Logos 34 opening: Spirit texts: God dwelling is Spirit indwelling
Thirty-fourth discourse. Sequence of texts showing the Spirit is God, shares the Son’s energy, and that when God is said to dwell in us it is the Spirit who indwells.
Indwelling and power lemmas keep the Spirit with Father and Son, not alien to their essence.
Greek
ΛΟΓΟΣ Λ∆ʹ. Παράθεσις ῥητῶν ἐφεξῆς, ἐν οἷς ἔστι τὸν ἐπι τηροῦντα θεωρεῖν, ὅτι Θεὸς τὸ Πνεῦμα, καὶ τὴν αὐτοῦ ἐνέργειαν ἔχον τῷ Υἱῷ πανταχοῦ, καὶ οὐκ ἀπεξενωμένον τῆς οὐσίας αὐτοῦ· ὁμοῦ δὲ διδάσκουσιν ὅτι Θεοῦ λεγομένου κατοικεῖν ἐν ἡμῖν, τὸ Πνεῦμά ἐστι τὸ ἐνοικοῦν.Πρὸς Τιμόθεον ὁ Παῦλος· Τὴν καλὴν παραθήκην φύλαξον, διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Πρὸς Ῥωμαίους· Οὐ τολμῶ μὲν λαλεῖν τι, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. Καὶ πάλιν· Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς. Πρὸς Κορινθίους· Ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε 75.576 ἀπὸ τοῦ Θεοῦ; Καὶ πάλιν· Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν Πνεῦμά ἐστιν. Ἰδοὺ σαφῶς ἐνθάδε Πνεῦμα λέγει Κύριον· σαφέστερον δὲ τοῦτο ποιῶν, ἐπιστέλλει πάλιν περὶ τῶν Ἰουδαίων· Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῆς Παλαιᾶς ∆ιαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ' ἕως σήμερον ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Καὶ πάλιν· Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ὅτε τοίνυν εἷς ἐστι Κύριος Ἰησοῦς Χριστὸς, κατὰ τὴν τοῦ Παύλου φωνὴν, Κύριον δὲ τὸ Πνεῦμα καλεῖ, οὐδεμίαν ἄρα φύσεως οἶδε διαφορὰν τοῦ Υἱοῦ καὶ Πνεύματος, ἀλλ' ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυσικῶς ὑπάρχον τῷ τῆς κυριότητος ὀνόματι καλεῖ. ΑΛΛΟ. Γράφει πάλιν· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν· τὸ Πνεῦμα λέγων τὸ ἐνοι
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.