Logos 5 rem mid
Rem mid: generation without interval.
Greek
τῷ ∆ημιουργῷ, ὁμολογείτω καὶ ὁ Υἱός· καὶ ἔστω πάλιν ἡμῖν κἀν τούτῳ παραπλήσιος, ἔξωθεν καὶ αὐτὸς γεγονὼς, καθάπερ ἡμεῖς. Ἀλλ' ἔστι τοῦτο βυθὸς δυσφημίας. Φεύγειν οὖν ἀναγκαῖον αὐτὸ, καὶ τῷ γεννήματι σώζειν τὸ ἐκ τῆς τοῦ γεγεννηκότος οὐσίας ὑπάρχειν· οὕτω γὰρ ἂν εἴη καὶ γέννημα. Ἀγένητος δὲ ἡ οὐσία τοῦ Πατρός· ἀγένητον ἄρα καὶ τὸ ἐξ αὐτῆς προελθὸν, τουτέστιν ὁ Υἱός. ΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Οὐ πάντως, φησὶ, διὰ τὸ εἶναι καρπογόνον, τέλειός ἐστιν ὁ Θεός. Ἀλλὰ Θεὸς ὢν, καὶ διὰ τοῦτο τέλειος, γέγονε καὶ Πατήρ. Πρὸς τοῦτο λύσις. Εἴπατε τοιγαροῦν ἡμῖν οἱ πρὸς τοσαύτην ἀσέβειαν ἐκβαίνειν οὐ παραιτούμενοι, εἰ ἐπισυνέβη τῷ Θεῷ τὸ γενέσθαι Πατέρα, τί ἦν ἄρα πρὶν γένηται Πατήρ; Τὸ γὰρ ὅλως ὂν, ἔστι τι πάντως· ἢ γὰρ λέγοντες οὐκ εἶναί ποτε Πατέρα τὸν Θεὸν, μαχόμενοι πάσαις εὑρεθήσεσθε ταῖς Γραφαῖς· οὐ γὰρ ἴσασι τὸν Θεὸν οὐκ ὄντα Πατέρα· ἢ καὶ αὐτοὶ συγχωροῦντες ἐνυπάρχειν ἀεὶ τῷ Θεῷ τὴν τοῦ Πατρὸς ἐπωνυμίαν, ἀναγκαίως αὐτῷ τὸ ἐξ αὐτοῦ συνεισοίσετε. Οὐ γὰρ ἂν λέγοιτο Πατὴρ οὐκ ὄντος Υἱοῦ. ΑΛΛΟ. Εἰ μέγα τι χαρίζεσθαι νομίζουσιν οἱ χριστομάχοι τῷ Θεῷ, Πατέρα μὲν ἐξ ἀρχῆς οὐχ ὁμολογοῦντες αὐτὸν, Θεὸν δὲ εἶναι διδόντες, ἀκουέτωσαν ὅτι λίαν ὑβρίζουσι, πράγματος ἀξιολογωτέρου τὴν θείαν ἀποστεροῦντες φύσιν. Θεὸς μὲν γὰρ ὡς πρὸς τὰ δοῦλα καὶ τὰ γενητὴν ἔχοντα τὴν οὐσίαν ἔχει τὴν σχέσιν· Πατὴρ δὲ ὡς πρὸς Υἱόν. Λέγοντες τοίνυν ὅτι Θεὸς μὲν ἦν ἐξαρχῆς, οὔπω δὲ καὶ Πατὴρ, τὴν πρὸς τὰ δοῦλα σχέσιν προσάπτουσι τῷ Θεῷ, τοῦ μείζονος ἀποστεροῦντες αὐτόν· κρεῖττον γὰρ τὸ Πατέρα γεννήματος εἶν
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.