Logos 17 rem early
Rem early: divide nature from gift.
Greek
Εἰ πᾶν τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθὲν, αὖθις ἐνδέχεται καὶ εἰς τὸ μὴ ὂν χωρῆσαι, οὐκ ἔστι δὲ τοῦτο ἐνδεχόμενον ἐπὶ τοῦ Υἱοῦ, εἴπερ ἀληθῶς ἐστι Θεὸς, οὐκ ἄρα ἐκ τοῦ μὴ ὄντος ὁ Υἱὸς, ἀλλ' ἐκ τοῦ ὄντως Πατρὸς γενητός. ΑΛΛΟ. Εἰ κτισμάτων ἴδιον τὸ δύνασθαι ἁμαρτάνειν, οὐκ ἔτι δὲ καὶ τοῦ Υἱοῦ, οὐκ ἄρα κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ μηδὲν τῶν γεγονότων ἀνεδείχθη ποτὲ ἐκ μὴ ὅντων ποιοῦν οὐσίας, ποιεῖ δὲ ὁ Υἱὸς, πῶς τῶν γεγονότων ἐστίν; ΑΛΛΟ. Εἰ πᾶν τὸ γενητὸν ὅμοιον ὡς πρὸς ἑαυτὸ κατὰ τὸν τοῦ πεποιῆσθαι λόγον, καὶ οὐδὲν οὐδενὸς διαφέρει καθὸ γέγονεν ἕκαστον· ἔστι δὲ γενητὸς καὶ ὁ Υἱὸς, οὐδενὸς ἄρα ἔσται διαφέρων ᾗ καὶ αὐτὸς γέγονεν. Εἰ δὲ πάντων τῶν γενητῶν κατὰ πάντα διαφέρει, δῆλον ὅτι καὶ κατὰ τὸν τῆς γενέσεως τρόπον, ὅπερ ἐστὶ τὸ μὴ γενέσθαι. Οὕτω γὰρ διοίσει τῶν γεγονότων. Εἰ δὲ τοῦτο, πῶς οὐ Θεός; ΑΛΛΟ. Εἰ πᾶσα ἡ κτίσις ἐν διαστήματι ἤτοι χρόνῳ γέγονεν, οὐδὲν δὲ τούτων προλαμβάνει τὴν Υἱοῦ γέννησιν, οὐκ ἄρα γέγονεν αὐτός. Εἰ δὲ προλαμβάνεται διαστήματι χρονικῷ τε καὶ γενητῷ, πῶς πάντων ἐστὶ δημιουργὸς, διαστήματι προλαμβανόμενος γενητῷ; Εἰ δ' ἀγένητον εἴη τοῦτο τὸ διάστημα, συνάμιλλον εὑρήσει Θεὸς τῆς ἑαυτοῦ ἀγενησίας τὸ διάστημα. Εἰ δὲ μήτε ῥοπὴ, μήτε διάστημα, μήτε ἄλλο τί ἐστι πρὸ τοῦ Υἱοῦ, πόθεν προϋπάρχειν λέγουσι τὸν Πατέρα, τοῦτο προϋπάρχειν σημαίνοντος οὐχ εὑρισκομένου; ΑΛΛΟ. Εἰ μηδὲν τῶν γενομένων λέλεκταί τε καὶ ἔστιν ἐπὶ πάντων Θεὸς, ἔστι δὲ ἐπὶ πάντων Θεὸς ὁ Υ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.