Thesaurus on the Holy Trinity · §logos-4-rem-mid

Logos 4 rem mid

Rem mid: before-Abraham and Wisdom texts read for eternity, not for a start in time.

Greek

συναΐδιος. ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Εἰ οὐκ ἔστιν ὁ Υἱὸς τῷ Πατρὶ συναΐδιος, ἀλλ' Ἦν ὅτε οὐκ ἦν, καθ' ὑμᾶς, ἀνάγκη συνομολογεῖν ἀτελῆ ποτε ὑπάρχειν τὴν ἁγίαν Τριάδα. Ἦν γὰρ μονὰς, ὡς εἰκὸς, πρὸ Υἱοῦ. Γέγονε δὲ ὕστερον Τριὰς, ἐπιγενομένου τοῦ λείποντος. Ἐπειδὴ δὲ πᾶν ὅπερ ἂν συμβῇ, καὶ ἀποσυμβῆναι δύναται, δέος μὴ καί τις ἡμᾶς ἀναγκάσῃ λόγος ὁμολογεῖν δύνασθαι τὴν ἁγίαν Τριάδα πρὸς ἑνάδα παλινδρομεῖν. Εἰ δὲ τοῦτο φρονεῖν ἢ λέγειν ἁπάσης ἐστὶ δυσσεβείας ἐπέκεινα, ἦν ἀεὶ μετὰ Πατρὸς τῆς ἁγίας Τριάδος τὸ πλήρωμα. ΑΛΛΟ, τούτῳ ὅμοιον. Εἰ οὐκ ἔστιν ὁ Υἱὸς ἴδιον γέννημα τῆς οὐσίας τοῦ Πατρὸς, ἀλλ' ἐξ οὐκ ὄντων ἐγένετο, ἀνόμοιος ἔσται πρὸς ἑαυτὴν ἡ ἁγία Τριὰς ἐξ οὐκ ὄντων ἔχουσα τὴν σύστασιν. Καὶ λοιπὸν τὸ κτίσμα τῷ Κτίστῃ συναριθμεῖται, καὶ τὸ ποίημα τῷ ποιητῇ συνδοξάζεται. Εἰ δὲ τοῦτο ἀσεβὲς, μία γὰρ θεότης τῆς ἁγίας Τριάδος, μία δοξολογία, κυριότης ἡ αὐτὴ, οὐκ εὐλόγως εἰς διαφόρους οὐσίας σχίζεται. Πῶς δὲ οὐκ ἄτοπον τοῦ Πατρὸς ὄντος ἀϊδίου, τὸν συγκαθήμενον αὐτῷ καὶ συμβασιλεύοντα Λόγον τολμῆσαι λέγειν οὐκ εἶναι μέν ποτε· ἐπιγεγονέναι δὲ ὕστερον, καὶ πρόσφατον ἡμῖν εἰσφέρεσθαι Θεόν; ΑΛΛΟ. Πηγὴ σοφίας καὶ ζωῆς καλεῖται καὶ ἔστιν ὁ Θεός. ∆ιὰ μὲν γὰρ Ἱερεμίου φησίν· Ἐμὲ ἐγκατέλιπονπηγὴν ὕδατος ζῶντος. Καὶ πάλιν· Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραὴλ, Κύριος. Πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν, ἀφεστηκότες ἐπὶ τῆς γῆς. Γραφήτωσαν ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν Κύριον. ∆ιὰ δὲ τοῦ Βαρούχ· Ἐγκατελίπετε τὴν πηγὴν τῆς σοφίας. Οὕτω τοίνυν ὄντος τε καὶ καλουμένο

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.