Logos 35 rem early
Rem early: testimonies: Son begotten, not made — SERIES.
Greek
ς τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Ἐξῆλθε γὰρ ὥσπερ καὶ ἐξήλατο τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς, οὐ κατά τινα μερισμὸν ἢ ἀποκοπὴν, ἀλλ' ὡς ἐκ φωτὸς ἀπαύγασμα. Πλὴν ἀπαρχῆς, καὶ ἵν' οὕτως εἴπωμεν, ἔξω τῶν ἡμερῶν τοῦ αἰῶνος. Οὐκοῦν ἐκ Πατρὸς, καὶ ἀΐδιος. Παῦλος. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε Θρόνοι, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι, εἴτε Κυριότητες, τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων. Ἐν δὲ τοῖς πᾶσιν, αἰῶνές εἰσι καὶ χρόνοι καὶ καιροί· ἀΐδιος οὖν ὁ καὶ πρὸ τούτων Υἱός. Ὁ αὐτός. Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας. Εἰ δὲ καὶ αὐτοὶ γεγόνασιν οἱ αἰῶνες δι' Υἱοῦ, πῶς οὐκ ἀΐδιος ὁ πρὸ αἰώνων ἐστί; Ὁ Ψαλμῳδός. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ. Πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα σὺ εἶ. Ἰδοὺ τὸ εἶναι πρὸ πάσης κτίσεως δίδωσι τῷ Υἱῷ. Πάντως δὲ δή που καὶ τοὺς αἰῶνας ἐν τῇ κτίσει θήσομεν. Εἶτα πῶς οὐκ ἀΐδιος ὁ πρὸ πάντων Υἱός; Ὁ Σωτήρ. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω αὐτό. Καὶ νῦν δόξασόν με, σὺ Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Εἰ δὲ ἦν ἐν Πατρὶ, καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ὁ Υἱὸς, πῶς ὁ πρὸ πάντων οὐκ ἀΐδιος; 75.621 Ὅτι Λόγος ἐστὶν ὁ τοῦ Θεοῦ Υἱός. Ἱερεμίας. Οὕτως λέγει Κύριος· Εἰ προφῆται εἰσὶ, καὶ ἔστι Λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι. Οὐ γὰρ ἦν ἐν τοῖς ψευδοπροφήταις ὁ τοῦ Θεοῦ Λόγος, τουτέστιν ὁ Υἱός. Ὁ αὐτός. Ἠσχύνθησαν σοφοί· ἐπτοήθησαν καὶ ἑάλωσαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν Λόγον Κύριον ἀπεδοκίμασαν; Ἀπεδοκίμασαν γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ, λέγοντες οἱ δοκησίσοφοι Γραμματεῖς τε καὶ Φαρισαῖοι· Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον. ∆ιὸ δὴ δικαίως κατῃσχύνθησαν. Ἡσαΐου. Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακὰ, καὶ ὁ Λόγος αὐτοῦ οὐ μὴ ἠθετήθη. Σοφὸς γὰρ ὄντως ὁ τοῦ Θεοῦ Λόγου Πατὴρ τοῖς τὸν Υἱὸν ἀθετήσασιν ἐπισωρεύει κακά. Ὁ Ψαλμῳδός. Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν. –Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, καλῶς ψάλλετε αὐτῷ ἐν ἀλαλαγμῷ. Ὅτι εὐθὺς ὁ Λόγος τοῦ Κυρίου, κα
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.