Logos 4 rem early
Rem early: chain of “was / who is / I am” said of the Word, not of creatures.
Greek
Καὶ γοῦν τῷ Φιλίππῳ λέγοντι, ∆εῖξον ἡμῖν τὸν Πατέρα, οὐκ ἐκ τῆς τῶν ποιημάτων καλλονῆς ἀναλόγως αὐτὸν θεωρεῖν ἐπιτάττει, ἀλλ' ἑαυτὸν δεικνύει, λέγων· Ὁ ἑωρακὼς, ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα. Ἕτεραι μαρτυρίαι, ὅτι ἀΐδιος ὁ Υἱός. Ὁ Ψαλμῳδὸς αὐτὸν καλεῖ, Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, οὐχ ὁ γενόμενος· ὁ Ἡσαΐας, Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. Εἰ δὲ ὁ Λόγος ἐστὶν ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, κεῖται δὲ ἐπ' αὐτοῦ τὸ, αἰώνιος, ἦν ἀεὶ δηλονότι, καὶ οὐκ ἐγένετο. ΑΛΛΟ. Γράφει Παῦλος περὶ τοῦ Λόγου· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Ψάλλει καὶ ∆αβίδ· Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμῶν. Καὶ πάλιν· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Πότε οὖν ἦν ὁ Πατὴρ χωρὶς τοῦ ἰδίου ἀπαυγάσματος; πότε δὲ οὐκ ἦν ἐν Θεῷ ἡ λαμπρότης αὐτοῦ; Καὶ πάλιν· Εἰ φῶς ἐστιν ἐκ φωτὸς τοῦ Πατρὸς ὁ Υἱὸς, πότε οὐκ ἦν ἐν Πατρὶ τὸ φῶς αὐτοῦ; Ὡς γὰρ ἀχώριστον τοῦ πυρὸς τὸ φωτίζειν, οὕτω καὶ τοῦ Πατρὸς τὸ ἐξ αὐτοῦ γεννώμενον φῶς. ΑΛΛΟ. Ψάλλει ∆αβίδ· Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων. Εἰ δὲ ὁ πᾶς χρόνος ἐν τοῖς αἰῶσι μετρεῖται, βασιλεύει δὲ ἐν αὐτοῖς ὁ Λόγος, οὐκ ἦν ἄρα χρόνος ὅτε οὐκ ἦν ὁ Υἱός. ΑΛΛΟ. Ἀπόδειξις διὰ μαρτυριῶν, ὅτι αἱ θεῖαι Γραφαὶ, τὸ ἦν, καὶ τὸ ὁ ὢν, καὶ τὸ ὑπάρχων, καὶ τὸ ἤμην, καὶ τὸ εἰμὶ, καὶ τὸ ἔστιν, ἐπὶ τοῦ Λόγου τιθέασι μόνου, ἐπὶ δὲ τῶν γενητῶν οὐκέτι, ἀλλὰ μᾶλλον τὸ ποτὲ, καὶ τὸ πρὶν, καὶ τὸ πρὸ τοῦ, καὶ τὸ γέγονε, καὶ ὅσα τούτοις ὅμοια. Ὁ Σωτὴρ τὸ ἀΐδιον τῆς ἰδίας ὑποστάσεως σημαίνων ἔλεγεν· Ἐγώ εἰμι ἡ ἀλήθεια· ἐγώ εἰμι τὸ φῶς· ἐγώ εἰμι ὁ π
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.