Logos 20 rem early
Rem early: cross texts.
Greek
Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πῶς οὖν ἔλαβεν, ὅπερ ἔχων ἀεὶ φαίνεται; Λύσις ἑτέρα. Εἰ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, ὕστερον δὲ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐταπείνωσεν ἑαυτὸν, διά τε τοῦτο ὑψοῦσθαι λέγεται, πῶς οὐκ ἔσται παντί τῳ σαφὲς, ὅτιπερ οὐ περὶ τὴν τοῦ Λόγου φύσιν τοῦτο γίνεσθαι συμβαίνει, ἀλλ' εἰς τὸ τῆς ἀνθρωπότητος μυστήριον; Ὧ γὰρ ἁρμόσει τὸ ταπεινὸν, τούτῳ καὶ τὸ ὑψοῦσθαι πρέπειν ἀκολουθεῖ. Ταπεινὸν δὲ χρῆμα ἡ ἀνθρωπότης, περὶ αὐτὴν ἄρα καὶ τὸ ὑψοῦσθαι νοηθήσεται. Οὐ πρότερον δὲ περὶ τοῦ Θεοῦ Λόγου τοιοῦτόν τι λέγουσαν εὑρήσομεν τὴν Γραφὴν, εἰ μὴ, Σὰρξ γέγονε, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Εἰ τοίνυν περὶ τὴν πρόσληψιν τῆς σαρκὸς ἡ ταπείνωσις γεγενῆσθαι λέγεται, δι' αὐτὴν ἔσται καὶ περὶ αὐτὴν ἡ ὕψωσις. ΑΛΛΟ, εἰς τὸ αὐτό. Ὁ Παῦλος ἐπιστέλλων φησὶν, ὅτι Πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, οὐκ εἰς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Ὥσπερ οὖν ἐν τοῖς οὐρανοῖς καὶ ἐν προσώπῳ τοῦ Πατρὸς ὑπάρχων ἀεὶ, νῦν ὑπὲρ ἡμῶν εἰσέρχεται μὲν εἰς τὸν οὐρανὸν, ἐμφανίζεται δὲ τῷ Πατρί· οὕτω πάλιν καὶ νῦν ὑπὲρ ἡμῶν ὑψοῦται καὶ δοξάζεται, καὶ λαμβάνει τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵν' ὥσπερ ἐν αὐτῷ καὶ εἰς τὸν οὐρανὸν εἰσερχόμεθα καὶ ἐμφανιζόμεθα τῷ Πατρὶ, οὕτω πάλιν ἐν αὐτῷ δοξαζόμενοι, καὶ ὑψούμενοι, καὶ υἱοὺ Θεοῦ χρηματίζωμεν. ΑΛΛΟ. Το
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.