Thesaurus on the Holy Trinity · §logos-29-rem-mid

Logos 29 rem mid

Rem mid: solutions against creaturely readings.

Greek

Υἱοῦ. Τὸ δὲ, δι' Υἱοῦ, τὴν ὑποταγὴν σημαίνει, οὐδὲν μὲν εἰς τὸν τῆς οὐσίας λόγον ἀδικοῦσαν τὸν Υἱὸν, τὴν δὲ τῆς ἁγίας Τριάδος ἑνότητα καὶ συνήθη στάσιν ἀπαράλλακτον εἰσφέρουσαν. Οὐ γὰρ στασιάσει τότε πρὸς ἑαυτὴν, οὐδὲ ἀτάκτοις μεταβολαῖς θορυβηθήσεται τὸ ἀεὶ ὡσαύτως ἔχον, ἀλλ' ἔσται πάλιν καὶ κατ' ἐκεῖνο καιροῦ Πατὴρ δι' Υἱοῦ τὰ πάντα ἐν πᾶσι, καὶ ζωὴ, καὶ ἀφθαρσία, καὶ χαρὰ, καὶ ἁγιότης, καὶ δύναμις, καὶ ὅπερ ἂν ὑπάρχοι τοῖς ἁγίοις ἐν ὑποσχέσει κείμενον. Ὅρα γὰρ ὅσην οἰκονομίαν ὁ Λόγος φέρει. Ἐπειδὴ γὰρ ἔφησεν ὑποταχθήσεσθαι τῷ Υἱῷ διὰ τοῦ Πατρὸς τὰ πάντα, ἵνα μὴ τῆς ἁπάντων, κυριότητος ἔξω γεγονὼς ὁ Πατὴρ ὑποπτεύηται ὡς κρατήσαντος αὐτῶν τοῦ Υἱοῦ, ἀναγκαίως τὸν πάντων κρατήσαντα, οὐκ ἀνυπότακτον εἰσφέρει πρὸς τὸν Πατέρα, ἵνα τῆς πάντων κυριότητος τὸ πᾶν ἔχοι κράτος ὁ Πατὴρ, συμμετέχοντος αὐτῷ φυσικῶς τοῦ Υἱοῦ, καθὸ μία θεότης ἡ βασιλεύουσα, Πατὴρ δι' Υἱοῦ σὺν ἁγίῳ Πνεύματι. ΑΛΛΟ. Εἰ τὸ τῆς ὑποταγῆς ὄνομα τῆς πρὸς τὸν Πατέρα 75.436 ἰσότητος ἐκβάλλει τὸν Υἱὸν, ὥρα λέγειν ὑμᾶς, οἷς οὐδὲν ἀτόλμητον εἰπεῖν, ὅτιπερ ἐλάττων ἐστὶ κατὰ τὸν παρόντα καιρὸν ὁ Πατὴρ τοῦ Υἱοῦ τῷ τῆς ὑποταγῆς διακονούμενος τρόπῳ, καὶ λέγων πρὸς αὐτόν· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἰ δὲ τῇ πρὸς τὸν Υἱὸν τῶν πάντων ὑποταγῇ διακονούμενος ὁ Πατὴρ, οὐ διὰ τοῦτο ἐλάττων ἐστὶν, οὐδὲ ὁ Υἱὸς ἐλάττων ἔσται τοῦ Πατρὸς, διὰ τὴν ὑποταγήν. Ὅπερ γὰρ ἤδη φθάσας πεποίηκεν ὁ Πατὴρ, τοῦτο παρὰ τοῦ Υἱοῦ τρόπον τινὰ καὶ αὐτὸς ἀντικομίζεται. ΑΛΛΟ. Ὁ καὶ νῦν ὑποτεταγμένος τῷ Πατρὶ, πῶς ἐν ὑστέροις καιροῖς, μᾶλλον δὲ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα ὑποταχθήσεσθαι λέγεται; Ἢ γὰρ οὐχ ὑποτέτακται καὶ νῦν τοῦ Πατρὸς ἐξανύων τὸ θέλημα καὶ ταπεινώσας ἑαυτὸν, καθὰ γέγραπται, δουλικὸν δὲ σχῆμα καὶ μορφὴν ἀναλαβὼν, ἵνα πληρώσῃ τὸ ἔργον αὐτοῦ, καθά φησιν αὐτός; Ἀλλ' οἶμαι τοῦτο πᾶσιν ὑπάρχειν καταφανὲς, ἀληθές τε ὂν διὰ τῆς τῶν πραγμάτων ἐρεύνης εὑρίσκεται. Πῶς οὖν τὸν ὑποτεταγμένον ἤδη ὡς ἐς ὕστερον ὑποταχθησόμενον ὁ θεσπέσιος ἡμῖν εἰσφέρει Παῦλος; Οὐκοῦν ἐξεταζέτωσαν τὸ ῥητὸν ἀκριβῶς. Ὅταν, φησὶν, ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν τοῖς πᾶσι. Τί οὖν ἐστιν ὃ βούλεται λέγειν; ὑποτέτακται καὶ νῦν ὁ Χριστὸς τῷ Πατρὶ, οὐχ ὑπὲρ πάντων, ἀλλ' ὑπὲρ μόνων τῶν πεπιστευκότων εἰς αὐτόν· καὶ ὑπὲρ αὐτῶν ὡς ἀμνὸν ἄμωμον ἑαυτὸν προσήνεγκε τῷ Πατρὶ, σταυροῦ καὶ αἰσχύνης καταφρονήσας, ἵνα πάσης ἁμαρτίας ἐλευθερώσας, καθαροὺς καὶ ἀσπίλους προσαγάγῃ τῷ πεποιηκότι. Ὅταν οὖν πάσης ἐκποδὼν γενομένης πλάνης οἱ κατὰ πᾶσαν τὴν ὑ

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.