Logos 5 rem early
Rem early: co-eternity vs temporal priority arguments.
Greek
Εἰ δὲ τούτοις καίτοι τὴν διαφορὰν ὁμοίαν οὐκ ἔχουσι κοινωνία τις περί τι πρᾶγμα γέγονε, τίς ἀναγκάσει λόγος Θεῷ καὶ Πατρὶ μηδένα κοινότητος εἶναι τόπον πρὸς Υἱὸν καὶ Θεὸν, ἐπειδὴ ὁ μὲν ἔστιν ἀγενήτως, ὁ δὲ γεννητῶς, καὶ τοῖς ὀνόμασιν ἀντιδιαστέλλεσθαί πως δοκεῖ; Οὐδὲ γὰρ τὸ εἶναι τοιῶσδε τὸν Υἱὸν, εἰ καὶ ὁ Πατὴρ μὴ οὕτως ἔχει, τὸ τῆς οὐσίας αὐτοῦ γνήσιον ἀναιρεῖ. Σημαίνει δὲ μόνον ἡ γέννησις τὸ πῶς ἐστιν, οὐδὲν εἰς ἀϊδιότητα βλάπτουσα τὸν ἀεὶ ὄντα ἐν τῷ Πατρί. ΑΛΛΟ. Ἐκ τοῦ ἀντικειμένου δεικνύον ὅτι ἄναρχος ἐν χρόνῳ ὁ Υἱός. Εἰ πᾶν ὅπερ ἂν ἐκ θνητοῦ καὶ φθαρτοῦ γεννηθείη, τοῦτο πάντως ἔσται τῷ φύσαντι προσεοικὸς, γενητὸν δηλαδὴ καὶ φθαρτὸν, ἀνάγκη πᾶσα καὶ τὸ ἐναντίον, ὅπερ ἂν ἐξ ἀγενήτου καὶ ἀφθάρτου γεγέννηται, τοῦτο πάντως ἄφθαρτον εἶναι καὶ ἀγένητον. Ἕξει τοιγαροῦν οὕτω φύσεως ὁ Υἱὸς ὅπως ἂν ἔχοι καὶ ὁ γεννήσας αὐτόν. Οὐ γέγονεν δὲ ὁ Πατήρ· οὐ γέγονεν ἄρα οὐδὲ ὁ Υἱὸς, ὁ δὲ μὴ γεγονὼς, ποίαν ἔχει τοῦ εἶναι τὴν ἀρχήν; Ἦν οὖν ἄρα τῷ Πατρὶ συναΐδιος, ΑΛΛΟ, διηγηματικῶς. Οἱ ἀπό τινος ἀρχῆς ἄρχεσθαι τοῦ γεννᾷν οἰόμενοι τὸν Θεὸν, λίαν ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχὰς, οὐδὲν αὐτῷ διδόντες πλέον ἡμῶν. Ἄνθρωπος μὲν γὰρ ἐπειδὴ τοῦ εἶναι ἤρξατο ἀναγκαίως καὶ τοῦ τίκτειν ἄρχεται, καὶ τὸ ἐξ ἑαυτοῦ γενητὸν ἔχει· ὁ δὲ Θεὸς, ἀγένητος ὢν, οὐκ ἐν χρόνῳ γεννᾷ, οὐδὲ γενητὸν ἔχει τὸν ἐξ ἑαυτοῦ· ἀλλ' ὥσπερ αὐτὸς ἄναρχός ἐστι καὶ ἀγένητος, οὕτω καὶ ὁ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν Λόγος, ἄναρχος, ἄχρονος ἔσται καὶ ἀγένητος ὥσπερ ὁ ἀποκυήσας αὐτόν. Ἐρώτησις ὡς ἐκ τῶν Εὐνομίου. Λεγέτωσαν ἡμῖν, φασὶν, ο
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.