Thesaurus on the Holy Trinity · §logos-5-open

Logos 5 opening: Father does not preexist the Son

Fifth discourse. That the Father does not preexist the Son, even if he is unbegotten; he was co-eternal with him.

Unbegotten must not be twisted into “earlier.” Father and Son are together without a when in which the Father alone was.

Greek

ΛΟΓΟΣ Εʹ. Ὅτι οὐ προϋπάρχει τοῦ Υἱοῦ ὁ Πατὴρ, κἂν ἀγένητος ᾖ, ἀλλ' ἦν αὐτῷ συναΐδιος γεννητὸς ὁ Υἱός. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ ἔστιν ἀνάρχως καὶ ἀγενήτως ἀεὶ ὁ Πατὴρ, ὥσπερ οὖν καὶ ἔστιν, ἐγεννήθη δὲ ὁ Υἱὸς, πῶς οὐκ ἀνάγκη πᾶσα τὸ γεννηθὲν ἀρχῇ περιγράφεσθαι; Πρὸς τοῦτο λύσις. Οὐδεὶς ἀναγκάσει λόγος ἀνύπαρκτον εἶναι πάντως πρὸ τῆς γενήσεως τὸ γενηθὲν, ἢ καὶ ἀρχῇ περιγράφεσθαι, κἂν ὁ γεννῶν ἀγένητος ἦν. Οὐ γὰρ περί τινος τῶν καθ' ἡμᾶς ὁ λόγος ἡμῖν, ὦ οὗτος, ἵνα δὴ καὶ ἐν χρόνῳ τὸ γεννώμενον φαίνοιτο καὶ καθάπερ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι βαδίζον, ἀρχῇ περιγράφοιτο· ἀλλὰ περὶ τῆς θείας τε καὶ ἀπερινοήτου φύσεως, ἀῤῥήτως πάντα ποιούσης καὶ θεοπρεπῶς. Οὐκοῦν ὑπερβήσεται τὴν καθ' ἡμᾶς γνῶσιν καὶ ὁ τῆς θείας γεννήσεως τρόπος, καὶ οὐ τοῖς ἀνθρωπίνοις θεσμοῖς ὑπόκειται· ἀλλ' ὅσον τῆς ἐν ἡμῖν σμικροπρεπείας ἡ θεία φύσις ἀπῴκισται, τοσοῦτον ἐν τοῖς καθ' ἑαυτὴν ὑπερέχει τὰ ἡμέτερα. Παυέσθωσαν τοίνυν ἀνάγκῃ καὶ ἀρχῇ περιγράφοντες τὸν ἀνάγκης κρείττονα, καὶ ἀρχὴν μὲν τὴν ἐν χρόνῳ παραιτούμενον· λέγοντα δὲ πρὸς Μωσέα τὸν σοφώτατον· Ἐγώ εἰμι ὁ ὤν. Τῷ δὲ ἀεὶ ὄντι (τοῦτο γὰρ σημαίνει τὸ ὢν), ποίαν τις δοίη τὴν τοῦ εἶναι κατὰ χρόνον ἀρχήν; Ἄλλως τε οὐ πάντως ὅπερ ἂν τοῖς τοῦ γεννήσαντος ἰδιώμασιν ἐναντίον εἶναι δοκῇ, τοῦτο τῷ γεννηθέντι φαίνεται προσόν. Ὡς γοῦν ἔστιν ὁ Θεός· τὸ δὲ ἀντιπίπτον τούτῳ καὶ ἀντικείμενον οὐ Θεός. Ἀλλ' ἔστι Θεὸς καὶ ὁ Υἱὸς, καίτοι τοῦ Πατρὸς ὄντος Θεοῦ, βασιλέως τε ὄντος ὁμοίως τοῦ Πατρὸς, βασιλεύς ἐστι καὶ ὁ Υἱός. Ὁ δὲ αὐτὸς σώζεται λόγος ἐπί τε τοῦ ἀφθάρτου καὶ ἀοράτου, καὶ ἀσωμάτου, καὶ ὅσα τοιαῦτα πρόσεστι τῇ θείᾳ φύσει. Εἰ τοίνυν οὐ πάντως τὰ ἀντικείμενα τοῖς προσεῖναι λεγομένοις τῷ Πατρὶ, πρόσεστι τῷ Υἱῷ, οὐδὲν ἀδικήσει τοῦ Υἱοῦ τὴν οὐσίαν ἡ γέννησις, κἂν ἀγέννητος ὁ Πατὴρ τυγχάνῃ. Ἔσται δὴ αὐτῷ συναΐδιος οὐ πάντως ἔχων τὰ ἐναντία τῶν φυσικῶν ἰδιωμάτων αὐτοῦ, καθὰ δέδεικται. Ἀπόδειξις ἐφεξῆς, Ὅτι τὰ ἀντικείμενά πως πρὸς ἄλληλα κατὰ τὴν ὀνομασίαν, κοινὰ πολ λάκις ἔχει τινὰ τῶν φυσικῶν. Οὐ πάντως ὅσα κατὰ τὴν πρόχειρον φωνὴν ἤτοι τὸ ἐν λέξει σημαινόμενον ἐναντίως ἔχει πρὸς ἄλληλα, ταῦτα καὶ κατ' οὐδένα τρόπον τῶν ὅσα ταῖς οὐσίαις πρόσεστιν ἀλλήλοις ἐπικοινωνοῦντα φαίνεται. Καὶ γοῦν τὸ ζῶον ἀντίκειται τῷ μὴ ζώῳ· ἀλλ' αὔξην ἐπιδέχεται τό τε ζῶον καὶ τὸ μὴ ζῶον, οἷον ὁ ἵππος καὶ τὸ φυτόν.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.