Logos 28 opening: advanced in wisdom (Lk 2:52)
Twenty-eighth discourse. On Luke’s “Jesus advanced in wisdom and stature and favor.”
Advance is kept with the assumed humanity, not as incompleteness of the Word’s essence.
Greek
ΛΟΓΟΣ ΚΗʹ. Εἰς τὸ παρὰ τῷ Λουκᾷ κείμενον, Ἰησοῦς δὲ προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς δύναιτο, φησὶν, ἴσος εἶναι κατ' οὐσίαν τῷ Πατρὶ, ὁ μὴ τέλειος ὤν; Ἰδοὺ γὰρ φαίνεται προ 75.424 κόπτων ἐν σοφίᾳ. Ὁ δέ γε Πατὴρ ἀνενδεὴς ὢν, οὐκ ἐπιδέχεται προκοπήν.Πρὸς τοῦτο λύσις. Ἐρωτῆσαι προσήκει τοὺς χριστομάχους, περὶ τίνος εἰρῆσθαι νομίζουσι τὸ, Προέκοπτεν ἐν σοφίᾳ καὶ χάριτι. Ἀλλ' ἐροῦσι δηλονότι περὶ τοῦ Ἰησοῦ Χριστοῦ. Εἶτα, ὧ πάντων ἀνοητότατοι, τίνα οἴεσθε ἢ ποδαπὸν εἶναι τὸν Χριστὸν περὶ οὗ νῦν ὁ λόγος ἐστὶ τῷ Λουκᾷ; Εἰ μὲν οὖν κοινὸν ἄνθρωπον εἶναι πιστεύετε, καὶ πλέον οὐδὲν ἔχειν τῶν ἄλλων ὑπολαμβάνετε, προκοπτέτω καὶ αὐτὸς, ὡς ἄνθρωπος. Εἰ δὲ Θεός ἐστιν ἐνανθρωπήσας, καὶ Λόγος, καθὰ γέγραπται, γενόμενος σὰρξ, ποίαν ἐπιδέξεται προκοπήν; ἢ πῶς ἀτελής ἐστιν ὁ ὑπάρχων ἴσα Θεῷ; Ἀνάγκη γὰρ ἀτελῆ κἀκεῖνον ὑπάρχειν, ᾧ ἐστιν ἴσος, ἂν οὕτως ἔχει καθ' ὑμᾶς. Εἰ δὲ τοῦτο φρονεῖν τε καὶ λέγειν δυσσεβὲς, καὶ παρ' ὑμῖν αὐτοῖς ἤδη φαίνεται (τέλειον γὰρ εἶναι δεδώκατε τὸν Πατέρα), ἀνάγκη τέλειον εἶναι πιστεύειν καὶ τὸν ἴσον αὐτῷ Υἱόν. Οὐκοῦν οὐ καθὸ Λόγος ἐστὶ, προκόπτειν λέγεται, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος· καὶ φύσιν πεφόρηκε τὴν τούτου δεκτικήν. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Θεοῦ Λόγου, ὅτι καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχει, καὶ ἔστιν ἴσα Θεῷ. Εἰ τοίνυν ἐν ἰσότητι τοῦ Πατρὸς ὑπάρχων προκοπὴν ἐπιδέχεται, καὶ προέκοψεν ὄντως, ἔστι τι μείζων τοῦ Πατρὸς, καὶ ὑπερήλατο τὸν γεννήσαντα ὁ προκόψας Λόγος, ἂν οὔτως ἔχῃ καθ' ὑμᾶς. Ἀλλὰ τοῦτο τῶν ἀτοπωτάτων. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστίν· ἔστι γὰρ τέλειος ὡς ὁ Πατὴρ, ἀλλ' εἴρηται καὶ τοῦτο διὰ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν. ΑΛΛΟ. Εἰ προέκοψεν ὁ Λόγος ὅτε γέγονεν ἄνθρωπος, καὶ τὴν ἡμῶν ἐφόρεσε σάρκα, οὐκ αὐτὸς ὠφέλησεν ἡμᾶς ἐνανθρωπήσας, ἀλλὰ μᾶλλον ἡ σὰρξ αὐτῷ γέγονε τῆς τελειώσεως πρ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.