Logos 14 opening: further likeness — as the Father has life
Fourteenth discourse. Still on likeness, with “as the Father has life in himself” set forward.
Life-in-himself language is shared so the Son is not a lifeless instrument.
Greek
ΛΟΓΟΣ Ι∆ʹ. Ἔτι περὶ ὁμοιότητος, προκειμένου ῥητοῦ· Ὥσπερ γὰρ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ.Τὸ δὲ συναγόμενον ἐκ τῶν συλλογισμῶν, ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατὴρ, καὶ διὰ τοῦτο ὅμοιος. Πρότασις ὡς ἐκ τῶν Ἀρειανῶν. Καὶ πῶς ἂν δύναιτο, φασὶ, κατ' οὐσίαν ὅμοιος εἶναι τῷ Πατρὶ ὁ Υἱός; Ἢ πῶς οὐκ ἔσται μετ' αὐτὸν ὁ ἐξ αὐτοῦ δεχόμενός τι, καθά φησιν αὐτός· Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ; Πρὸς τοῦτο λύσις. Οὐδὲν, ὦ βέλτιστοι, τὴν οὐσίαν ἀδικήσει τοῦ Λόγου, τὸ δέχεσθαί τι παρὰ τοῦ Πατρός. Οὐ γὰρ ἐν τῷ δέχεσθαι τὸ εἶναι ἔχει, ἀλλὰ ὢν καὶ ὑπάρχων πρότερον, δέχεταί τι. Καὶ καθὸ ἐκ Πατρὸς φυσικῶς γεγεννημένος, ἐπάγεται πάντα τὰ ἴδια τοῦ Πατρός. Ὥσπερ ἂν εἰ καὶ τὸ φῶς ἐξ ἡλίου προελθὸν, δέχεσθαί τι λέγοιτο παρ' αὐτοῦ, ἐπειδήπερ πᾶν ὅπερ ἐστὶν ἐν αὐτῷ, τοῦτο φαίνεται τοῦ τεκόντος ἡλίου, καὶ οὐ δή που τὸν ἥλιον πρὸ τοῦ ἀπαυγάσματος εἶναι καταναγκάσει, τὸ τὴν ἐξ αὐτοῦ προϊοῦσαν ἔκλαμψιν ἀμερίστως ὥσπερ ἐξ αὐτοῦ προελθοῦσαν, τὰ αὐτῷ προσόντα φορεῖν φυσικῶς. Οὐκοῦν οὐ τὸ λαβεῖν τι παρὰ τοῦ Πατρὸς ἀναγκάσει πάντως δεύτερον εἶναι τῷ χρόνῳ τὸν Υἱόν. Τῷ γὰρ ὄντι καὶ ὑφεστῶτι δώσει τι, οὐ τῷ μὴ ὄντι καὶ μή πω γενομένῳ. ΑΛΛΟ. Εἰ ἐν τῷ δέχεσθαί τι τὸ εἶναι τοῖς οὖσιν ὁριούμεθα, καὶ ἀρκεῖ τοῦτο πρὸς δήλωσιν οὐσίας κατά τινος κατηγορούμενον, τί κωλύει καὶ δυσφημοῦντας εἰπεῖν, τότε τοῦ εἶναι τὴν ἀρχὴν ἔχειν τὸν Πατέρα, ὅτε δέχεσθαί τι λέγεται παρ' ἡμῶν; Ἔξεστι γὰρ ἐπακροᾶσθαι τοῦ Ψαλμῳδοῦ λέγοντος· ∆ότε δόξαν τῷ Θεῷ. Εἰ τοίνυν οὐκ ἐν τῷ δέχεσθαι παρ' ἡμᾶς τὴν δόξαν ἔχει τὸ εἶναι ὁ Πατὴρ (ὢν γὰρ καὶ ὑπάρχων ὡς παρ' οἰκετῶν τὴν δοξολογίαν κομίζεται), οὐκ ἔσται τοῦτο τοῦ Υἱοῦ τὸ εἶναι, ἐν τῷ λαβεῖν τι παρὰ τοῦ Πατρός. Ὢν γὰρ καὶ ὑπάρχων ἀνάρχως καὶ ἀϊδίως ἐξ αὐτοῦ προελθὼν, λαμβάνειν λέγεται τἂ προσόντα αὐτῷ φυσικῶς· ὥσπερ ἂν εἰ καὶ ἐξ ἀνθρώπου προελθὼν υἱὸς, πάντα φαίνοιτο φορῶν τὰ τοῦ γεγεννηκότος, μετὰ πάντων τῶν αὐτοῦ, ἐξ αὐτοῦ καὶ τὸ εἶναι ἔχων. Ὑπερκείσθω δὲ πάλιν ἡ θεία καὶ ἄῤῥητος γέννησις, τὴν τοῦ παροισθέντος ἡμῖν ὑποδείγματος δύναμιν, καὶ νοείσθω τὸ πρᾶγμα θεοπρεπῶς. Ἀντίθεσις ὡς ἐκ τῶν χριστομάχων. Ὅτι μὲν, φασὶ, τοῖς οὖσιν ἤδη καὶ ὑφεστηκόσιν, οὐ τοῖς μὴ οὖσι δέχεσθαί τι πρεπωδέστερον, συνθησόμεθα καὶ αὐτοί. Ἀλλ' ἐκεῖνο νῦν ἀναγκαῖον εἰπεῖν, ὅτι τὸ δεχόμενόν τι παρά τινος, ὡς οὐκ ἔχον λαμβάνει.
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.