Thesaurus on the Holy Trinity · §logos-28-rem-mid

Logos 28 rem mid

Rem mid: solutions against creaturely readings.

Greek

τοῦ Θεοῦ Λόγου φρονεῖ, ἀλλὰ μᾶλλον αὐτοῦ θαυμάζει τὴν φιλανθρωπίαν. Πῶς οὐ περιττὸν ἀκροωμένους ὅτι προέκοπτε, σκανδαλίζεσθαι; Εἰ γὰρ οὐδὲν ἐκ τοῦ ταπεινωθῆναι πέπονθεν εἰς τὴν θεότητα, οὐδὲ ἐκ τούτου πείσεται. Καὶ ὥσπερ δι' ἡμᾶς ἐταπείνωσεν ἑαυτὸν, οὕτω καὶ δι' ἡμᾶς ἐπιδέχεται τὸ προκόπτειν, ἵνα πάλιν ἡμεῖς ἐν αὐτῷ προκόπτωμεν ἐν σοφίᾳ, οἱ πάλαι διὰ τὴν ἁμαρτίαν ἀποκτηνωθέντες· προκόψωμεν δὲ καὶ ἐν χάριτι οἱ πάλαι μεμισημένοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. Πάντα γὰρ τὰ ἡμῶν δι' ἡμᾶς εἰς ἑαυτὸν ἀνεδέξατο Χριστὸς, ἵνα πάντα μεταποιήσῃ πρὸς τὸ ἄμεινον, καὶ ἀρχὴ γένηται τῶν γενητῶν ἀνθρώπων παντὸς ἀγαθοῦ. 75.428 ΑΛΛΟ, ἐξήγησις πιθανὴ τοῦ αὐτοῦ ῥητοῦ. Φυσικός τις νόμος οὐκ ἐπιτρέπει τὸν ἄνθρωπον τῆς τοῦ σώματος ἡλικίας ὥσπερ μείζονα πολὺ τὴν φρόνησιν ἔχειν· ἀλλὰ συντρέχει πως καὶ ἡ ἐν ἡμῖν σύνεσις, καὶ συμβαδίζει τρόπον τινὰ ταῖς τοῦ σώματος προκοπαῖς. Ἦν οὖν ὁ Λόγος ἐν σαρκὶ γενόμενος ἄνθρωπος, καθὰ γέγραπται· καὶ ἦν τέλειος, σοφία τοῦ Πατρὸς καὶ δύναμις ὤν. Ἐπειδὴ δὲ τῷ τῆς φύσεως ἡμῶν ἔθει παραχωρεῖν πως ἐχρῆν, ἵνα μή τι ξένον παρὰ τοῖς ὁρῶσι νομισθῇ, ὡς ἄνθρωπος, κατὰ βραχὺ πρὸς αὔξην ἰόντος τοῦ σώματος, ἀπεκάλυπτεν ἑαυτὸν καὶ ὁσημέραι σοφώτερος παρὰ τοῖς ὁρῶσιν ἢ καὶ ἀκούουσιν ἐφαίνετο. Τέλειος μὲν ὢν ἐν ἅπασι, καθὰ προείρηται, ἀκολουθῶν δὲ τῷ κοινῷ τῆς φύσεως ἔθει. Ὅταν οὖν ἀκούσῃς, Προέκοπτεν ἐν σοφίᾳ καὶ χάριτι, μὴ αὐτῷ τινα προσθήκην σοφίας ἐγγενέσθαι νομίσῃς, ἀνενδεὴς γὰρ ὁ τοῦ Θεοῦ Λόγος· ἀλλ' ὅτι παρὰ τοῖς ὁρῶσι σοφώτερος ἀεὶ καὶ χαριέστερος ἦν, προκόπτειν εἴρηται, ὡς ἐντεῦθεν ἤδη τὴν τῶν θαυμαζόντων προκόπτειν ἕξιν, ἢ τὴν αὐτοῦ. ΑΛΛΟ. Τὸ ἔν τινι προκόπτον, ἕτερόν ἐστι παρ' ἐκεῖνο ἐν ᾧ προκόπτειν λέγεται. Εἰ τοίνυν ἐν σοφίᾳ προκόπτειν εἴρηται, οὐχ ἡ σοφία προέκοπτεν, ἀλλ' ἐν αὐτῇ τὸ ἀνθρώπινον, Ἀποκαλυπτομένης γὰρ καὶ φανερουμένης ὁσημέραι τῆς θεότητος ἐν αὐτῷ, ἀεὶ θαυμαστότερος παρὰ τοῖς ὁρῶσιν ἐγίνετο. Καὶ τοῦτό ἐστι τὸ, Προέκοπτεν ἐν σοφίᾳ. ΑΛΛΟ. Ἐν σοφίᾳ προέκοπτε τὸ ἀνθρώπινον, κατὰ τόνδε τὸν τρόπον· ἡ τὴν ἀνθρώπου φύσιν ἐνδυσαμένη σοφία, τουτέστιν, ὁ τοῦ Θεοῦ Λόγος, κατὰ βραχὺ διὰ τῶν ἔργων καὶ τῶν παραδόξων ἀποτελεσμάτων, θεοποιοῦσα παρὰ τοῖς ὁρῶσι τὸν ἀναληφθέντα ναὸν, προκόπτειν αὐτὸν ἐποίει κατὰ τοῦτο. Οὕτως ἐν σοφίᾳ προέκοπτεν ἡ ἀνθρωπότης, θεοποιουμένη δι' αὐτῆς. ∆ιὸ καὶ ἡμεῖς καθ' ὁμοιότητα τοῦ δι' ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, καὶ υἱοὶ Θεοῦ κεκλήμεθα καὶ θεοί. Προέκοπτεν οὖν ἡ φύσις ἡμῶν ἐν τῇ σοφίᾳ, τρέχουσα μὲν ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ δὲ ἀνθρωπότητος εἰς τὸ τῆς θ

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.