Thesaurus on the Holy Trinity · §logos-7-rem-early

Logos 7 rem early

Rem early: expose the false fork.

Greek

Εἰ τοίνυν ἐπὶ μὲν τῶν κτισμάτων ἁπάντων ἔφησεν ἡγεῖσθαι θέλησιν ἡ Γραφὴ, ἐπὶ δὲ τοῦ Υἱοῦ οὐδὲν τοιοῦτον εὑρήσομεν παρ' αὐτῆς, οὐκ ἄρα εἷς ἐστι τῶν πάντων, οὐδὲ θελήσει γέγονε, καθάπερ τὰ πάντα, ἐκ Πατρὸς προελθὼν καὶ τῆς τοῦ γεννήσαντος οὐσίας, ὑπάρχων τε ἀΐδιος. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι τε Θεοῦ δύναμις εἴη καὶ Θεοῦ σοφία. Εἰ τοίνυν σοφία καὶ δύναμίς ἐστι τοῦ Πατρὸς ὁ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ ὑπάρχων Λόγος, αὐτός ἐστιν ἐν ᾧ βουλεύεται, καὶ δι' οὗ τὰ πάντα ἐργάζεται. Πῶς οὖν βουλήσει γέγονεν ὁ ἐν ᾧπερ ἡ βούλησίς ἐστι τοῦ Πατρός; Ἢ γὰρ ἑτέραν ἡμᾶς σοφίαν ἀναπλάττειν ἀνάγκη, ἐν ᾗ βουλευσάμενος πεποίηκε τὸν Υἱὸν, καθὼς ὑμεῖς φατε, ἢ εἰ ἑτέρα οὐκ ἔστιν, ἀλλ' ἔστι μόνος αὐτὸς ἡ σοφία τοῦ Πατρὸς, αὐτὸς ἄρα ἐστὶ καὶ ἡ βούλησις. Ἐν γὰρ σοφίᾳ πάντως τὸ βούλεσθαι τοῦ Θεοῦ. Καὶ μάταιος ὑμῖν ὁ λόγος, καὶ κενὸν ἐδείχθη τὸ ἐπιχείρημα. ΑΛΛΟ, εἰς τὸ αὐτό. Οὐκ ἐν τοῖς γενομένοις ἡ τοῦ Θεοῦ βούλησις οὐσιωμένη φαίνεται, ἀλλ' ἕτερόν τί ἐστι παρὰ τὰ δι' αὐτῆς ποιούμενα. Οἷον, θελήσει φαμὲν γενέσθαι τὸν οὐρανὸν, οὐκ αὐτὸν εἶναι τὴν θέλησιν. Εἰ τοίνυν βουλεύεται μὲν ἐν σοφίᾳ Θεὸς, καὶ ὅτε τὸν Υἱὸν, ὡς ὑμεῖς φατε, ἀπογεννᾷν ἤθελεν, ἔστι δὲ ἡ σοφία τοῦ Πατρὸς ὁ Υἱὸς, ἑτέραν τῷ Πατρὶ προσεῖναι σοφίαν ἀνάγκη, ἐν ᾗ βουλευσάμενος ἀπέτεκε τὸν Υἱόν. Εἰ δὲ τοῦτο λέγειν ἀσεβὲς (εἷς γὰρ Υἱὸς τοῦ Θεοῦ, καὶ οὐ δύο, σοφία τοῦ Πατρὸς ὑπάρχων ὁ τοῦ Θεοῦ Λόγος), αὐτός ἐστιν ὁ δι' οὗ πάντων ἡ βούλησις γίνεται. ΑΛΛΟ. Τῶν ἐν χρόνῳ γεγονότων, προηγεῖται πάντως τὸ βουλεύεσθαί τι περὶ αὐτῶν.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.