Logos 22 rem early
Rem early: day and hour unknown (Mk 13 / Mt 24).
Greek
εἰ δὲ γέγονεν ἄνθρωπος, συγχωρείσθω λαλεῖν καθὼς ἄνθρωπος, οὐδὲν αὐτὸν ἀδικούσης εἰς τὸν τῆς θεότητος λόγον τῆς καθ' ἡμᾶς οἰκονομίας. Τοῦτο γὰρ ἔσται τὸ παρὰ τοῦ Παύλου εἰρημένον· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἴδιον μὲν οὖν τοῦ Λόγου, καθὸ Λόγος ἐστὶ, τὸ εἰδέναι τῶν παρ' αὐτοῦ πεποιημένων τὴν ἀρχὴν καὶ τὰ τέλη· ἓν δὲ τῶν ποιημάτων ὁ χρόνος, καὶ ὁ ποιήσας αὐτὸν οἶδέ που πάντως καὶ μέχρι τίνος αὐτῷ τὸ συνεστάναι δεδώρηται. ΑΛΛΟ. Λέγει που πρὸς τὸν ἑαυτοῦ Πατέρα διαλεγόμενος Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν. Εἰ τοίνυν οἶδεν ἀκριβῶς τὴν ὥραν, ἣν ἐληλυθέναι λέγει, τί τὸ κωλύον εἰδέναι κἀκείνην, ἣν ὡς ἄνθρωπος ἀγνοεῖν μέν φησι διὰ τὸ τῇ ἀνθρωπότητι πρέπον, οἶδε δὲ πάντως ὡς Θεός; Χρὴ δὲ οὐ διὰ τὴν τοιαύτην φωνὴν κατηγορεῖν τοῦ Θεοῦ Λόγου, καὶ ῥιψοκινδύνως ἄγνοιαν αὐτῷ προσάπτειν τινά· ἀλλὰ μᾶλλον θαυμάζειν αὐτοῦ τὴν φιλανθρωπίαν, οὐ παραιτησαμένου διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν εἰς τοσαύτην ἑαυτὸν ταπείνωσιν καταγαγεῖν, ὡς πάντα φορέσαι τὰ ἡμῶν, ὧν ἓν ὑπάρχει καὶ ἡ ἄγνοια. ΑΛΛΟ. Ἐρωτητέον τοὺς χριστομάχους, ὅτου δὴ χάριν ὁ Σωτὴρ ἀγγέλους καὶ Υἱὸν ὀνομάσας, οὐδαμοῦ τοῦ 75.372 Πνεύματος ἐποιήσατο μνήμην; Οὐ γὰρ εἴρηκεν· Οὐκ οἶδε τὸ Πνεῦμα, ἀλλ' Οὐκ ἴσασιν οἱ ἄγγελοι, οὐδ' οἶδεν ὁ Υἱός· καὶ τοῦτο ἀπολελυμένως· οὐ γὰρ προστέθεικε, τοῦ Θεοῦ. ∆ῆλον οὖν ὅτι ἀγγέλους μὲν ἔφησεν ἀγνοεῖν ὡς κτίσματα. Εἰπεῖν δὲ τοῖς μαθηταῖς οὐ θελήσας, διά τινα λόγον οἰκονομίας ἀπόῤῥητον· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἵνα μὴ φαίνηται κρύπτων αὐτοὺς, καὶ διὰ τοῦτο λυπήσῃ, καὶ τὸν Υἱὸν ἔφησε μὴ εἰδέναι, ἀνθρωπινώτερον μὲν περὶ ἑαυτοῦ λέγων, ὥσπερ περὶ ἀνθρώπου· φυλάττων δὲ ἑαυτῷ τὸ εἰδέναι πάλιν πάντα ὡς Θεός. ∆ιὰ γὰρ τοῦτο οὐδὲ τὸ Πνεῦμα ἔφησεν ἀγνοεῖν. Εἰ γὰρ τὸ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ, καθὰ γέγραπται, οἶδε δηλονότι πάντα τὰ ἐν αὐτῷ. Καὶ εἰ τὸ Πνεῦμα τὸ πάντα εἰδὸς, καὶ τὰ πάντα περιεργάζεσθαι δυνάμενον, παρὰ τοῦ Υἱοῦ λαμβάνει· Ἐκεῖνο γὰρ, φησὶν, ἐξ ἐμοῦ λήψεται· πῶς ὁ Λόγος ἀγνοεῖ, ὁ τοῦ πάντα εἰδότος Πνεύματος χορηγός; ΑΛΛΟ. Εἰ πάντα δι' Υἱοῦ ὁ Πατὴρ ἐργάζεται, καθά φησιν ἡ Γραφή· χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ ὁρισθῆναι τὴν ἡμέραν καὶ τὴν ὥραν καθ' ἣν ὁ κόσμος ἕξει τὸ τέλος· ὥρισται δηλονότι καὶ τετύπωται καὶ τοῦτο δι' Υἱοῦ. Τὸ δὲ ὁρισθὲν δι' αὐτοῦ, πῶς ἀγνοεῖν δύναται; Οὐκοῦν οἶδεν ὡς Θεὸς, κἂν ἀγνοεῖν λέγῃ, καθὸ γέγονε σὰρξ, καὶ τὰ ἀνθρώπῳ πρέποντα φρονῇ. ΑΛΛΟ. Εἰ πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστι, καθά φησιν αὐτὸς, ἔχει δὲ ὁ Πατὴρ τὴν γνῶσιν τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης,
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.