Thesaurus on the Holy Trinity · §logos-28-rem-early

Logos 28 rem early

Rem early: advanced in wisdom (Lk 2:52).

Greek

όξενος. Εἰ γὰρ ὄντως προέκοψεν, ὅτε γέγονε σὰρξ, ἀτελὴς ἦν ἄρα πρὸ τῆς ἐπιδημίας· καὶ νῦν τετελείωται καθ' ὑμᾶς. Πῶς οὖν εὐχαριστοῦμεν ὡς δι' ἡμᾶς ἐνανθρωπήσαντι, δέον αὐτὸν καὶ χάριν ὁμολογεῖν τῷ πράγματι; Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκ ἄρα προέκοψεν ᾗ Λόγος ἐστὶν, ἀλλ' εἴρηται τοῦτο διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. ΑΛΛΟ. Πολλοῖς ὀνόμασιν ὁ Λόγος τοῦ Θεοῦ καλεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Εἴρηται γὰρ καὶ ἔστιν Υἱός· ἐκλήθη καὶ σοφία, ὠνόμασται καὶ Θεὸς, καὶ δύναμις, καὶ μορφὴ, καὶ εἰκὼν τοῦ Πατρός. Εἰ δὲ ταῦτα ὢν σύμπαντα προκόπτει, τί ἄρα μεῖζον ἔχουσιν εἰπεῖν Υἱοῦ καὶ σοφίας, καὶ δυνάμεως, καὶ Θεοῦ, καὶ τῶν ἄλλων ἁπάντων, ἵνα μή τις τὰ καθ' ἕκαστον λέγοι; Ἀλλ' ἔστι 75.425 τοῦτο φρονεῖν δυσσεβές. Θεοῦ γὰρ μεῖζον οὐδέν. Οὐκ ἄρα, ᾗ Λόγος ἐστὶ προκόπτειν λέγεται. ΑΛΛΟ. Ἀρχαὶ, καὶ Θρόνοι, καὶ Κυριότητες, Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, καὶ πᾶσα δύναμις λογικὴ, ἔτι τε πρὸς τούτοις ἄνθρωποι τῇ τοῦ Λόγου μετοχῇ, τέλειοι πρὸς πᾶσαν εὐσέβειαν εἰσί τε καὶ γίνονται. Πῶς οὖν ὁ τοῖς ἄλλοις τὴν τελειότητα διδοὺς, ἀτελὴς εἶναι δύναται, ὡς καὶ προκόψαι ζητεῖν, καὶ εἰς αὔξην ἐπιδοῦναί τινα; πῶς δὲ εἴπερ ὄντως σοφία ἐστὶ, προκόπτειν ἐν σοφίᾳ δύναται; ἢ πῶς ὁ ἄλλοις τὴν χάριν διδοὺς, αὐτὸς ἐν χάριτι προκόπτει ὡς οὐκ ἔχων αὐτήν; εἰ μὴ ἄρα ψεύδεσθαι τὸν Παῦλον ἐροῦσι, καὶ σοφίαν καλοῦντα τὸν Υἱὸν, καὶ χάριτος χορηγόν; Ἀλλ' οὐ ψεύδεται τῆς ἀληθείας ὁ ὑπηρέτης. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστὶν, ἀλλ' ὡς περὶ ἀνθρώπου λέγεται, πάντα τὰ ἡμῶν ἀναλαβόντος δι' ἡμᾶς. ΑΛΛΟ. Τὸ ἀτελὲς ἀεὶ πρὸς τὸ τέλειον ἐπείγεται, τὸν μὲν πρῶτον ἐν ᾧπέρ ἐστιν ἀτιμάζον τόπον, ζητοῦν δὲ ὥσπερ ἀεὶ τὸν ἐν μείζοσι καὶ ἀμείνονα. Οἷον φέρε εἰπεῖν, ἄνθρωποι προκόπτομεν ἐν σοφίᾳ· ὄντες ταῖς ἄλλαις ἀρεταῖς καὶ βραχὺ βελτιούμενοι, οὕτω τε πρὸς τελειότητα βίου φερόμεθα. Ὁ δὲ τοῦ Θεοῦ Λόγος ὅλως ὢν ἐν Πατρὶ, ποῖ ποτε ἀναδραμεῖται; ποίαν δὲ αὔξην ἐπιδέξεται οὕτω τέλειος ὢν, ὡς ὅλον ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, καὶ ὅλος εἶναι πάλιν ἐν Πατρί; Εἰ γὰρ τὸν Πατέρα πληρῶν (εἰρήσθω γὰρ καὶ σωματικώτερον ὡς ἐν ὑποδείγματι), προκοπὴν ἢ αὔξην ἐπεδέξατό τινα, ἔξω γέγονε τοῦ Πατρὸς, μείζων τοῦ ἐν ᾧπέρ ἐστι γεγονώς. Ἀλλ' οὐκ ἐκβέβηκε τὸν Πατέρα. Ἔστι δὲ ἀεὶ ἐν αὐτῷ, τέλειος ἐν τελείῳ μένων, καὶ τὸν τέλειον ἔχων ἐν ἑαυτῷ. Οὐκ ἄρα προέκοψεν, ᾗ Λόγος ἐστὶν, ἀλλ' ἔστι τέλειος, μένων ὁ αὐτὸς, καὶ οὐκ ἀλλοιούμενος. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Υἱοῦ, ὅτιπερ ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβών. Εἰ τοίνυν οὐδεὶς ἐπὶ τούτῳ σκανδαλίζεται, οὐδὲ ἀκούων, Ἐταπείνωσεν ἑαυτὸν, μικρόν τι περὶ

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.