Logos 15 rem early
Rem early: Proverbs lemma.
Greek
Εἰ ποίημά ἐστι, καθ' ὑμᾶς, ὁ Υἱὸς, καὶ τοῦτο ὢν ἔχει τὸ δύνασθαι κτίζειν, διὰ τὸ μὴ ὡς ἓν ὑπάρχειν τῶν ἄλλων ποιημάτων, ἔστω ποιητικὰ καὶ τὰ ἕτερα κτίσματα, διὰ τὸ ποικίλην ἐν αὐτοῖς εἶναι τὴν φύσιν· καὶ ἕκαστον αὐτῶν εἶναι ποίημα μὲν, οὐχ ὡς ἓν δὲ τῶν ἄλλων. Εἷς γὰρ ὁ οὐρανὸς, ἥλιος εἷς, μία σελήνη, φύσις ἀστέρων μία, μία τε γῆ, εἷς ἄνθρωπος ὅσον εἰς οὐσίαν· καὶ τούτων οὐδὲν ἀλλήλοις ἐπικοινωνεῖ κατὰ τὸν τῆς φύσεως λόγον, εἰ καὶ πᾶσι τὸ πεποιῆσθαι κοινόν. Ἀλλ' οὐδὲν ἐν τοῖς κτίσμασι φαίνεται δημιουργοῦ, ἀλλὰ μᾶλλον προσκυνεῖ τὸν δημιουργὸν τοῦ Θεοῦ Λόγον, καὶ τοῦ ποιητοῦ τὴν δόξαν ἀναβοᾷ· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Καὶ καθάπερ ὁ Ἔσδρας φησί· Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν προσκυνεῖ, καὶ πάντα τὰ ἔργα αὐτὴν σείεται καὶ τρέμει. Ὁ δὲ Υἱὸς περὶ ἑαυτοῦ φησιν· Ἐγώ εἰμι ἡ ἀλήθεια. Οὐκ ἄρα ποίημά ἐστιν, οὐδὲ κτίσμα διὰ τοῦτο κτίζειν δυνάμενος, ὅτι μὴ ὡς ἕν ἐστι τῶν ποιημάτων, ἀλλ' ὅτι τῆς τοῦ Πατρὸς οὐσίας ἴδιον ὑπάρχων γέννημα, ὅλον τε ἐν ἑαυτῷ δεικνύων αὐτὸν, ἔχει καὶ τὸ δύνασθαι κτίζειν ὡς ὁ Πατήρ. ΑΛΛΟ. Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, προσκυνεῖται δὲ παρὰ τῶν ἄλλων κτισμάτων, διὰ τὸ ἕτερόν τι ὑπάρχειν παρ' αὐτὰ, καὶ εἶναι μὴ ὡς ἓν τῶν κτισμάτων, ἔδει κἀκεῖνα προσκυνεῖσθαι παρ' ἀλλήλων, διὰ τὸ ἐξηλλαγμένην ἔχειν τὴν φύσιν πρὸς ἄλληλα. Πολλὴ γὰρ ἐν τοῖς ποιήμασιν ἡ διαφορά· καὶ ἔστιν ἕκαστον ἰδεῖν ἐν ἰδιαζούσῃ φύσει
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.