Logos 29 rem early
Rem early: then the Son himself will be subjected.
Greek
καταψηφιεῖσθε. Καὶ ποῦ σωθήσεται τὸ Πατρὶ αὐτοῦ λεγόμενον, Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν; Φεῦγε τὴν ἀτοπίαν τοῦ λόγου. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν αὐτῶν· Καὶ πῶς οὐ πᾶσιν εὐσύνοπτον ἔσται, φασὶν, ὅτι τοῦ Πατρὸς ἐλάττων ἐστὶν ὁ Υἱὸς, ὑποταττόμενος αὐτῷ; Πρὸς ταῦτα λύσις. Καὶ πῶς οὐ πᾶσιν εὐσύνοπτόν ἐστι (κεχρῆσθαι γὰρ ἀκόλουθον ταῖς ὑμῶν ἤδη φωναῖς), ὅτι τὸ ἴσον ἴσῳ πολλάκις οἰκονομικῶς ὑποτάσσεται; Ἦ γὰρ οὐχ ἓν καὶ τὸ αὐτὸ δώσομεν ἐν τοῖς προφήταις εἶναι τὸ Πνεῦμα; Καὶ πῶς ὁ Παῦλός φησιν, ὅτι καὶ Πνεύματα προφητῶν προφήταις ὑποτάσσεται; Πῶς δὲ τῆς ὑποταγῆς ὄνομα τῆς πρὸς τὸν Πατέρα ἰσότητος ἐκβάλλει τὸν Υἱόν; Ἦ γὰρ οὐχὶ καὶ ἐν ἡμῖν εἴκουσι μὲν πατράσιν οἱ υἱοὶ καὶ ὑποτάττονται, μίαν ἔχοντες ὡς πρὸς αὐτοὺς τὴν οὐσίαν, καὶ τῆς αὐτῆς ὄντες φύσεως μέτοχοι; Οὔτε γὰρ ἐν τοῖς ὑποτεταγμένοις ἐλάττων ὁ τῆς φύσεως λόγος, οὔτε ἐν τοῖς ὑποτάττουσι μείζων ἢ ὑπερβεβηκὼς εὑρίσκεται. Ἑνὸς γὰρ ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντων ἀνθρώπων τοῦ λόγου τῆς οὐσίας, μυρία διὰ τῆς τινων ὑποταγῆς οἰκονομεῖται τὰ χρή 75.433 σιμα. Εἰ δὲ καλὸν τοῦτο τέτακται καὶ ἐφ' ἡμῶν, καὶ κατ' οὐδένα τρόπον τοῦ κοινοῦ τῆς φύσεως ἐξίστησιν ὅρου, τί μὴ τὸ ἴσον φυλάττοντες ἐπὶ τοῦ Θεοῦ Λόγου, τὴν ἄτοπον ταύτην παραιτεῖσθε δυσφημίαν; ΑΛΛΟ. Πόθεν ὑμῖν, ὦ οὗτοι, παρέστη λέγειν ἐλάττονα τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν διὰ τὴν καλουμένην ὑποταγήν; Οὐ γὰρ ἐν τῷ ὑποτάσσεσθαι τῆς οὐσίας αὐτοῦ τὸν λόγον ὁριζόμεθα· οὔτε μὴν ἐν τῇ ὑποταγῇ ἐστι τὸ εἶναι τοῦ Υἱοῦ· ἀλλ' ὢν καὶ ὑπάρχων ἰδιαζόντως, ὑποτάσσεσθαι λέγεται. Οὐκοῦν εἰ τῆς οὐσίας αὐτοῦ τὸν ὅρον οὐκ ἔχει τὸ τῆς ὑποταγῆς ὄνομα, οὐ δι' αὐτὴν ἐλάττων ἔσται τοῦ Πατρός. Εἰ δὲ οἴεσθε τὴν ὑποταγὴν ὅρον εἶναι τῆς οὐσίας τοῦ Υἱοῦ, σκοπεῖτε λοιπὸν εἰς ὅσον ἀσεβείας καταφέρεσθε βόθρον. Ἀνάγκη γὰρ εἰπεῖν τότε εἰς ὕπαρξιν καλεῖσθαι τὸν Υἱὸν, ὅταν καὶ ὁ τῆς ὑποταγῆς γένηται καιρός. Ὡς γὰρ ὑποταχθήσεσθαι μέλλοντα, καὶ οὔπω ὑποτεταγμένον ὁ Παῦλος εἰσφέρει. ΑΛΛΟ, ἐξήγησιν ἔχον πιθανὴν τοῦ ῥητοῦ. Πάντα ὁ Πατὴρ ἐργάζεται δι' Υἱοῦ, καὶ τοῦτό ἐστι τὸ τῆς ὑποταγῆς σχῆμα, τὸ δοκεῖν ὥσπερ τοῖς τοῦ Πατρὸς ὑποκεῖσθαι θελήμασιν. Ὥσπερ ἀμέλει καὶ τοῦ Πατρὸς λέγοντος· Ποιήσωμεν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς ὁ Λόγος λαμβάνει θεοπρεπῶς, καὶ τὸ δόξαν ἐργάζεται. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο. ∆ιδάσκων τοιγαροῦν ὁ Παῦλος, ὅτι καὶ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα τὰ πάντα ὁ Πατὴρ ἐν ἡμῖν γενήσεται πάλιν δι' Υἱοῦ, σοφῶς δὴ λίαν φησίν· Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ὁ Θεὸς ᾖ τὰ πάντα ἐν πᾶσιν. Ὅμοιον γὰρ ὡς εἰ ἔλεγεν· Μηδεὶς οἰέσθω κατὰ τὸν αἰῶνα τὸν μ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.