Logos 15 opening: Proverbs 8:22 — the Lord created me
Fifteenth discourse. On Proverbs 8:22, “The Lord created me a beginning of his ways.”
The Arian proof-text is met so that “created” does not make the Son a creature by nature.
Greek
ΛΟΓΟΣ ΙΕ. Εἰς τὸ ἐν ταῖς Παροιμίαις, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ὅτι τὸ, ἔκτισεν, οὐ κατὰ τῆς οὐσίας τοῦ Λόγου κεῖται· οὐδὲ κτίσμα ἢ ποίημα ὁ Υἱός. Οἱ τῆς Ἀρείου μανίας προστάται τὴν ἑαυτῶν ἀσέβειαν πιθανοῖς, ὡς οἴονται, καλλωπίζοντες ῥήμασι, λέγουσι· Κτίσμα ἐστὶν ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς ἒν τῶν κτισμάτων· ποίημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν γεννημάτων. Πρὸς ταῦτα λύσεις ἐφεξῆς διάφοροι. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, πῶς οὐχ ἓν τῶν ποιημάτων· καὶ εἰ ὅλως κτίσμα, πῶς οὐχ ἓν τῶν κτισμάτων; Ἔστι γὰρ τοῦτο φρονεῖν γελοιότατον. Εἰ γὰρ ὅλως κτίσμασιν ἢ ποιήμασιν οὐκ ἔστιν ἐναρίθμιος ὁ Υἱὸς, οὔτε κτίσμα ἂν εἴη οὔτε ποίημα. Εἰ δὲ ἐκτίσθη καθ' ὑμᾶς καὶ πεποίηται, πῶς οὐκ ἀναγκαίως ὡς ἓν ἔσται τῶν γενομένων; ΑΛΛΟ. Φασὶν ὅτι ποίημά ἐστιν ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων. Καὶ νομίζουσι μὲν, ἐξαίρετόν τινα διὰ τούτου προσάγειν αὐτῷ τὴν τιμὴν, ἐπειδήπερ ποίημα μὲν εἶναι, οὐ μὴν ὡς ἕν τι τῶν ποιημάτων ὁμολογοῦσιν αὐτόν. Ἀλλ' οὐδὲν ἐν τούτῳ τὸ ἐξαίρετον· ἀλλ' ἕν τι καὶ αὐτὸς τῶν ἄλλων φανεῖται. Ἕως γὰρ ἂν ἐπ' αὐτοῦ τὸ πεποιῆσθαι κρατῇ, καὶ εἶναι κτίσμα πιστεύηται, οὐδέν τι τῶν ἄλλων κατὰ τοῦτο διοίσει, κἂν διαλλάττῃ κατὰ τὴν φύσιν, ἢ κατά τινα τρόπον ἕτερον. Οὕτω γὰρ ἄν τις ἔχοντα βλέποι τὰ πεποιημένα παρὰ Θεοῦ συγκρίνων πρὸς ἄλληλα. Εὑρήσει γὰρ αὐτὰ καὶ ταῖς ὑπεροχαῖς νικῶντα πολλάκις τὰ ἕτερα, καὶ ταῖς φύσεσιν ἐξηλλαγμένα, ὡς δύνασθαί τινα λέγειν ἐφ' ἑκάστου τε ἐκείνων, ποίημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων. Ὁ ἥλιος τυχὸν ποίημα μὲν, οὐχ ὡς ἓν δὲ τῶν ποιημάτων· οὐ γὰρ ἔστιν ἕτερος ἥλιος. Ἡ σελήνη ὁμοίως, ὁ οὐρανὸς, οἱ ἀστέρες, ἡ γῆ· πάντα γὰρ ταῦτα ποιήματα, καὶ ἕκαστον αὐτῶν, οὐχ ὡς ἓν τῶν ποιημάτων. Μόνον γὰρ τὸ γενέσθαι κοινὸν ἔχει τὰ κτίσματα· τὸ δὲ σχῆμα καὶ τὴν φύσιν, ἕκαστον ἰδιάζουσαν. Οὐδὲν οὖν τὸ πλέον ἐν Υἱῷ πεποιῆσθαι λεγομένῳ, κἂν ἕτερόν τι μέγα καὶ ἐξαίρετον ὑπάρχῃ παρὰ τὰ ἄλλα ποιήματα. Τί γὰρ ὠφελήσει τὸν ἥλιον εἰς τὸ μὴ εἶναι ποίημα, τὸ πολὺ τῶν ἀστέρων ὑπερέχειν; Ὁ δὲ αὐτὸς οὗτος κρατήσει λόγος καὶ ἐπὶ τῶν ἐν οὐρανῷ λογικῶν δυνάμεων, αἷς πάλιν τὸ μὲν πεποιῆσθαι κοινόν ἐστιν. Ὁ δὲ τοῦ τί ἕκαστον εἴη λόγος, ἐξηλλαγμένος. ΑΛΛΟ.
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.