Thesaurus on the Holy Trinity · §logos-4-rem-close

Logos 4 rem close CLOSEOUT

Rem CLOSEOUT: there was not when the Son was not. LOGOS IV CLOSEOUT.

Greek

ἀνθρώπων ὁ λόγος· τὸ δὲ ἔξωθεν τῆς οὐσίας ἐστὶν, τότε πάντως ποιητὴν ἀποφαῖνον τὸν ἐργαζόμενον, ὅτε καὶ γίνεται· ἦν γὰρ ἐν αὐτῷ τοῦ ποιεῖν ἡ τέχνη, ἣν καὶ προεῖναι πάντως ἀνάγκη τῶν δι' αὐτῆς· πρότερον γάρ τις ἔσται τεχνίτης, εἶθ' οὔτω δημιουργός. Τοσαύτης τοίνυν μεταξὺ κειμένης διαφορᾶς, καὶ τοῦ μὲν Υἱοῦ ἅμα τῇ τοῦ Πατρὸς προσηγορίᾳ συνεπινοουμένου, καὶ συνεισβαίνοντος· ἅμα τε γὰρ Πατὴρ, εὐθὺς καὶ ὁ Υἱὸς, ἅμα τε Υἱὸς, εὐθὺς καὶ Πατὴρ, καὶ οὐκ ἂν νοηθείη χωρὶς τοῦ ἑτέρου τὸ ἕτερον. Τοῦ δὲ ποιήματος καὶ μετὰ τὴν ὕπαρξιν τοῦ ποιητοῦ δυναμένου φαίνεσθαι (οὐ γὰρ ἐκ τῆς φύσεώς ἐστι τοῦ ποιοῦντος, ἀλλὰ τέχνης εὕρημα· ἡ δὲ τέχνη φύσις οὐκ ἔστιν, ἀλλ' ἓν τῶν τῇ φύσει προσόντων), πῶς τινες ἐπὶ Θεοῦ ὡς ταυτὸν εἰσφέρουσι ποίημα καὶ γέννημα, Πατέρα δύνασθαι καλεῖν λέγοντες αὐτὸν, καὶ οὐκ ὄντος Υἱοῦ; Ἐπειδὴ καὶ δημιουργὸς ὑπῆρχε πρὸ τῶν δημιουργημάτων. Ὅμοιον γάρ ἐστιν ὡς εἴ τις καὶ τὸν ναυπηγικὴν ἔχοντα τέχνην, Πατέρα καλοίη καὶ μὴ ὄντος Υἱοῦ· ἐπεὶ καὶ ναυπηγός ἐστιν ὅσον εἰς τὴν τέχνην, καὶ τὴν τοῦ δύνασθαι ποιεῖν ἐπιτηδειότητα ἔχει, καὶ εἰ μή πω τὸ σκάφος κατεσκεύασεν. Ἀλλ' ὁ τοιοῦτος ναυπηγὸς μὲν ἔσται, καὶ πρὸ τοῦ σκάφους διὰ τὴν τέχνην. Πατὴρ δὲ οὐκέτι μή πω γεγονότος τοῦ δι' ὃν ἔσται πατήρ. Καὶ τὰ μὲν ποιήματα καὶ μὴ γεγονότα οὐκ ἀναιρεῖ τὸ δύνασθαί τινα εἶναι ποιητήν· ὁ δὲ υἱὸς οὔπω γενόμενος, ἀναιρήσει πάντως τὸ εἶναι πατέρα τινά. Ὥστε οὐκ ἂν ἴσον εἴη ποίημα καὶ Υἱός· καὶ ποιητὴς μὲν ἔστιν, ὅσον εἰς τὴν οἰκείαν φύσιν, καὶ πρὸ τῶν ποιημάτων ὁ Θεὸς, Πατὴρ δὲ οὐδαμῶς οὐκ ὄντος Υἱοῦ.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.