Thesaurus on the Holy Trinity · §logos-17-open

Logos 17 opening: what is the Son’s by nature is not the creature’s

Seventeenth discourse. That nothing belonging to the Son by nature belongs to the creature by nature; all of that is the Father’s own as well.

Creature gifts vs natural divine properties.

Greek

ΛΟΓΟΣ ΙΖʹ. Ὅτι τῶν προσόντων τῷ Υἱῷ, οὐδὲν τῇ κτίσει πρόσεστι φυσικῶς· πάντα δὲ ἐκ μετοχῆς ἢ καθ' ὁμοίωσιν τὴν πρὸς τὸν διδόντα φορεῖ· ὁ δὲ Υἱὸς οὐχ οὕτως. ∆ιόπερ ἕτερος παρ' αὐτήν. Εἰ δὲ τοῦτο, οὐκ ἄρα κτίσμα ἐστίν. Ἀπολογία αὐτολεξεί.Εἰ πᾶσα ἡ κτίσις ἐν ἀγνοίᾳ καθέστηκε τῇ περὶ τὸν Πατέρα, οὐδεὶς γὰρ οἶδε τίς ἐστιν ὁ Πατὴρ, οἶδε δὲ μόνος ὁ Υἱὸς, οὐκ ἄρα κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ μηδὲν τῶν γεγονότων ἐστὶ φύσει Θεὸς, φύσει δὲ Θεὸς ὁ Υἱὸς, οὐκ ἄρα τῶν γεγονότων ἐστίν. Ἦν δ' ἡμῶν καταγέλαστος ὁ πρότερος βίος, ὅτι μὴ οὖσι φύσει θεοῖς ἐδουλεύσαμεν, πολλῷ μᾶλλον νῦν ἐσμεν ἀθλιώτεροι, τῷ μὴ φύσει θεῷ προσάγοντες τὴν λατρείαν· φεῦγε τὸ ἄτοπον. ΑΛΛΟ. Εἰ πᾶν τὸ γενητὸν ἕτερόν ἐστι πάντη τοῦ ἀγενήτου κατὰ τὴν φύσιν, οὐ δύναται τῆς ἐκείνου δόξης ἰσομέτρως κοινωνεῖν. Τὴν γὰρ δόξαν μου, φησὶν ὁ Θεὸς, ἑτέρῳ οὐ δώσω. Εἰ δὲ κοινωνεῖ ὁ Υἱὸς ἐρχόμενος ἐν τῇ δόξῃ τοῦ Πατρὸς, οὐκ ἄρα κτίσμα ἐστὶν ὁ τὴν τοῦ ἀκτίστου δόξαν ἠμφιεσμένος. ΑΛΛΟ. Θεὸν ἀληθινὸν ἀποκαλοῦσιν αἱ θεῖαι Γραφαὶ τὸν Υἱὸν, καὶ οὕτω πιστεύομεν. Εἰ δὲ πᾶν τὸ γενόμενον πρόσφατόν ἐστιν ὡς πρὸς τὸ ἀγένητον· οὐχ ὅσιον δὲ εἶναι Θεὸν πρόσφατον ἐν ἡμῖν, οὐκ ἔσται ἄρα Θεὸς πρόσφατος ὁ Υἱὸς, ὅπερ ἐστὶ τὸ ἀγένητον. ΑΛΛΟ. Εἰ τὸ γενητὸν καθόλου ἕτερόν ἐστι τοῦ ἀγενήτου, οὐ δεῖ αὐτῷ προσκυνεῖν. Ἀπηγόρευσε γὰρ τοῦτο τὸ θεῖον λόγιον. Εἰ δὲ τῷ Υἱῷ προστασσόμεθα προσκυνεῖν, οὐκ ἔτι δὲ καὶ ἑτέρῳ Θεῷ, ὅπερ ἐστὶ τὸ γενητόν· οὐ γενητὸς ἄρα ὁ Υἱός. ΑΛΛΟ. Εἰ πᾶν τὸ γενόμενον δοῦλόν ἐστι τοῦ πεποιηκότος, ἀδυνάτως ἄρα ἔχει ἑτέρῳ τὴν ἐλευθερίαν ὀρέγειν, ἧς αὐτὸ οὐκ ἔτυχεν. Εἰ δὲ παρέχει ὁ Υἱὸς, οὐχ ὡς δοῦλος δηλονότι, Κύριος δὲ μᾶλλον καὶ Θεός. ΑΛΛΟ. Εἰ πᾶσα ἡ κτίσις ὑπὸ φύσιν οὖσα τῇ φύσει δουλεύει ὑφ' ἣν καὶ πεποίηται, ἐλεύθερον δὲ πάντη τὸ θεῖον καὶ κρεῖττον ἀνάγκης φυσικῆς, δῆλον ὡς οὐ δεδούλωται φύσει Θεός. Ἐπεὶ δὲ Θεὸς ὁ Υἱὸς, οὐκ ἔσται ἄρα ὑπὸ φύσιν, ὅπερ τῶν γεγονότων ἐστὶν οἰκεῖον. Ὁ δὲ τῆς πρὸς τὴν κτίσιν ὁμογενείας φυσικῶς ἀπῳκισμένος, πῶς οὐκ ἂν εἴη παρ' αὐτὴν ἑτεροφυής τε καὶ ξένος; ΑΛΛΟ. Εἰ μηδὲν τῶν ἐν τῇ κτίσει φυσικῶς ἀπηκρίβωται πρὸς τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὁμοιότητα, ὅμοιος δὲ ὁ Υἱὸς, ὡς τὸν ὁρῶντα αὐτὸν, τὸν Πατέρα ὁρᾷν, οὐκ ἄρα κτίσμα ὁ τὴν ἐκείνου ἀπηκριβωμένως φέρων ὁμοιότητα. ΑΛΛΟ. Εἰ πάντα τὰ κτίσματα δοῦλα τοῦ Θεοῦ, ἀλλ' οὐ κύρια τῆς δόξης, οὐκέτι δὲ ὁ Υἱός· τῆς γὰρ δόξης Κύριος· οὐκ ἄρα κτίσμα τυγχάνει. ΑΛΛΟ.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.