρ ἐρεῖ τις θερμὸν εἶναί τε καὶ ψυχρόν· δεῖ γὰρ, ἑνὸς ἐνυπάρ χοντος, ἀναῤῥεῖσθαι τῶν σημαινομένων τὸ ἕτερον. Οὐκοῦν ἀμήχανον ἐν Υἱῷ καὶ τὸ ὅμοιον εἶναι καὶ τὸ ἀνόμοιον. Ἐπιμαρτυρούσης δὲ τῆς θείας αὐτῷ Γραφῆς τὴν ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα, καὶ αὐτοῦ δὲ φάσκοντος· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, τὸ ἀνόμοιον οὐ παραδεξόμεθα, ποδηγούμενοι διὰ τούτων ἐπὶ τὸ ἀληθέστερόν τε καὶ πρεπωδέστερον. Ἐπειδὴ δὲ πάλιν οὐ

Logos 8 rem close CLOSEOUT§logos-8-rem-close

logos-8-rem-closeRem CLOSEOUT: like the Father, not a free-floating will. LOGOS VIII CLOSEOUT.

Greek · §logos-8-rem-close

τῆς πρὸς Θεὸν Πατέρα ὁμοιότητος τὸν Υἱὸν, περιττὸν τὸ λέγειν τῇ βουλήσει προσεοικέναι μᾶλλον αὐτὸν, καὶ οὐκ αὐτῷ τῷ ἐκλάμψαντι αὐτὸν Πατρί. ΑΛΛΟ. Ὧν ὁ λόγος ὁ αὐτὸς, ταῦτα πάντως ὁμοειδῆ τε εἶναι καὶ ἀλλήλοις ἐοικότα φυσικῶς ἀναγκαῖον. Οἷον φέρε εἰπεῖν· Ὁ τοῦ ἀνθρώπου λόγος οὕτως ἔχων, ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· καθ' ὧν δ' ἂν φέροιτο, ταῦτα τῆς αὐτῆς οὐσίας ὄντα δεικνύει. Καὶ οἷς ἂν ταῦτα ἐπαληθεύηται, τὰ ἐν τῷ ὅρῳ, φημὶ, ταῦτα πάντως ἀνθρώπους εἶναι δεῖ. Εἰ γὰρ ζῶόν ἐστι λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τί ἂν ἕτερον εἴη λοιπὸν ἢ ἄνθρωπος τὸ σημαινόμενον; Εἰ τοίνυν τὸ Θεὸς ὄνομα καὶ Κύριος, καὶ τὸ ἄφθαρτος, καὶ τὸ βασιλεὺς, καὶ εἴ τι ἕτερον πρὸς τούτοις περὶ τοῦ Πατρὸς λέγεται, καὶ ταῦτα καὶ ἐφ' Υἱοῦ φερόμενα ἐπαληθεύεται, καὶ οὐ μέχρι μόνων τῶν ὀνομάτων τὴν εὐφημίαν ἔχει, ἀλλ' ἔστιν ὄντως οὕτω καὶ κατὰ φύσιν, ποῖος λόγος τῆς πρὸς τὸν Πατέρα φυσικῆς ὁμοιότητος χωριεῖ τὸν Υἱόν; Ἕνα γὰρ ἔχουσι τῆς οὐσίας τὸν ὅρον, καὶ πάντα ὅσα πρόσεστι τῷ γεγεννηκότι, καὶ ἐπὶ τοῦ γεννηθέντος ἐπαληθεύεται. Εἰ δέ τις ἀποτολμᾷ ψευδώνυμον Θεὸν εἶναι λέγειν τὸν Υἱὸν, καὶ πλέον οὐδὲν ἔχειν τῶν κατὰ χάριν εἰς θεότητα καὶ εἰς υἱότητα κεκλημένων, εἰς τὸ Παύλου τοῦ Σαμοσατέως ἐμβεβηκὼς δόγμα, δικαίως ἀκούσεται παρ' ἡμῶν· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ οὐ μὴ συνῆτε. Ἀμήχανον γὰρ τοὺς μὴ φύσει Θεὸν ὑπάρχειν πιστεύοντας τὸν Υἱὸν, νοῆσαι τὴν ἐμφέρειαν ἣν ἔχει πρὸς τὸν Πατέρα κατὰ φύσιν. Τοιγαροῦν ἐοικὼς τῷ Πατρὶ, οὐκ ἐνυπάρκτου βουλήσεως εἰκόνα φορεῖ, ὑπάρχων πρὸ τῶν αἰώνων Υἱός.

Logos 9 opening: consubstantial with the Father (with texts)§logos-9-open

logos-9-openNinth discourse. That the Son is consubstantial with the Father, with texts set beside the argument.

Homoousios is defended from Scripture’s own naming, not as a bare slogan.

Greek · §logos-9-open

ΛΟΓΟΣ Θʹ. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱὸς, παρατεθέντων καὶ ῥητῶν, τοῦ, Τί με λέγεις ἀγαθόν; Οὐ δεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς, καὶ τοῦ, Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, Θεόν μου καὶ Θεὸν ὑμῶν. Καὶ ὁμοίως, Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν. Εἰ ἤρξατο τοῦ γεννᾷν τὸν Υἱὸν ὁ Πατὴρ, καὶ κατέπαυσε, καθάπερ οἱ Χριστομάχοι φασὶ, ἐν ὑστέρῳ χρόνῳ προσγέγονεν αὐτῷ. Ἦν οὖν ἄρα πρὶν γεννηθῆναι, κατ' ἐκείνους ἐν μονάδι τὸ Θεῖον· γέγονε δὲ ὕστερον ἐν δυάδι γεννηθέντος τοῦ Υἱοῦ, καὶ ὥσπερ τις προσθήκη καὶ αὔξησις θεότητος ἐξ ἀρχαίας μονάδος εἰς τὴν μετὰ ταῦτα δυάδα. Ἀποκαμὼν δὲ ὁ Πατὴρ ὥσπερ ἐν τῷ εἶναι μόνος, ἐπενόησε τὸν Υἱὸν κοινωνὸν τῆς θεότητος καὶ τῶν ἔργων. Καὶ πολλὰ πρὸς τούτοις δύσφημά τε καὶ πολλῆς γέμοντα τῆς ἀτοπίας ἐκ τοῦ φρονεῖν οὕτω παρενεχθήσεται· ἃ καὶ τοσαύτην ἔχει τὴν δυσφημίαν, ὡς παντί τῳ γενέσθαι φευκτά. Εἰ τοίνυν τὴν ἐν τοῖς εἰρημένοις ἀτοπίαν παραιτεῖσθαι καλὸν, πιστεύειν ἀκόλουθον ὡς οὐ προσγέγονεν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ' ἦν ἀεὶ συναΐδιος ἐξ αὐτοῦ. Καὶ ὥσπερ, εἰ προσγεγονὼς ἐφαίνετο, οὐκ ἂν ἦν ὁμοούσιος, οὕτως, ἐπεὶ μὴ τοῦτό ἐστιν, ἀλλ' ἦν ἀεὶ σὺν αὐτῷ, πάντως ἔσται καὶ ὁμοούσιος. ΑΛΛΟ. Κἂν ἔχῃ τινὰ διαφορὰν ὁ Υἱὸς ὡς πρὸς τὸν ἑαυτοῦ Πατέρα, καθ' ἣν ὁ μὲν Πατὴρ ἀρχή ἐστιν, ὁ δὲ Υἱὸς ἐκ τῆς ἀρχῆς, ἀλλ' οὐ διὰ τοῦτο τῆς ταυτότητος καὶ τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἐξωσθήσεται. Οὐ γὰρ ἔσται τι συναΐδιον τῷ Πατρὶ, μὴ ὂν ἐξ αὐτοῦ φυσικῶς· ἵνα μὴ καὶ τοῖς κτίσμασι τοῦτο προσεῖναι λέγωμεν, ὂ μόνῃ πρόσεστι τῇ θείᾳ φύσει. Οὐκοῦν κἂν ἀρχὴν ὁ Υἱὸς ἔχῃ τὸν ἑαυτοῦ Πατέρα, ἀλλὰ καθὸ ἐκ τῆς ἀρχῆς ἐστι, σύνδρομον αὐτῇ τὸ εἶναι ἔχων, ἀνόμοιος οὐκ ἔσται κατὰ τὴν οὐσίαν αὐτῇ. Ἐπειδὴ γὰρ ἐκ τῆς ἀρχῆς ἐστι, διὰ τοῦτο καὶ ὁμοούσιος τῇ ἀρχῇ. Τὸ δὲ ὁμοούσιον τῷ Πατρὶ, ἐπιγενητὸν οὐκ ἔστι, ἵνα μὴ τοῦτο ὢν εὑρίσκηται καὶ αὐτός. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Οὐκ ἐπιδέχεται, φησὶ, γέννησιν ἡ τοῦ Πατρὸς οὐσία· ἐγεννήθη δὲ ὁ Υἱός. Πῶς οὖν ὁ γεγεννημένος ὁμοούσιος ἔσται τῷ Πατρὶ, τῷ μὴ ἐπιδεχομένῳ γέννησιν; Πρὸς τοῦτο λύσις. Λεγέτωσαν ἡμῖν οἱ τὰ τοιαῦτα προτείνοντες ἀμαθῶς, Εἰ διὰ τῆς γεννήσεως ἀναιρεῖται τὸ ὁμοούσιον, διὰ ποίου σωθήσεται πράγματος; Καὶ πάλιν, εἰ τῷ γεγεννηκότι τὸ γεννηθὲν οὐχ ὁμοούσιον, ποῖον ἔσται τὸ ὁμοούσιον; Ἄρα τὸ μὴ γεννηθὲν καὶ ἀλλότριον τῆς οὐσίας, ἢ τὸ ἀπό τινος ληφθὲν τῶν ὅσα ἐστὶ περὶ τὰς οὐσίας· ἀλλὰ τοῦτο ἀδύνατον.

Logos 9 rem early§logos-9-rem-early

logos-9-rem-earlyRem early: gather Father–Son identity-of-nature witnesses.

Greek · §logos-9-rem-early

Ἐρεῖς οὖν ὅτι τὸ ἀγέννητον τῷ ἀγεννήτῳ πάντως ὁμοούσιον, τὸ δὲ ἀγέννητον τῷ γεννητῷ οὐχ ὅμοιον. Οὐκοῦν ἐπειδήπερ οὐκ ἐγεννήθη μὲν ὁ Ἀδὰμ, ἐγεννήθη δὲ Ἄβελ ἐκ γυναικὸς, οὐκ ἔσται τῷ Ἀδὰμ ὁμοούσιος. Εἰ δὲ ἐγεννήθη μὲν, ἔχει δὲ τῆς φύσεως τὴν ταυτότητα πρὸς τὸν Ἀδὰμ, καίτοι μὴ γεγεννημένον, τί κωλύει καὶ τὸν Υἱὸν ἐξ ἀγεννήτου Πατρὸς ὄντα γεννητὸν εἶναι καὶ ὁμοούσιον; ΑΛΛΟ, διηγηματικῶς. Γεγεννῆσθαι τὸν Υἱὸν ἐκ Πατρὸς καὶ οἱ χριστομάχοι συνθήσονται· καὶ οὐκ ἄν τις, οἶμαι, πρὸς τοσαύτην ἐλάσαι κακίαν, ὡς τολμῆσαι καθάπερ καὶ τὰ ποιήματα καὶ αὐτὸν ἔξω κεῖσθαι τῆς θείας οὐσίας κατὰ τὸν τῆς φύσεως λόγον. Εἰ τοίνυν ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, διατί μὴ ὁμοούσιος; Λεγέτωσαν ἡμῖν οἱ τοῦ Θεοῦ Λόγου κατήγοροι. Ἀδυνατήσας ἆρα τοιοῦτον αὐτὸν γεννᾷ, ἢ μὴ θελήσας; Εἰ μὲν οὖν ἀδυνατήσας λέγουσιν, αἰσχυνέσθωσαν τὴν τοῦ Πατρὸς οὐσίαν ὑβρίζοντες, δι' ὧν αὐτῇ προσάπτειν τὸ μὴ δύνασθαι τετολμήκασιν. Εἰ δ' ἐπὶ θάτερον μεταστήσονται, καὶ μὴ ἐθελῆσαι φήσουσιν ὁμοούσιον αὐτῷ γεννῆσαι τὸν Υἱὸν, ἑτέρως ὑβρίζουσι πρᾶγμα χαλεπὸν καὶ τὸ πάντων αἴσχιστον περιτιθέντες αὐτῷ, τὸν ἐπὶ τοῖς ἀμείνοσιν ὄκνον. Εἰ γὰρ κρεῖττον ἦν τὸ ὁμοούσιον τοῦ μὴ τοιούτου, πῶς οὐκ ἔσται δυσφημίας ἁπάσης ἐπέκεινα τὸ λέγειν ὀκνῆσαι περὶ τὰ κρείττονα καὶ πρεπωδέστερα τὴν θείαν οὐσίαν, καὶ μὴ μᾶλλον ἐθελῆσαι τὸ κάλλιον ἢ τὸ μὴ οὕτως ἔχον; Ἀλλὰ πάντα δύναται ποιεῖν ὁ Πατὴρ, καὶ θέλει μᾶλλον τὸ κρεῖττον· οὐδὲν οὖν ἐστι τὸ κωλύον ὁμοούσιον εἶναι τὸν Υἱόν. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Τὸ ἐξ αἰτίου τινὸς ὂν, ἢ γεγεννημένον

Logos 9 rem mid§logos-9-rem-mid

logos-9-rem-midRem mid: answer misuse of “greater” and servant texts.

Greek · §logos-9-rem-mid

ι ἀγαθὸς ὁ Υἱὸς οὔτως ὡς ὁ Πατὴρ, καὶ διὰ τὸ ἕνα λέγεσθαι Κύριον καὶ Θεὸν τὸν Πατέρα, ἐκπεσεῖται τοῦ εἶναι Κύριος καὶ Θεὸς ὁ Υἱὸς, κατὰ τὴν τοῦ νοήματος ἀκολουθίαν· πῶς οὖν προσκυνεῖς τῷ μήτε Κυρίῳ μήτε Θεῷ; Εἰ δὲ Κυρίου καὶ Θεοῦ τοῦ Πατρὸς ὄντος, συνεπάγεται καὶ ὁ Υἱὸς τὴν ἐκεῖθεν ἰδιότητα ἔχων ὡς ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχων, καὶ ἔστι μετὰ Πατρὸς Κύριος καὶ Θεὸς, ἕξει πάντως καὶ τὸ εἶναι ἀγαθὸς ὡς ὁ Πατὴρ, τῆς πατρικῆς ἰδιότητος κἀν τούτῳ πάλιν ὑπαρχούσης ἐν αὐτῷ, καθάπερ καὶ ἐν ἐκείνῳ. ΑΛΛΟ. Πολλὰ περί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ λέγουσιν αἱ θεῖαι Γραφαὶ, καὶ οὐ τὸ τῶν ὀνομάτων διάφορον διαστέλλει πάντως αὐτοῖς καὶ τῆς οὐσίας τὸν λόγον, ὡς ἀνομοιότητά τινα διὰ τούτων χωρῆσαι μεταξύ. Ἔστι γὰρ μία θεότης Πατρὸς καὶ Υἱοῦ, κἂν ἑκάτερος τῇ τῶν ὀνομάτων ποικιλίᾳ διαφόρως σημαίνηται, οὐχ ὡς ἴδιον ἔχων τι καὶ καθ' ἑαυτὸν, ὃ μὴ τῷ ἑτέρῳ πρόσεστιν, ἀλλ' ὡς ἐπ' ἀμφοῖν χωρεῖν δυναμένου παντὸς ὅπερ ἂν ἐφ' ἑνὸς λέγοιτο, δίχα μόνης τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προσηγορίας τε καὶ πράγματος. Ἔστι γὰρ ὁ Πατὴρ ἀεὶ Πατὴρ, καὶ Υἱὸς οὐκ ἂν γένοιτό ποτε· καὶ ἔστιν ὁ Υἱὸς ἀεὶ Υἱὸς, καὶ Πατὴρ οὐκ ἂν εἴη ποτέ. Εἰ δέ τις βούλοιτο φάσκειν μὴ δύνασθαι χωρεῖν ἐπ' ἀμφοῖν ὅπερ ἂν ἐφ' ἑνὸς φέροιτο πρόσρημα, μεγάλῳ περιπεσεῖται κακῷ. Τί γὰρ ἂν ποιήσοι, λέγοντος τοῦ Παύλου· Εἷς ὁ Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα. Ἰδοὺ γὰρ τῷ Πατρὶ τὸ εἶναι Θεὸν καὶ ἕνα δέδωκε· τῷ δὲ Υἱῷ τὸ εἶναι Κύριον καὶ ἕνα. Ἆρ' οὖν διὰ τοῦτο Θεὸς μὲν οὐκ ἔσται ὁ Υἱὸς, ἐπειδὴ Θεὸς καὶ εἷς ὁ Πατὴρ κα

Logos 9 rem close CLOSEOUT§logos-9-rem-close

logos-9-rem-closeRem CLOSEOUT: consubstantial stands. LOGOS IX CLOSEOUT.

Greek · §logos-9-rem-close

αίτοι τῶν προσκυνουμένων ὁ Υἱὸς, οὐ τῶν προσκυνούντων, ἔστι. Προσκυνησάτωσαν γὰρ αὐτῷ, φησὶ, πάντες ἄγγελοι Θεοῦ. Καὶ περὶ μὲν ἀγγέλων ἢ ἑτέρας τινὸς τῆς κατ' αὐτοὺς τάξεως οὐδὲν φέρεται τοιοῦτο παρὰ ταῖς θείαις Γραφαῖς. Οὐ γὰρ ἀγγέλοις κελεύεταί τις προσκυνεῖν, ἀλλὰ μόνῳ Θεῷ. Γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ὥσπερ τοίνυν προσκυνούμενος ὁ Υἱὸς, προσκυνεῖν φησιν οἰκονομικῶς, ὡς ἄνθρωπος, οὕτως ὅταν Θεὸς κατὰ φύσιν ὑπάρχων, Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῇ, πάλιν ὡς ἄνθρωπος οἰκονομικῶς, οὐ διὰ τοῦτο τοῦ εἶναι Θεὸς ἐκβληθήσεται· ἀλλ' ὡς κατὰ φύσιν Υἱὸς, ἔσται δὲ ὁμοούσιος. ΑΛΛΟ. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ Υἱὸς καὶ ἐν ἰσότητι (τοῦτο γὰρ ὁ Παῦλός φησι), Θεὸν ἔχει κατὰ φύσιν τὸν Θεὸν καὶ Πατέρα, δύναται τούτοις ὑποπίπτειν ἡ θεία φύσις, ἕξει καὶ ὁ Πατὴρ Θεὸν, καὶ εἰ μή πω γέγονε. Τὸ γὰρ ἐνδεχόμενον γενέσθαι, καὶ εἰ μή πω τετέλεσται, δυνάμει τοῦτό ἐστιν ὅπερ ἐνδέχεται. Εἰ δὲ τοῦτο δύσφημον, οὐ κατὰ φύσιν ὁ Πατὴρ τοῦ Υἱοῦ Θεὸς λέγεται, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος οἰκονομικῶς. ΑΛΛΟ. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ Υἱὸς καὶ ἐν ἰσότητι, καθὰ γέγραπται, ἐταπείνωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἔσται τῆς ταπεινώσεως τὰ δουλοπρεπῆ ῥήματα, οὐκ ἀναβαίνοντα μὲν πρὸς τὴν οὐσίαν αὐτοῦ, ἀλλὰ τῷ τῆς ἐνανθρωπήσεως προσώπῳ περικείμενα. Καὶ ὥσπερ ἐκ τοῦ τῆς θεότητος ὕψους τὴν ἐν ἀνθρωπότητι ταπείνωσιν ἐπιγινώσκομεν, οὔτως τὸ ἐναντίον ἐκ τῆς ταπεινώσεως τῆς ἐν ἀνθρωπότητι, τὸ ἐν θεότητι μέγα καὶ ὑψηλὸν τῆς οὐσίας τοῦ Υἱοῦ γνωρισθήσεται.

Thesaurus prologue: contests for the consubstantial Trinity; aim — Jesus is Lord§prologue

prologuePrologue, or preliminary survey.

Your word persuades me, most industrious brother Nemesinus, that we must press into no small contests. For what could be so hard to reach and difficult to grasp, and not very clear to explain, as the unerring contemplation of the holy and consubstantial Trinity, and the discourse that has no handle from any side for someone to revile it?

Human understanding is somehow fine — or rather very weak; the tongue is feeble and can scarcely interpret what is in hand; the beauty of the truth is hard to find, and is not by nature unveiled to the many, but only to those who track it from a good mind and an unadulterated judgment, and dig it up like a heavenly treasure — so that when they obtain it they may fittingly hear, Blessed are your eyes, because they see, and your ears, because they hear.

Yet we must not shrink from the attempt. Setting our hope on Christ himself, we will take hold even of labors beyond our strength, because he will be present and will lead by the Spirit’s torch-lights toward the finding of the truth — we believe without doubt. For the aim is to say that Jesus is Lord. And we will say it wholly in the Holy Spirit; for so Paul says: No one can say “Jesus is Lord” except in the Holy Spirit.

Since some are not ashamed to say “Jesus be cursed” in Beelzebul, twisting the divine Scriptures wherever they please, putting the impulse of their own wills ahead of the Spirit’s oracles, and denying the Master who bought them, as it is written — we judged it necessary, useful, and fitting, at your reminder and urging, brother, to weave for the Church’s children a discourse as a ground of future help, and to speak summarily to each of the points they raise and stir, which I think will be of no small benefit to readers.

For the error of Arius’s and Eunomius’s doctrines is many-branched and many-faced, so to speak, and the shape of truth is counterfeited in many ways. Just as women who make a trade of themselves, thinking to hide the shame of the matter by invented arts, adorn and paint themselves and by the other additions of ornament display their ruin most seemly to those who look — in the same way, I think, the deadly voices of the heterodox put on the beauty of piety and try to flower themselves with the words of truth, nowhere travailing with the truth, but having hidden within the most God-hated impiety that comes from the lie.

But those who fortify their own mind with sobriety according to rational skill are not caught by those people’s words; clinging tightly to the faith that is truly sound, they sing over themselves, Blessed be the Lord, who has not given us as prey to their teeth.

So it seemed good to us to bring together findings from love of learning, and to compose the discourse not confusedly, but to carry it through with a clearer testing for each chapter; for so the knowledge of what is set down may become easy to survey and more sincere for those who love to listen. The book’s name is Thesaurus, holding in itself a great throng of divine contemplations treasured up — even if we are modest in speech and not very keen at understanding. Let thanks be laid up to Christ who richly supplies all things to all.

Readers should know that the chapters in the book are composed according to the heading set below. Each chapter contains many things that stretch toward the same aim of the contemplations, and by a circuit and circuitous path they climb to the mind that holds them. Only the comprehensive headings have the order of numbers fixed; what follows them is set in sequence under the subscriptions, but has no numbers, as owing to the sense of the comprehensive headings and running toward their aim.

Greek · §prologue

ΠΡΟΛΟΓΟΣ ἤτοι ΠΡΟΘΕΩΡΙΑ. Οὐκ ἐπὶ μικροὺς ἡμᾶς ἀγῶνας ἐπείγεσθαι δεῖν ὁ σὸς ἀναπείθει λόγος, ὦ φιλοπονώτατε ἀδελφὲ Νεμεσῖνε. Τί γὰρ ἂν οὕτω γένοιτο δυσέφικτόν τε καὶ χαλεπὸν εἰς κατάληψιν, καὶ οὐ σφόδρα τρανὲς εἰς ἐξήγησιν, ὡς ἡ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἀπλανὴς θεωρία, καὶ ἡ τὸ ὑπό του διαλοιδορεῖσθαι μηδαμόθεν ἔχουσα διάλεξις; Λεπτὴ μὲν γάρ πως, μᾶλλον δὲ ἀσθενεστάτη λίαν ἐστὶν ἡ ἀνθρώπου διάνοια· ἀδρανὴς δὲ ἡ γλῶττα, καὶ μόλις τὰ ἐν χερσὶν ἑρμηνεύειν ἰσχύουσα· δυσεύρετον δὲ τῆς ἀληθείας τὸ κάλλος· καὶ οὐ τοῖς πολλοῖς ἐκκαλύπτεσθαι πεφυκός· ἀλλὰ μόνοις τοῖς ἐκ διανοίας ἀγαθῆς καὶ ἀκαπηλεύτου γνώμης ἀνιχνεύουσιν αὐτὸ, καὶ ἀνορύττουσιν ὥσπερ τινὰ θησαυρὸν οὐράνιον· ἴνα δὴ καὶ τυχόντες εἰκότως ἀκούσειαν· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν. Οὐκ ὀκνητέον δ' οὖν ὅμως πρὸς τὴν ἐγχείρησιν· ἀλλ' ἐπ' αὐτῷ τὴν ἐλπίδα τιθέμενοι τῷ Χριστῷ, καὶ τῶν ὑπὲρ δύναμιν ἁψόμεθα πόνων, ὅτι συμπαρέσται καὶ χειραγωγήσει ταῖς τοῦ πνεύματος δᾳδουχίαις ἐπὶ τὴν τῆς ἀληθείας εὕρεσιν ἀνενδοιάστως πιστεύοντες. Σκοπὸς γὰρ εἰπεῖν ὅτι Κύριος Ἰησοῦς. Ἐροῦμεν δὲ πάντως ὅτι ἐν ἁγίῳ Πνεύματι· οὕτω γὰρ ὁ Παῦλός φησιν· Οὐδεὶς δύναται εἰπεῖν ὅτι Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Ἐπειδὴ γάρ τινες ἐν Βεελζεβοὺλ οὐκ αἰσχύνονται λέγειν ἀνάθεμα Ἰησοῦν, τὰς μὲν θείας, πρὸς ὅπερ ἂν αὐτοῖς δόξειε, παρατρέποντες Γραφὰς, τῶν δὲ τοῦ Πνεύματος λογίων, τὸ ἐξ οἰκείων θελημάτων προτάττοντες κίνημα, καὶ τὸν ἀγοράσαντα αὐτοὺς ∆εσπότην ἀρνούμενοι, καθὰ γέγραπται· ἀναγκαῖον ὁμοῦ χρήσιμόν τε καὶ πρέπον ἐλογισάμεθα κατὰ τὴν σὴν ὑπόμνησίν τε καὶ προτροπὴν, ἀδελφὲ, τοῖς τῆς Ἐκκλησίας τέκνοις, τῆς εἰς τὸ μέλλον ὠφελείας ὑπόθεσιν ἐξυφῆναι τὸν λόγον· καὶ εἰς ἕκαστα τῶν παρ' ἐκείνοις ζητουμένων τε καὶ κεκινημένων κεφαλαιωδῶς ἐξειπεῖν, ἅπερ οἶμαι πρὸς λυσιτελείας ἔσεσθαι τοῖς ἐντευξομένοις οὐ μικρᾶς. Πολυσχιδὴς μὲν γὰρ καὶ πολυπρόσωπος, ἵν' οὕτως εἴπωμεν, ἡ τῶν Ἀρείου καὶ Εὐνομίου δογμάτων ἐστὶ πλάνη, καὶ ποικίλως τὸ τῆς ἀληθείας πλάττεται σχῆμα. Ὥσπερ γὰρ τὰ ἐν τοῖς γυναίοις ἑταιριζόμενα, τὸ ἐκ τοῦ πράγματος αἶσχος ταῖς ἐξ ἐπινοίας ἀφανίζειν οἰόμενα τέχναις, ὡραΐζεταί τε καὶ χρισιάζεται, καὶ ταῖς ἄλλαις τοῦ κόσμου προσθήκαις εὐπρεπεστάτην τοῖς ὁρῶσιν ἐπιδεικνύει τὴν ἀπώλειαν· τὸν αὐτὸν οἶμαι τρόπον καὶ τὰς ὀλεθρίους τῶν ἑτεροδοξούντων φωνὰς τὸ τῆς εὐσεβείας σχηματίζεσθαι κάλλος, καὶ τοῖς τῆς ἀληθείας πειρᾶσθαι περιανθίζεσθαι λόγοις· οὐδαμοῦ μὲν ὠδῖνον τὴν ἀλήθειαν, ἔσωθεν δὲ κεκρυμμένην ἔχον τὴν ἀπὸ τοῦ ψεύδους θεοστυγεστάτην ἀσέβειαν. Ἀλλ' οἱ νήψει τῇ κατ' ἐντρέχειαν λογικὴν τὸν οἰκεῖον ἀνατειχίζοντες νοῦν, τοῖς μὲν παρ' ἐκείνων οὐχ ἁλίσκονται λόγοις, τῆς δὲ ὄντως ὑγιοῦς ἀπρὶξ ἐχόμενοι πίστεως, ἐφ' ἑαυτοῖς ἀναμέλπουσι λέγοντες· Εὐλογητὸς Κύριος ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ἔδοξε τοίνυν ἡμῖν τὰ ἐκ φιλομαθείας συνενεγκεῖν εὑρήματα, καὶ συγκεχυμένον μὲν οὐδαμῶς συνθεῖναι τὸν λόγον, εὐκρινεστέραν δὲ μᾶλλον εἰς ἕκαστον τῶν κεφαλαίων τὴν βάσανον ἔχοντα διεξαγαγεῖν· οὕτω γὰρ ἂν εὐσύνοπτός τε καὶ εἰλικρινεστέρα τοῖς φιλακροάμοσιν ἡ τῶν ἐγκειμένων γένοιτο γνῶσις. Θησαυρὸς δὲ τῷ βιβλίῳ ὄνομα, πολλὴν ἔχοντι τῶν θείων θεωρημάτων τεθησαυρισμένην ἐν ἑαυτῷ τὴν πληθύν· εἰ καὶ μέτριοί τινες ἐς λόγους ἡμεῖς, καὶ πρὸς τὸ δύνασθαί τι νοεῖν οὐ σφόδρα γοργοί. Ἀνακείσθω δὲ χάρις τῷ πάντα πᾶσι πλουσίως χορηγοῦντι Χριστῷ. Εἰδέναι δὲ χρὴ τοὺς ἐντευξομένους, ὅτι συντέθειται μὲν, κατὰ τὴν ὑποτεταγμένην προγραφὴν, τὰ ἐν τῷ βιβλίῳ κεφάλαια. Περιέχεται δὲ ἑκάστῳ πολλὰ πρὸς τὸν αὐτὸν συντείνοντα τῶν θεωρημάτων σκοπὸν, καὶ διὰ κύκλου καὶ περιδρομῆς εἰς τὸν τοῦ περιέχοντος ἀναβαίνοντα νοῦν. Παραπέπηγε δὲ μόνοις τοῖς τῶν κεφαλαίων περιεκτικοῖς, τῶν ἀριθμῶν ἡ τάξις· τὰ δὲ παρεπόμενα τούτοις, στοιχηδὸν μὲν ἐντέτακται ταῖς ὑπογραφαῖς, ἀριθμοὺς δὲ οὐκ ἔχει, ὡς τῇ τῶν περιεκτικῶν διανοίᾳ χρεωστούμενα, καὶ εἰς τὸν ἐκείνων τρέχοντα σκοπόν. ΤΑ∆Ε ΕΝΕΣΤΙΝ ΕΝ ΤΩ∆Ε ΤΩ ΒΙΒΛΙΩ. ΛΟΓΟΣ

Contents ↑