Logos 6 rem early
Rem early: will language sorted away from creaturely making.
Greek
Εἰ ἁπλοῦς καὶ ἀσύνθετός ἐστι καὶ νοεῖται Θεὸς, πῶς διαφόρους καὶ ποικίλας ἔχει τὰς ἐνεργείας, πολλὰ ποιημάτων εἴδη κατὰ καιροὺς ἐργαζόμενος; Εἰ δὲ οὐδὲν εἰς τὸ ἁπλοῦς εἶναι βλαβήσεται διαφόρως ἐν ἑκάστῳ τῶν ὄντων ἐνεργῶν, ἐπεὶ μὴ κατὰ σῶμά ἐστιν, ἄνω σωμάτων καὶ ἐν τῷ γεννᾷν κείσεται. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ βούλεσθε, φησὶ, τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προεληλυθότα λέγειν, ἀνάγκη πρότερον ὁμολο γεῖν προϋποκεῖσθαι τοῦτον ἐν αὐτῷ. Οὕτω γὰρ δὴ καὶ ἐξ αὐτοῦ προελθὼν φαίνοιτο. Καὶ εἰ τὸν Υἱὸν ἐγέννησεν ὁ Πατὴρ, καὶ ἕτερον ἐπ' αὐτῷ οὐδένα τέξεται (μονογενὴς γὰρ), ἀφῃρῆσθαι καὶ αὐτὸν ἀνάγκη λέγειν τῆς γεννητικῆς δυνάμεως, ἠλαττῶσθαι δὲ καὶ ἐκ μέρους, γεννηθέντος ἅπαξ τοῦ Υἱοῦ καὶ μηκέτι ὄντος ἐν αὐτῷ καθάπερ καὶ πρότερον. Πρὸς τοῦτο λύσις. Πάλιν τὰ σωμάτων ἴδια τῇ τοῦ Θεοῦ φύσει περιτιθεὶς οὐκ ἐρυθριᾷς; Οὐ γὰρ καθάπερ σῶμα ἐν σώματι τὸν Υἱὸν ἐν Πατρὶ κεῖσθαι δίκαιον ἐννοεῖν. Οὐδὲ ὥσπερ τὰ ἐξ ἡμῶν γεννώμενα τῇ τῶν γεννώντων ὀσφύϊ περιέχεσθαι πιστεύειν εὐπρεπὲς, οὕτω καὶ ἐπὶ τοῦ θείου γεννήματος φρονητέον. Εἰ γάρ τις εἰς τοῦτο προβαίνει τόλμης ὡς εἰς τὴν τῶν σωμάτων ἀθλιότητα τὴν ἄῤῥητον τοῦ Θεοῦ καταφέρειν οὐσίαν, τί κωλύσει λέγειν μηδὲ ὅλως γεγεννηκέναι τὸν Πατέρα; Ἐπεὶ τὸ τίκτειν μητρὶ μᾶλλον ἢ ἀνδρὶ πρεπωδέστερον; Ἐπειδὴ δὲ οὔτε σῶμα Θεὸς, οὔτε μὴν τὴν ἐν τοῖς σώμασιν ἔχει διαφορὰν (ἄρσεν γὰρ καὶ θῆλυ μόνον ἐν τοῖς τῶν σωμάτων ζητεῖται σχήμασιν), ἁπλοῦς δὲ καὶ ἀσώματος, καὶ αὐτὸ δὴ τοῦτο νοῦς ὁ πάντων καθαρώτατος, διὰ ταύτην οἶμαι τὴν αἰτίαν χρῆναι δεῖν τοὺς ὅσοι τὴ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.