Thesaurus on the Holy Trinity · §logos-5-rem-close

Logos 5 rem close CLOSEOUT

Rem CLOSEOUT: Father does not preexist the Son. LOGOS V CLOSEOUT.

Greek

χώριστος. Ἀνάγκη τοιγαροῦν, κἂν τέκῃ τὸν Υἱὸν ἐνεργητικῶς ὁ Πατὴρ, εἶναι πάντως αὐτὸν συναΐδιον· προείρηται γὰρ ὅτι τῆς ἰδίας ὑποστάσεως ἀχώριστον ἔχει τὸ τίκτειν. Οὔσης δὲ ἀεὶ τῆς ὑποστάσεως αὐτοῦ, εἶναι δεῖ πάντως καὶ τὸ ἐξ αὐτῆς προελθὸν φύσεως ὑπάρχον καρπός. Πῶς οὖν οὐκ ἔσται συναΐδιος ὁ Υἱός; ΑΛΛΟ. Ὁρῶμεν ἐν τοῖς πεποιημένοις παρὰ Θεοῦ, ὅτιπερ ὅσα τοῦ γεννᾷν τὴν δύναμιν ἔχει μεμερισμένως (οὗτος γὰρ σωμάτων νόμος), καὶ ὅταν εἰς μέτρον ἡλικίας ἔλθῃ φανερὸν, τότε καὶ ἐνεργὸν ἴσχει τὸ τίκτειν, οἷον ἄνθρωπος, ζῶον ἄλογον, καὶ φυτόν. Ταῦτα γὰρ μικρὰ ὄντα, τίκτειν οὐ δύναται· τελειούμενα δὲ, καὶ τοῦτο ποιεῖ. Τί οὖν ἐκώλυε τελείαν οὖσαν τὴν οὐσίαν τοῦ Πατρὸς τίκτειν τὸ ἐξ αὐτῆς ἀχρόνως ὡς συναΐδιον αὐτῇ; Οὐ γὰρ δήπου φήσειεν ἄν τις ὡς ἐν χρόνῳ τὸ τέλειον ἔσχεν ἡ τοῦ Πατρὸς οὐσία, ἀεὶ ὡσαύτως ἔχουσα, καὶ οὔτε προσθήκης τινὸς δεομένη, οὔτε μείωσιν ὑποστῆναι δυναμένη. Ἔδει τοιγαροῦν ἀποθαυμάζειν αὐτοὺς, εἰ μὴ συναΐδιον ἦν τῷ Θεῷ τὸ ἐξ αὐτοῦ, οὐκ ἐκ τῶν ἐναντίων ἐπερωτᾷν τὸ, Πότε γεγέννηκε τὸν Υἱόν; Τῷ γὰρ ἀεὶ τελείῳ Πατρὶ τὸ γεννᾷν ἀχρόνως πρεπωδέστατον. ΑΛΛΟ. Τοῖς διερωτῶσι φιλονεικώτερον, πότερόν ποτε γεγέννηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἀκόλουθον ἀντιθεῖναι καὶ λέγειν· Πότε τὸ πῦρ τοῦ καίειν ἤρξατο; Ἀλλ' οὐχ εὑρήσουσι δεῖξαι τούτου τὴν ἀρχήν· ἅμα τε γὰρ ἐγένετο πῦρ, καὶ ἦν καυστικόν. Εἰ τοίνυν τοῖς παρὰ Θεοῦ πεποιημένοις ὁμοῦ καὶ τὸ εἶναι καὶ τοιῶσδε εἶναι ὑπάρχει, τί κωλύσει μείζονα τῶν οἰκείων ἔργων ὁμολογεῖν εἶναι τὸν Πατέρα, ὁμοῦ καὶ τὸ εἶναι, καὶ τὸν Υἱὸν ἔχοντα γεννητῶς ἐξ ἑαυτοῦ;

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.