Thesaurus on the Holy Trinity · §logos-13-rem-close

Logos 13 rem close CLOSEOUT

Rem CLOSEOUT: unturnable likeness. LOGOS XIII CLOSEOUT.

Greek

, συγχωρήσουσι δὲ μᾶλλον ἐν ἀδιαπτώτῳ μακαριότητι τοῦ Υἱοῦ τὴν οὐσίαν ἑστάναι, παραιτείσθωσαν καὶ τὸ ἐκ μετοχῆς τῆς πρὸς τὸν Πατέρα μεμορφῶσθαι νομίζειν αὐτόν· φυσικὴν δὲ μᾶλλον καὶ οὐσιώδη τὴν ὁμοίωσιν ἀποσωζέτωσαν τῷ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθόντι Λόγῳ. ΑΛΛΟ. Τὰ ἐκ μετοχῆς τοῦ ἁγιάζειν πεφυκότος Θεοῦ πρὸς ἁγιασμὸν κεκλημένα, σώζει μὲν διὰ νήψεως ἐν ἑαυτοῖς τὸ δοθὲν, ἕτερον δὲ μεταδοῦναι τῆς ἐντεθείσης αὐτοῖς ἁγιότητος, οὐ δύναται. Οὐδεὶς γὰρ ἀνθρώπων ἐκ μετοχῆς τὸ Πνεῦμα λαβὼν, ἑτέρῳ τοῦτο χορηγήσει πώποτε, ἐπεὶ καὶ αὐτὸς κεκόμισται παρὰ Θεοῦ· μόνῃ δὲ ἁρμόσει τῇ τῆς ἁγιότητος πηγῇ, χορηγεῖν ἐξ ἑαυτῆς οἷς ἂν βούληται τὸν ἁγιασμόν. Καὶ γοῦν οἱ κατ' οὐρανὸν ὄντες ἄγγελοι, ἅγιοι μέν εἰσιν ἐκ μετοχῆς καὶ μεταλήψεως τῆς τοῦ ἁγίου Θεοῦ· ἁγιότητα δὲ δεδωκότες ἀνθρώποις οὐ φανοῦνται πώποτε. Ὁμοίως καὶ ὁ μακάριος Μωσῆς προβληθέντων ἑβδομήκοντα πρεσβυτέρων διὰ τὰς ἀπαραιτήτους χρείας τῆς συναγωγῆς, οὐκ αὐτὸς ἐδίδου τὸ Πνεῦμα, ἀλλὰ Θεὸς ἀφῃρεῖτο, καθὰ γέγραπται, ἀπὸ τοῦ ὄντος ἐν αὐτῷ, καὶ ἐνετίθει τοῖς προκεχειρισμένοις. Οὐκοῦν τοῖς ἐκ μετοχῆς ἁγίοις, φορεῖν μὲν ἔξεστι τὴν δοθεῖσαν ἀπὸ Θεοῦ χάριν· διδόναι δὲ ἑτέροις, οὐδαμῶς. Ὁ δὲ Υἱὸς, οὐχ οὕτως· ὡς γὰρ ἁγιότητος ὑπάρχων πηγὴ τοὺς μαθητὰς ἁγιάζει, λέγων· Λάβετε Πνεῦμα ἅγιον. Τοῦτο δὲ ποιῶν καὶ ὁ Πατὴρ φαίνεται· ὁ δὲ τὴν ἴσην ἔχων τῷ Πατρὶ κατὰ τὴν τοῦ ἁγιάζειν ἐξουσίαν τε καὶ δύναμιν, πῶς οὐκ ἀληθινὴν ἔχει τὴν πρὸς αὐτὸν ὁμοιότητα;

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.