Logos 31 rem early
Rem early: God’s self-knowledge vs ours.
Greek
καὶ ἐπιστήμης δεκτικὸν, οὐκ αὐτὸς ὑπάρξει καθ' ἑαυτὸν ὁ ἄνθρωπος, ἀλλ' ἐν τούτοις τὸ εἶναι ἕξει. Καὶ πάλιν· Ἐπειδήπερ πᾶς ἄνθρωπος ἄπτερός ἐστιν, ἐν τῷ ἄπτερος εἶναι τὸ εἶναι ἔχει. Ἀλλ' ἔστι γελοῖον τὰ τοιαῦτα καὶ μόνον ἐννοεῖν. Ἐπειδὴ γὰρ ἄνθρωπος, διὰ τοῦτο καὶ ζῶον λογικὸν, θνητόν· καὶ ἐπειδὴ ἄνθρωπος, διὰ τοῦτο ἄπτερος· καὶ ἐπειδήπερ ἀριθμὸς, διὰ τοῦτο ἐν τῷ περιττῷ καὶ ἀρτίῳ γίνεται. Οὐκοῦν ὑποκειμένης τῆς οὐσίας, πάντα λέγεται τὰ ἐπ' αὐτῇ κατηγορούμενα, οὐκ ἀναιρεθείσης τῆς οὐσίας, ὡς ὅροι τὰ ἐπισυμβεβηκότα αὐταῖς λαμβάνονται. Εἰ τοίνυν καὶ ἡ ἀγένητος φωνὴ κατηγορεῖται τῆς τοῦ Θεοῦ οὐσίας, ὡς ἕν τι τῶν περὶ αὐτὸν, οὐκ αὐτὴ τυγχάνον τὸ γὰρ μὴ γενέσθαι δηλοῖ, οὐ μὲν τῷ ἀγενήτῳ τὸ ὑπάρχειν ἕξει Θεός· ἀλλ' ὢν καὶ ὑπάρχων, ἀγένητός ἐστιν. ΑΛΛΟ. Εἰ ὅπερ ἂν ὑπάρχοι μόνῳ τῷ Θεῷ, τοῦτο πάντως καὶ οὐσία ἔσται αὐτοῦ, ἐκ πολλῶν ἡμῖν οὐσιῶν συγκείσεται. Πολλὰ γάρ ἐστιν, ἃ μόνῳ μὲν αὐτῷ κατὰ φύσιν ὑπάρχει. Ἑτέρῳ δὲ τῶν ὄντων οὐδενὶ, καὶ βασιλεὺς, καὶ κύριος, καὶ ἄφθαρτος, καὶ ἀόρατος, καὶ πρὸς τούτοις ἕτερα μυρία περὶ αὐτοῦ λέγουσιν αἱ θεῖαι Γραφαί. Εἰ τοίνυν ἕκαστον τῶν αὐτῷ προσόντων, ἐν οὐσίας τάξει κείσεται, πῶς οὐκ ἔσται σύνθετος ὁ ἁπλοῦς; Ὅπερ ἐστὶν ἐννοεῖν ἀτοπώτατον. Οὐκοῦν ἡ ἀγένητος φωνὴ, ἕν τι τῶν αὐτῷ προσόντων γνωρίζουσα, οὐκ ἔσται οὐσία, καὶ περιττὸν τὸ λέγειν ἐν τῷ ἀγενήτῳ τὸ εἶναι ἔχειν τὸν Θεόν. ΑΛΛΟ. Εἰ πᾶσα οὐσία τὸ τί ἐστι σημαίνει τὸ ὁριζόμενον οὐχὶ τί οὐκ ἔστιν (οὐ γὰρ ἄν τις εὐφρονῶν τὴν ἀνθρώπου φύσιν ὁριζόμενος λέγοι, ἄπτερος, οὐχὶ τετράπους, ἀλλὰ μᾶλλον ἐξ ὧν σημαίνεται κυριώτερον, καὶ ἐξ ὧν ἐστι, τουτέστι, ζῶον λογικὸν θνητὸν), ἡ δὲ ἀγένητος φωνὴ, οὐ τί ἐστι κατὰ φύσιν Θεὸς, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ (ὅτι γὰρ μὴ γενητός ἐστι, σημαίνει), οὐκ ἃν εἴη οὐσία, οὐδὲ ἐν αὐτῷ τὸ εἶναι ἕξει Θεός. ΑΛΛΟ. Πᾶν ὅπερ ἂν κατηγοροῖτο κατά τινος, ὡς τὸ τί ἐστιν εὖ μάλα σημαῖνον· ἢ ὡς γένος, ἢ ὡς εἶδος, ἢ ὡς διαφορὰ, ἢ ὡς ὅρος ἔσται. ∆εῖ γὰρ πάντως ἓν εἶναι τῶν εἰρημένων. Ἡ τοίνυν ἀγένητος φωνὴ πῶς ἡμῖν τὴν θείαν οὐσίαν σημανεῖ; Λεγέτωσαν οἱ τὰς ἀμαθεῖς προτάσεις εἰσφέροντες· γένος μὲν γὰρ ἢ εἶδος οὐκ ἂν εἴη, κατὰ τὴν Ἀριστοτέλους τέχνην. Κατὰ πλειόνων γὰρ κατηγορεῖται τὰ γένη καὶ τὰ εἴδη· διαφερόντων δὲ, ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. Τὸ δὲ ἀγένητος ὄνομα, οὐκ ἂν φέροιτο κατά τινος ἑτέρου, μόνῳ δὲ ὑπάρχει Θεῷ· διὸ δὴ κατ' αὐτοῦ κατ 75.445 ηγορεῖται μόνον. Οὐκοῦν οὐκ ἂν εἴη γένος τὸ εἰς εἴδη, καὶ διαφορὰς, καὶ ἀριθμὸν τέμνεσθαι μὴ δυνάμενον. Ἀλλ' ἐρεῖ τις τυχὸν, ὅρον εἶναι τὸ ἀγένητον· ἐντεῦθεν ἡμῖν καὶ τοῦτο ψεῦδος ὂν ἐλεγχθήσεται. Πᾶς μὲν γὰρ ὅρος λόγος ἐστὶ, τὸ τ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.