Thesaurus on the Holy Trinity · §logos-31-rem-close

Logos 31 rem close CLOSEOUT

Rem CLOSEOUT: God’s self-knowledge vs ours. LOGOS XXXI CLOSEOUT.

Greek

ς ἂν εἶναί τις δῴη καὶ τὴν θείαν οὐσίαν, οὐκ εἰδότες ὅτι τοσοῦτον ὑπερέξει καὶ κατὰ τοῦτο τῶν γενητῶν, ὅσον αὐτῶν καὶ κατὰ φύσιν διέστηκεν. Εἶτα πρὸς τούτῳ πῶς οὐ λίαν ἐστὶν ἀτοπώτατον, οὐκ ἀληθῶς εἰδέναι λέγειν τὸν μὴ παραπλησίως εἰδότα τι τῷ τελείαν ἔχοντι τὴν γνῶσιν πράγματός τινος τυχὸν, ἐφ' οὗπερ ἂν τυχὸν καὶ οἱ λόγοι γίνονται; Ἔστι μὲν γὰρ ἧττον εἰδέναι καὶ κατὰ τοῦτο τοῦ τελείως εἰδότος ἀπολιμπάνεσθαι, οὐ μὴν παντελῶς καὶ διεστραμμένως. Οἷον φέρε εἰπεῖν, ἐπίσταταί τις ὅτι περὶ τὴν σελήνην ἔκλειψις γίνεσθαι συμβαίνει, ἀγνοεῖ δὲ ὅπως καὶ τίνα τρόπον· ἀλλ' ἔστω τις ἕτερος τυχὸν ὁ καὶ τοῦτο εἰδώς. Ἆρ' οὖν ἐπειδήπερ ὁ μέν τις σοφώτερος ὢν οἶδε τὸ συναμφότερον, ὁ δὲ κατὰ τὸ δύνασθαι νοεῖν ἐλάττων ἐκείνου τυγχάνων, οἶδε τὸ ἕτερον, ψευδῶς δοξάσει περὶ τὴν σελήνην τὰς ἐκλείψεις γίνεσθαι λέγων; Ἀλλ' οὐκ ἔστι τοῦτο. Εἰ τοίνυν ἐνδέχεται περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος, μείζονα μὲν ἔν τισι κεῖσθαι τὴν γνῶσιν, ἐλάττοντα δὲ ἐν ἑτέροις, καὶ ἀληθεῖς εἶναι τὰς δόξας ἐν ἀμφοτέροις, τί κωλύσει καὶ ἡμᾶς ἀνθρώπους ὄντας, ἔλαττον μὲν εἰδέναι Θεοῦ, ἢ ὡς αὐτὸς ἑαυτὸν οἶδε, τί ποτέ ἐστι κατ' οὐσίαν, μὴ μὴν ψευδῶς τε καὶ διεστραμμένως; ΑΛΛΟ. Ἐπὶ τὴν τῶν ὄντων σημασίαν ἤτοι κατάληψιν, πολλαῖς καὶ διαφόροις ἐννοίαις ἐρχόμεθα. Καὶ οὐ πάντως ψευδῶς τε καὶ διεστραμμένως δοξάσει τις πρὸς ἕτερον, ὅτι μὴ ταῖς αὐταῖς ἐννοίαις, ἀλλ' ἑτέραις τισὶν ἐπί τι τῶν ζητουμένων βαδίζει. Οἷον φέρε εἰπεῖν, ἔστωσαν δύο τινὲς ἐρωτώμενοι, εἰ ταυτόν ἐστι τῷ ἀνθρώπῳ ὁ ἵππος, καὶ ὁ μὲν ἀποκρινέσθω μὴ εἶναι ταυτὸν, ἐπεὶ πᾶς ἄνθρωπος γελαστικὸν, ὁ δὲ ἵππος οὐ τοῦτο· ὁ δὲ ἕτερος λεγέτω, Οὐ ταυτὸν ἵππῳ ὁ ἄνθρωπος, ἐπειδήπερ τὸ χρεμετιστικὸν τῆς οὐσίας αὐτοῦ οὐ κατηγορεῖται. Ἆρ' οὖν οὐκ ἀληθεύσουσιν 75.452 ἀμφότεροι, καὶ λόγον ἀποδώσουσιν ὀρθὸν, εἰ καὶ μὴ ταῖς αὐταῖς ἐννοίαις ἐχρήσαντο; ∆υνατοῦ τοιγαροῦν ὄντος διαφόρως μὲν δοξάζειν περί τι τῶν ὄντων, μὴ ψευδῶς δὲ μηδὲ διεστραμμένως, τί κωλύσει Θεὸν μὲν ἑαυτὸν εἰδέναι τελείως ὅπερ ἐστὶν κατ' οὐσίαν· ἡμᾶς δὲ ἀνθρώπους ὄντας ἔλαττόν τε νοοῦντας αὐτοῦ, μὴ πάντως καὶ διεψευσμένας ἔχειν τὰς δόξας; ΑΛΛΟ. Εἰ παντὶ λογικῷ τὴν ἐνυπάρχουσαν αὐτῷ γνῶσιν ὁρῶμεν τῇ τοῦ γένους διαφορᾷ συμμεμετρημένην, ὡς ἑτέραν μὲν εἶναι πιστεύειν ἐν ἀγγέλοις, μείζονα δὲ ἐν ἀρχαγγέλοις, καὶ ἔτι ταύτης ὑπερέχουσαν ἐν ταῖς ἀνωτέρω δυνάμεσι· συμμεμέτρηται τοίνυν καὶ ἀνθρώπου γνῶσις ἐλάττων οὖσα τῆς τῶν εἰρημένων. Πῶς οὖν ὁμοίως δοξάσει Θεῷ ὁ μὴ τοσοῦτος εἰς νοῦν, ὅσον ἂν εἶναί τις δοίη τὸν ἄγγελον, ὁμολογουμένου δήπουθεν ὅτιπερ ἡ Θεοῦ γνῶσις ὑπερέχει πάντα νοῦν, καὶ πᾶσαν κατάληψιν ἀναβήσετ

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.