Thesaurus on the Holy Trinity · §logos-34-rem-early

Logos 34 rem early

Rem early: Spirit texts: God dwelling is Spirit indwelling.

Greek

κοῦν ἐν ἡμῖν. Ὅτε τοίνυν νοῦς ἀπεκλήθη Χριστοῦ· πῶς ἂν εἴη τῶν πεποιημένων, οὐκ ἐνδεχομένου τὴν θείαν καὶ ἀκήρατον φύσιν ἔχειν τι τῶν ἔξωθεν οὐσιωδῶς ἐν αὐτῇ; ΑΛΛΟ. Εὑρίσκεταί που γεγραμμένον, μᾶλλον δέ φησιν ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης· Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν ὁ Θεὸς, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν. Εἰ τοίνυν ἐνοικισθέντος ἡμῖν διὰ μετοχῆς τοῦ Πνεύματος, Θεός ἐστιν ὁ ἐνοικῶν, καὶ ἡμεῖς μὲν ἐν αὐτῷ γινόμεθα, αὐτὸς δὲ πάλιν ἐν ἡμῖν, διὰ τὸ Πνεῦμα φορεῖν, πῶς οὐκ ἔσται τὸ Πνεῦμα Θεὸς, ὅλην ἔχων οὐσιωδῶς ἐν ἑαυτῷ τὴν ἰδιότητα τοῦ Πατρὸς καὶ Θεοῦ, οὗ καὶ Πνεῦμά ἐστι δι' Υἱοῦ τῇ κτίσει χορηγούμενον; ΑΛΛΟ. Φησί που Χριστὸς Ἰουδαίοις προσδιαλεγόμενος· Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ; Καὶ δάκτυλόν φησιν ἐνθάδε τὸ Πνεῦμα τὸ ἅγιον, τρόπον τινὰ τῆς θείας οὐσίας ἐκπεφυκὸς καὶ φυσικῶς αὐτῆς ἐκκρεμάμενον, ὥσπερ καὶ ὁ δάκτυλος ἐκ τῆς ἀνθρωπείας χειρός. Βραχίονα μὲν γὰρ καὶ δεξιὰν Θεοῦ τὸν Υἱὸν ἀποκαλοῦσιν αἱ θεῖαι Γραφαὶ, κατὰ τό· Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. Καὶ πάλιν· Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν· γνόντες δὲ αἰσχυνθήσονται. Ὥσπερ οὖν ὁ βραχίων φυσικῶς ἐνήρμοσται τῷ ὅλῳ σώματι, πάντα ἐνεργῶν ὅσαπερ ἂν δόξῃ τῇ διανοίᾳ, καταχρίει δὲ συνήθως, τῷ δακτύλῳ πρὸς τοῦτο κεχρημένος· οὕτω τὸν μὲν τοῦ Θεοῦ Λόγον ἐξ αὐτοῦ καὶ 75.577 ἐν αὐτῷ φυσικῶς ἡρμοσμένον, ἵν' οὕτως εἴπω, καὶ ἐμπεφυκότα λογιζώμεθα, ἐν δὲ τῷ Υἱῷ φυσικῶς τε καὶ οὐσιωδῶς διῆκον παρὰ Πατρὸς τὸ Πνεῦμα, δι' οὗ τὰ πάντα χρίων ἁγιάζει. Οὐκοῦν οὐκ ἀλλότριον οὐδὲ ἀπεξενωμένον τὸ Πνεῦμα τὸ ἅγιον τῆς θείας φύσεως φαίνεται, ἀλλ' ἐξ αὐτῆς καὶ ἐν αὐτῇ φυσικῶς. Ὥσπερ οὖν καὶ ὁ τοῦ σώματος δάκτυλος ἐν τῇ χειρὶ, ὁμοφυὴς ὢν αὐτῇ, καὶ ἡ χεὶρ αὖ πάλιν ἐν τῷ σώματι οὐχ ἑτεροούσιος ὡς πρὸς αὐτὸ τυγχάνουσα. Τούτων δὲ ἡμῖν ἐχόντων τῇδε, Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι, καὶ οὐχ ἑτέρως. ΑΛΛΟ. Λέγει που Ψάλλων ὁ μακάριος ∆αβὶδ, καὶ τοὺς λόγους ἀνατείνων πρὸς τὸν Θεόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Ὅτε τοίνυν τὸ Πνεῦμα καὶ πρόσωπον ἀποκαλεῖ τοῦ Πατρὸς ὡς ἐξεικονίζον διὰ τῆς θεοπρεποῦς ἐνεργείας τὴν ἐξ ἧς ἐστιν οὐσίαν· ἀποκαλεῖ δὲ καὶ χεῖρα διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ παντουργὸν δύναμιν, πῶς οὐκ ἂν εἴη Θεὸς κατ' οὐσίαν τῷ Πατρὶ συνημμένον, ἐξ αὐτοῦ τε ὂν καὶ ἐν αὐτῷ, ὥσπερ οὖν

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.