Thesaurus on the Holy Trinity · §logos-22-open

Logos 22 opening: day and hour unknown (Mk 13 / Mt 24)

Twenty-second discourse. On “of that day and hour no one knows, not even the Son, but the Father alone.”

Ignorance language is read without sundering the Son’s essence from the Father who made ages and times.

Greek

ΛΟΓΟΣ ΚΒʹ. Εἰς τὸ, Περὶ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος. Ἀντίθεσις ἐκ τῶν Χριστομάχων. Καὶ πῶς, φασὶν, ἔσται κατ' οὐσίαν ὅμοιος ὁ Υἱὸς τῷ Πατρὶ, λέγων μὴ εἰδέναι τὴν ἡμέραν τῆς συντελείας τοῦ αἰῶνος· καίτοι τοῦ Πατρὸς εἰδότος, ὥς φησιν αὐτός;Πολὺ γὰρ ἐν τούτῳ τὸ ἀνόμοιον φαίνεται, καὶ φυσική τις διάστασις. Πρὸς τοῦτο λύσις. Εἰ αὐτός ἐστι ποιητὴς αἰώνων, καὶ χρόνων, καὶ και 75.369 ρῶν, ἔστι δὲ οὕτως, πῶς ὡς μίαν ἡμέραν καὶ ὥραν ἀγνοήσας παρ' ὑμῖν κρίνεται; Πῶς δὲ ἅπερ αὐτὸς ἐποίησε, μὴ εἰδέναι δύναται; Ἔστι τοίνυν ἐξετάσαι τὰ εἰρημένα παρ' αὐτοῦ πρὸς τοὺς μαθητάς. Καὶ σαφῶς ἔστιν ἐντεῦθεν ἰδεῖν, ὅτιπερ οἶδεν καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν ὡς Θεὸς, κἂν ἀποδεικνύων ἐν ἑαυτῷ τὸ ἀνθρώπινον, μὴ εἰδέναι λέγῃ. Εἰ γὰρ τὰ ἐσόμενα πάντα πρὸ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης διηγεῖται σαφῶς, καί φησιν· Ἔσται μὲν τόδε, συμβήσεται δὲ ἐκεῖνο, εἶτα τὸ τέλος· δῆλον ὅτι τὰ πρὸ αὐτῆς εἰδὼς, καὶ αὐτὴν ἐπίσταται. Μετὰ γὰρ τὰ εἰρημένα παρ' αὐτοῦ, τίθησιν, ὅτι Τὸ τέλος ἐστί. Τέλος δὲ τί ἂν ἕτερον εἴη ἢ πάντως ἡ ἐσχάτη ἡμέρα, ἣν ἀγνοεῖν ἔφησεν οἰκονομικῶς, ἀποσώζων πάλιν τῇ ἀνθρωπότητι τὴν αὐτῇ πρέπουσαν τάξιν; Ἀνθρωπότητος γὰρ ἴδιον τὸ μὴ εἰδέναι τὰ μέλλοντα. ΑΛΛΟ, διηγηματικῶς. Ἐν ταῖς τοῦ Σωτῆρος φωναῖς ἀνάγκη τὸν χρόνον ἐξετάζεσθαι, καθ' ὃν εἴρηται παρ' αὐτοῦ· οὕτω γὰρ τὸ πλανᾶσθαι διαφευξόμεθα. Εἰ μὲν οὖν πρὸ τῆς ἐνανθρωπήσεως ὁ τοῦ Θεοῦ Λόγος εὑρίσκεταί που ταπεινόν τι περὶ ἑαυτοῦ λαλήσας, ἀπτέσθω τῆς θεότητος αὐτοῦ, καὶ φερέσθω κατ' ἐκείνης τὰ ῥήματα. Εἰ δὲ ὅτε γέγονε σὰρξ, ἀνθρωπίναις ἐχρήσατο φωναῖς, ἵν' ὄντως ἑαυτὸν καὶ ἄνθρωπον ὄντα δείξῃ, πῶς οὐκ ἀκόλουθον εἰς τὴν ἀνθρωπότητα φέρειν τὰ ἀνθρωπίνως εἰρημένα; Τοῦτο γάρ ἐστιν ἀποδέχεσθαι τῆς οἰκονομίας τὸν τρόπον. Εἰ μὲν γὰρ οὐ γέγονεν ἄνθρωπος, λαλείτω πάντα ὡς Θεός·

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.