Logos 31 opening: God’s self-knowledge vs ours
Thirty-first discourse. Against those who say God knows nothing more of his own essence than we do.
Creaturely knowledge is not made equal to God’s self-knowledge of the unbegotten.
Greek
ΛΟΓΟΣ ΛΑʹ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Θεὸς περὶ τῆς ἑαυτοῦ οὐσίας οὐδὲν πλέον ἡμῶν ἐπίσταται· ἀλλ' ὅπερ ἂν αὐτὸς εἰδείη περὶ ἑαυτοῦ, τοῦτο καὶ ἡμεῖς ἀπαραλλάκτως. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Ἀγένητός ἐστιν, φασὶν, ἡ τοῦ Θεοῦ σοφία, καὶ τοῦτό ἐστι τὸ εἶναι αὐτῇ. Οὐκοῦν ὁ γινώσκων ὅτιπερ τοῦτο εἴη Θεὸς, εἴσεται πάντως αὐτόν. Οἶδε δὲ καὶ αὐτὸς ἑαυτὸν ἀγένητον. Οὐδὲν οὖν τὸ παραλλάττον, αὐτοῦ μὲν περὶ ἑαυτοῦ τοῦτο δοξάζοντος, ἡμῶν δὲ αὖ πάλιν οὕτως ἔχειν αὐτὸν πιστευόντων. Πρὸς τοῦτο λύσις. Γέλως μὲν ὄντως τὰ τοιαῦτα καὶ μωρία πολλὴ, μᾶλλον δὲ μανίας ἁπάσης ἐπέκεινα χωρεῖ τοῖς οὕτω διακειμένοις ὁ νοῦς. Ἄνθρωποι γὰρ ὄντες, καὶ τοσοῦτον καταβεβηκότες τὴν θείαν οὐσίαν, ὅσον αὐτῶν ὑπερέχει, τὸν αὐτὸν ἔχειν ἐκείνῃ φαντάζονται νοῦν, εἴ γε δεῖ καὶ τοῦτο λέγειν ἐπὶ Θεοῦ· οὐ γὰρ ἤκουσαν, ὡς εἰκὸς, Ἡσαΐου λέγοντος· Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ; Τίς ἔγνω νοῦν Κυρίου; Λεγόντων τοιγαροῦν ἡμῖν οἱ τὴν ἀμέτρητον καὶ ἀκατάληπτον τοῦ Θεοῦ φύσιν ἀνθρωπίνοις μετρεῖν ἐπιχειροῦντες λογισμοῖς, ὥσπερ οἱ τὸν οὐρανὸν σπιθαμῇ· τί ποτε ἄρα φήσουσιν ἀντερωτώμενοι παρ' ἡμῶν, πότερόν ποτε κατὰ τὴν ἑαυτῶν ἐπιχείρησιν, ἐν τῷ ἀγενήτῳ εἶναι τὸν Θεόν· καὶ αὐτὸ δὴ τοῦτο τὴν ἄῤῥητον οὐσίαν δηλοῦν, ἢ οὐχί; Εἰ μὲν γὰρ ἀρνήσονται, οἴχεται σύμπαν αὐτοῖς τὸ κατασκεύασμα, καὶ ἡ σοφὴ πρότασις ὡς ἕωλος εὑρεθήσεται, αὐτῶν ὅπερ ἔθεντο παραιτουμένων εἰπεῖν. Εἰ δὲ κρατύνειν οἴονται δεῖν τὸ κατασκεύασμα, καὶ οὕτω ληροῦντες ἐλεγχθήσονται. Οὐ γὰρ ἐπειδήπερ ἀγενήτως εἶναι δεῖ τὸν Θεὸν, διὰ τοῦτο πάντως καὶ ἐν τῷ ἀγενήτῳ τὸ εἶναι ἔχει. Ὅμοιον γὰρ, ὡς εἴ τις λέγοι· Ἐπειδὴ πᾶς 75.444 ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττὸς, ἐν τούτοις τὸ εἶναι ἔχει. Καὶ πάλιν· Ἐπειδὴ πᾶς ἀριθμὸς ἀναγκαίως ἐκ μονάδος σύγκειται, ἐν τῇ μονάδι τὸ εἶναι ἔχει. Καὶ πάλιν· Ἐπειδὴ πᾶς ἄνθρωπος ἐν τῷ εἶναι ζῶον λογικὸν, θνητὸν, νοῦ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.