Thesaurus on the Holy Trinity · §logos-7-rem-mid

Logos 7 rem mid

Rem mid: will with nature, not instead of nature.

Greek

ήρ. Ταυτὸν γὰρ ὑπάρχειν φαίνεται βουλὴ καὶ φρόνησις. Ἐπειδὴ πᾶν ὅπερ ἄν τις βουλεύηται, τοῦτο καὶ φρονεῖ· καὶ πάλιν ὥσπερ ἐξ ἀντιστρέφοντος, ὃ φρονεῖ, καὶ βουλεύεται. Εὑρίσκεται γοῦν ὡς ἰσοδυναμοῦντα συνάπτων αὐτὰ καὶ ὁ Σωτὴρ ἐφ' ἑαυτοῦ, καὶ λέγων· Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ὥσπερ γὰρ ἀσφάλεια καὶ ἰσχὺς ταυτόν ἐστιν, οὕτω καὶ βουλὴ καὶ φρόνησις. Εἰ μὲν οὖν ἄφρονά ποτε πιστεύουσι γεγενῆσθαι τὸν Πατέρα, ἐρωτάτωσαν εἰ ἐν φρονήσει γεγέννηκε τὸν Υἱόν. Εἰ δὲ φρίττουσι τοῦτο καὶ μόνον ἀκούοντες, πῶς οὐκ ἀσεβὲς τὸ ἐρωτᾷν καὶ λέγειν ἐφ' Υἱοῦ τό· Βουλήσει γεγένηται, ἢ μή; τοσαύτην τοῦ λόγου τὴν δυσφημίαν εἰσφέροντος. ΑΛΛΟ. Ὁ μακάριος Παῦλος τὴν ἀπαράλλακτον ὁμοιότητα δεικνύων, ἣν ὁ Υἱὸς ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα, γράφει περὶ αὐτοῦ· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Εἰ τοίνυν χαρακτήρ ἐστι καὶ εἰκὼν τοῦ γεννήσαντος ὁ Υἱὸς, ἐγεννήθη δὲ, καθ' ὑμᾶς, προηγησαμένης βουλήσεως, ἀνάγκη πᾶσα καὶ τὸν Πατέρα οὕτως εἶναι, ὥσπερ ἡ εἰκὼν αὐτοῦ καὶ τὸ ἀπαύγασμα· ὡς καὶ αὐτὸ ἔχειν προηγουμένην αὐτοῦ τὴν βούλησιν. Εἰ δὲ τοῦτο ἀσεβὲς (οὐ γὰρ ἐκ βουλήσεώς ἐστιν ἡ τοῦ Πατρὸς οὐσία καὶ ὑπόστασις), ἀνάγκη πᾶσα μηδὲ τὸν Υἱὸν ἐκ βουλήσεως εἶναι, φρονεῖν ἢ λέγειν. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Καὶ πῶς, φησὶν, οὐκ ἀνάγκη συνομολογεῖν, ὅτιπερ ἀθέλητός ἐστι τῷ Πατρὶ ὁ Υἱὸς, ἤτοι ἀβούλητος, εἰ μὴ ἐκ βουλήσεως καὶ θελήσεως γέγονεν; Πρὸς τοῦτο λύσις. ∆υσωπείτω τῶν χριστομάχων τὴν πάντολμον γλῶτταν ὁ Σωτὴρ περὶ ἑαυτοῦ λέγων· Ὁ Πατὴρ φιλεῖ τὸν Υἱόν. Ὥσπερ γὰ

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.