Thesaurus on the Holy Trinity · §logos-2-open

Logos 2 opening: unbegotten is not substance but marks substance

Second discourse. That “unbegotten” is not a substance, but a marker of substance.

Against those who turn the Father’s being-ungenerated into a different essence from the Son, Cyril argues that “unbegotten” names how the Father is, not a substance-word that splits the Godhead. The name denies having been made; it does not invent a second kind of deity.

Greek

ΛΟΓΟΣ Βʹ. Ὅτι τὸ ἀγένητον οὐκ οὐσία, ἀλλ' οὐσίας σημαντικόν. Τὸ ἀγένητον ὡς ἀρχὴ καὶ αἴτιον νοεῖταί τε καὶ ἔστιν. Οὐδεμία δὲ ἀρχὴ, καθὸ ἀρχή ἐστιν, ὅμοιόν τι ἑαυτῇ ἢ ἀνόμοιον σημαίνει. Ἡ δὲ ἀγένητος φωνὴ σημαίνει τὸ γενητὸν ἀνόμοιον ὑπάρχον αὐτῷ· τοῦτο γὰρ τὸ ἀντικείμενον. Οὐκ ἄρα τὸ ἀγένητον οὐσία, ἀλλὰ τοῦ μὴ τοιῶσδε εἶναι τὴν οὐσίαν, καθ' ἧς ἂν τάττοιτο τὸ σημαντικόν. ΑΛΛΟ. Ὅτι μὲν οὐκ οὐσία τὸ ἀγένητον, ἤδη δέδεικται. Ἀλλ' ἐρεῖ τις τυχὸν, οὐσίαν μὲν οὐκ εἶναι, διαφορὰν δέ· ἀμαθῶς δὲ καὶ τοῦτο λέγων ἐλεγχθήσεται. Εἰ γὰρ πᾶσα διαφορὰ περὶ τὰς οὐσίας γίνεται, ζητεῖν ἀνάγκης ἂν εἴη τὴν οὐσίαν, ἧς ἔσται διαφορὰ τὸ ἀγένητον. Οἷον φέρε εἰπεῖν, ὁρίζεται ζῶον τῷ τοιῷδε λόγῳ· Οὐσία ἔμψυχος αἰσθητική. Περὶ ταύτην τὴν οὐσίαν ἡ διαφορὰ γίνεται. Τὸ μὲν γάρ ἐστι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, οἷον ὁ ἄνθρωπος· τὸ δὲ ζῶον ἄλογον, οἷον ἵππος. Οὐκοῦν, προϋποκειμένης τῆς οὐσίας, αἱ διαφοραὶ προσεπινοοῦνται. Εἰ τοίνυν διαφορὰ τὸ ἀγένητον, ζητείσθω καὶ ἡ οὐσία. τίνος ἔσται διαφορά· ἀμήχανον γὰρ οὐσίας φορέσαι λόγον τὴν διαφοράν. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, καὶ οὐ τοῦ μὴ γενηθῆναι σημαντικόν ἐστι, κατὰ τίνα τρόπον ὁ Υἱὸς ἀνόμοιος ἔσται τῷ Πατρὶ, γεννητῶς ὑπάρχων ἐξ αὐτοῦ; Εἰ γὰρ μή τινα διαφορεῖ τὰ ὀνόματα πρὸς ἄλληλα τὴν ἀντι διαστολὴν, μηδὲ ἀλλήλοις μάχεται κατὰ τὸ ἐξ ἀμφοῖν σημαινόμενον, οὐδὲν κωλύσει κατ' οὐσίαν ὅμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν· καὶ τοῦ ἀγενήτου εἰς οὐσίαν λαμβανομένου, ὁμοίως δὲ καὶ τοῦ γενητοῦ. Οὐσία γὰρ ὡς πρὸς οὐσίαν, οὐκ ἔσται ἐναντία, καθὸ οὐσίαι ἀμφότεραι. ΑΛΛΟ. Εἰ πᾶν ἀγένητον παντὶ γενητῷ ἀνόμοιον, ἀληθεύσει τις λέγων, ὅτι καὶ πᾶν γενητὸν παντὶ γεννητῷ ὅμοιον. Γεννητὸς δὲ ὑπάρχων ὁ Υἱὸς, οὐδεμίαν ἔχει τὴν ὁμοιότητα πρὸς τὰ ὄντα γεννητῶς· ἔστι γὰρ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Οὐκ ἄρα διὰ τὸ ἀγένητον εἶναι τὸν Πατέρα, ἀνόμοιος ἔσται κατὰ φύσιν αὐτῷ, γεννητῶς ὑπάρχων ἐξ αὐτοῦ Υἱός. Ὥσπερ γὰρ τὴν πρὸς τὰ γενητὰ γεννητὸς ὑπάρχων ἀναβέβηκεν ὁμοίωσιν· οὕτω τῆς πρὸς τὸ ἀγένητον ἐμφερείας οὐ καταβήσεται, κἂν ὑπάρχῃ γεννητός. Ἀνθυποφορὰ ὡς ἐκ τῶν αἱρετικῶν. Τὸ ἀγένητον, φασὶν, ἐπὶ Θεοῦ, οὐσίαν εἶναί φαμεν· καὶ ἔσται τὸ ὄνομα ὁρικὸν, ὥσπερ ἂν εἴ τις ὁρίσαιτο καὶ τὴν οὐσίαν τοῦ ἀνθρώπου λέγων· Ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Πρὸς τοῦτο λύσις.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.