Thesaurus on the Holy Trinity · §logos-13-rem-early

Logos 13 rem early

Rem early: likeness as nature.

Greek

Ὁ δὲ τροπὴν ὑπομένων καὶ πάθος, πῶς ἂν εἴη τοῦ ἀτρέπτου καὶ ἀπαθοῦς εἰκὼν καὶ ὁμοιότης; Εἰ δὲ ἄτρεπτός ἐστιν, εἰς οὐδὲν ἕτερον παρενεχθῆναι δυνάμενος, ἀλλ' ὅπερ ἐστὶ μένων ἀεὶ, ὡς λίθος ἄρα ἢ ξύλον ἕστηκεν ἐφ' ἑαυτῷ φυσικῷ τινι καὶ ἀῤῥήκτῳ δεσμῷ, εἰς τοῦθ' ὅπερ ἐστὶ κρατούμενος, καὶ τὸ αὐτεξούσιον οὐκ ἔχων. Πρὸς ταῦτα λύσις. Ἔδει μὲν ταῖς οὕτως ἀπαιδεύτως προσφερομέναις ἐρωτήσεσι μηδόλως ἀποκρίνεσθαι. Ἔνθα γὰρ ἡ ἀπόκρισις πανταχοῦ τὸ δύσφημον ἔχει, ἐκεῖ κρείττων ἡ σιωπή. Ἂν μὲν γὰρ αὐτεξούσιον εἴπω τὸν Υἱὸν, εὐθὺς ἡ τῆς αὐτεξουσιότητος συνεισάγεται μεταβολή. Ἀκολουθεῖ γὰρ τῷ αὐτεξουσίῳ τὸ ἐπιδέχεσθαι μεταβολὴν, εἰ καὶ μήπω πεπονθὸς εἴη τοῦτο διὰ τὸ μὴ ἐθελῆσαι παθεῖν. Ἐὰν δὲ τοῦτο ἀφεὶς, τὸ ἕτερον εἴπω, τουτέστιν, Ἄτρεπτος ὁ Λόγος ἐστὶν, εὐθὺς ἡμῖν τοῦ ξύλου τὴν ἀκινησίαν προτείνοντες, οὐκ αἰσθά νονται τολμῶντες λέγειν, ἃ καὶ μόνον ἦν ἐνθυμεῖσθαι κινδύνου μεστά. Τί γὰρ ἂν εἴποιεν οἱ πάντα τολμῶντες ῥᾳδίως, εἴ τις αὐτοῖς περὶ τοῦ Πατρὸς πεῦσιν προσάγοι τὴν αὐτήν; Ἆρα τὸν ἴσον ἡμῖν φοβηθήσονται φόβον, καὶ τὴν ἐπὶ τούτοις ἐπαινέσουσι σιωπήν; Ἢ τί ποτε ἄρα πρὸς ταῦτα ἐροῦσιν· Ἐγὼ μὲν οὐκ ἔχω λέγειν, καλὸν δὲ καὶ χρήσιμον εἰ μηδὲ ἐνενόησαν οὗτοι. Ὅτι δὲ ἄτρεπτος ὢν ὁ τοῦ Θεοῦ Λόγος ὥσπερ ὁ γεννήσας αὐτὸν, ὅμοιός ἐστι κατὰ πάντα τῷ Πατρὶ, γένοιτ' ἂν διὰ τούτου σαφές. Εἰ ἀπαράλλακτός ἐστιν εἰκὼν τοῦ Πατρὸς, καὶ ἀληθεύει, λέγων· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, καὶ πάλιν· Ἐγὼ καὶ ὁ Πα

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.