Logos 21 rem close CLOSEOUT
Rem CLOSEOUT: Heb 3 — apostle and high priest. LOGOS XXI CLOSEOUT.
Greek
ῦ, καὶ ἅπερ ἂν ὁ Υἱὸς ἐπιτελῇ, ταῦτα πάντως ὁ Πατὴρ ἐργάζεται. ∆ιὰ τοῦτό φησιν ὁ Σωτήρ· Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν· ὁ δὲ Πατὴρ ἐν ἐμοὶ 75.365 μένων, ποιεῖ τὰ ἔργα αὐτός. Γίνεται τοίνυν Κύριος καὶ Χριστὸς, ὅτε καὶ ἄνθρωπος γεγονὼς, καὶ διὰ τοῦτο χρηματίσας δοῦλος, ἐκλήθη καὶ Ἰησοῦς. Οὐ γὰρ ἀπαρατηρήτως ὁ ἅγιος ἔφη μαθητής· Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός· ἀλλὰ προσέθηκεν, ὅτι Τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Χρὴ δὲ πάλιν εἰς τὴν τῶν γεγραμμένων ἀκρίβειαν ἐφορᾷν. Οὐ γὰρ εἶπεν ὅτι πεποίηκεν ἑαυτῷ Λόγον ἢ Υἱὸν, ἀλλὰ Κύριον καὶ Χριστὸν, ὅπερ οὐκ ἀρχὴν σημαίνει τοῦ εἶναι, ἀλλὰ τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάστασιν. Ὅπως δὲ γέγονε Κύριος ἢ Χριστὸς, ἐν τοῖς ἀνωτέρω προείρηται. Ἄλλως τὸ αὐτό. Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς, οὐκ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγων· ἦν γὰρ ἀεὶ καὶ πρὸ τῆς σαρκώσεως ὁ τοῦ Θεοῦ Λόγος, καὶ οὐκ ἄν τις εὖ φρονῶν τὸ ἐποίησεν ἐνθάδε κατὰ τῆς οὐσίας ἐκλάβοι, ἵνα μὴ ἀσεβεῖν ἀναγκάζηται· τότε πρῶτον διδοὺς ὑπάρξαι τὸν τοῦ Θεοῦ Λόγον, ὅτε γέγονεν ἄνθρωπος· ἀλλὰ τὸ ἐποίησεν, ἀντὶ τοῦ, ἀπέδειξε, νοητέον. Οὕτω καὶ αὐτὸς ὁ Πέτρος τοῖς Ἰουδαίοις προσδιαλεγόμενος ἔφασκεν· Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, καθὼς αὐτοὶ οἴδατε. Οὐκοῦν διὰ τῶν ἔργων δεικνύων ἐνυπάρχον αὐτῷ τοῦ Πατρὸς τὸ ἀξίωμα, Κύριος γίνεται τῶν πιστευσάντων εἰς αὐτόν· ἀναδείκνυται δὲ ὅτι καὶ αὐτός ἐστιν ὁ Χριστός. ∆ιὰ γὰρ τοῦτο τοῖς Ἰουδαίοις ἀπειθοῦσιν ἔλεγε· Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ πάλιν· Εἰ οὐ ποιῶ τὰ ἕργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ διὰ τοῦ δύνασθαι ποιεῖν τὰ ἔργα τοῦ Πατρὸς καὶ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, εἶναί τε ὁμοίως ἐν Πατρὶ, Θεὸς ὣν ἀληθινὸς ἀναδείκνυται, κατὰ τοῦτο γέγονε τῶν εἰς αὐτὸν πιστευσάντων Κύριος, ἐφάνη δὲ καὶ αὐτὸς ὢν ὁ Χριστός· εἰ δὲ παρὰ Θεοῦ πεποιῆσθαι Κύριος λέγεται, καὶ τοῦτο ἔχει καλῶς. Ἐπιγινωσκόμενος γὰρ διὰ τῶν ἔργων γνήσιόν τε καὶ ἀληθινὸν τοῦ Θεοῦ γέννημα, κυριεύει τῶν ἀπειθούντων πάλαι, τῷ τε οἰκείῳ ἀξιώματι καὶ τῇ ἐκ Πατρὸς εὐγενείᾳ μαρτυρούμενος ὡς Θεός. Ἐπειδὴ γὰρ ὅλως ἐγνώσθη Θεοῦ ὑπάρχων Υἱὸς, γέγονε καὶ Κύριος, οὐ τότε πρῶτον τοῦ εἶναι Κύριος ἀρξάμενος (ἦν γὰρ ἀεὶ καὶ Θεὸς καὶ Κύριος), ἀλλ' ὅτε παρὰ τοῖς πεπιστευκόσιν ἐγνώσθη, τότε γεγονὼς καὶ ἐπ' αὐτοὺς Κύριος. Ἀπόδειξις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι ὁ Λόγος ἦν ἀεὶ Κύριος καὶ βασιλεύς. Ὁ Ἀβραὰμ αὐτὸν προσεκύνει, Κύριον ἀποκαλῶν. Ὁ Μωσῆς ὁμοίως φησί· Καὶ Κύριος ἔβρεξε παρὰ Κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμοῤῥα. Ὁ Ψ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.