Thesaurus on the Holy Trinity · §logos-20-rem-mid

Logos 20 rem mid

Rem mid: economy vs bare Godhead.

Greek

ν τις ἐπιδείξαι τὸ γεννᾶσθαι κείμενον κυρίως καὶ κατὰ φύσιν· ὅτι κἂν γεννώμενον φαίνηται, ἔχει πρὸ ἑαυτοῦ τὸ πεποιῆσθαι παρὰ τοῦ κτίσαντος. Οἷον ἄνθρωπος γεννᾶται μὲν, πεποίηται δὲ, καὶ κύριον αὐτοῦ τοῦτο μᾶλλον ἢ τὸ δεύτερον. Εἰ δὲ καὶ λέγοιντό τινες διὰ τοῦ Πνεύματος γεγεννῆσθαι, ἀλλὰ καὶ οὗτοι πρὸς μίμησιν τοῦ ἀληθῶς γεννηθέντος ἐκ Πατρὸς Θεοῦ Λόγου, καὶ οὐκ ἔξω τοῦ πεποιῆσθαι τυγχάνουσιν· ὥστε τὸ τῆς γεννήσεως ὄνομα καταχρηστικῶς ἂν εἴη μᾶλλον ἢ φυσικῶς ἐν τοῖς γενητοῖς. Τὸ δὲ γεννηθὲν, κἂν γενέσθαι λέγηται, οὐδὲν ὑπομένει τὸ βλάβος, ἀδιαφορούσης περὶ τοῦτο τῆς θείας Γραφῆς. Λέγει γὰρ ὅτι ἐγένοντο τῷ Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. Καὶ πάλιν· Ἦν Ἀβραὰμ ἑκατὸν ἐτῶν ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. Εἰ δὲ τὸ γεννώμενον γενέσθαι λέγεται καὶ ἐπ' ἀνθρώπων, ἀδιαφορείτω τις τοῦτο ἀκούων καὶ περὶ τοῦ Υἱοῦ. Ἐπὶ δὲ τῶν γενητῶν οὐκ ἀδιαφορήσει διὰ τὸν προαποδεδομένον λόγον. ΑΛΛΟ. Εἰς τὸ αὐτὸ, ὡς ἐκ τῶν δι' ἐναντίας. Γέγραπται, φησὶ, περὶ Υἱοῦ, ὅτι Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων. Ἐπειδὴ δὲ φιλοῦσιν αἱ συγκρίσεις ἀεὶ γίνεσθαι περὶ τὰ ὁμοειδῆ (οὐδὲ γὰρ ἄν τις εὐλόγως ἵππῳ συγκρίναι τὸν ἄνθρωπον ἢ κυνὶ τὸ πρόβατον, ἀλλ' ἄνθρωπον μὲν ἀνθρώποις, τὸ δὲ πρόβατον τῷ προβάτῳ), ἀνάγκη πᾶσα γενητὸν εἶναι συνομολογεῖν τὸν Υἱὸν, ὃς ἀγγέλοις συγκρίνεται τοῖς γενητὴν ἔχουσι τὴν φύσιν. Πρὸς τοῦτο λύσις. Φιλοῦσι μὲν ὁμολογουμένως ἐν τοῖς ὁμοειδέσιν αἱ συγκρίσεις γίνεσθαι. Ἀλλ' ὅταν τὰ τοι

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.