Logos 28 rem close CLOSEOUT
Rem CLOSEOUT: advanced in wisdom (Lk 2:52). LOGOS XXVIII CLOSEOUT.
Greek
εότητος ἀξίωμα ἐν Χριστῷ. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Ἤκουσα, φησὶν, ἀπὸ τῆς θείας Γραφῆς, ὅτιπερ ὁ τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος, Ἰησοῦς ἐκλήθη. Αὐτὸς οὖν ἐστιν ὁ προκόπτων. Μὴ γάρ μοι διέλῃς, ἕνα Χριστὸν τοῦ Παύλου κηρύττοντος. Καὶ εἰ προκοπὴν ἐπιδεχόμενος φαίνεται, ἀτελὴς ἄρα. Καὶ πῶς ὁ τοιοῦτος ἴσος ἔσται τῷ τελείῳ Πατρί· Πρὸς τοῦτο λύσις. Οὐδὲν ἀδικήσεις εἰς θεότητα τὸν Υἱὸν, οὔτε κολοβῶσαι δυνήσῃ τὸ φυσικὸν ἀξίωμα, κἂν τοῦτο λέγων ἐμμένῃς, ἁλώσῃ δὲ μᾶλλον ἐξ ὧν οἴει νικᾷν. Εἰ γὰρ 75.429 ὅλως οἶσθα σάρκα γεγονότα τὸν Λόγον, καὶ ἄνθρωπον γεννηθέντα, καθά φησιν ἡ θεία Γραφὴ, τί μὴ δίδως αὐτῷ καὶ τὰ ἀνθρώπῳ πρέποντα πάσχειν χωρὶς ἁμαρτίας; Ἐπειδὴ γὰρ τῇ σαρκὶ τὸ προκόπτειν ὀφείλεται, λεγέσθω προκόπτειν, ὡς ἐν αὐτῇ γενόμενος, καὶ τὰ αὐτῆς οἰκειούμενος ἀκατηγόρητα πάθη. Οὐ γὰρ ἑτέρου τινὸς ἦν ἡ σὰρξ, ἀλλ' αὐτοῦ τοῦ Λόγου. Καὶ ὥσπερ λέγομεν αὐτὸν πεπονθέναι σαρκὶ, καίτοι μόνης παθούσης τῆς σάρκος, ἐπειδήπερ καὶ εἰ μὴ πέπονθεν, ὡς Θεὸς, ἀλλ' ἴδιον ἦν αὐτοῦ τὸ πάσχον σῶμα, οὕτω κἂν προκόπτειν λέγηται, προκοπὴν οὐδεμίαν ἐπιδεχόμενος ὡς Θεὸς, διὰ τὸ προκόπτειν ἐν αὐτῶ τὴν ἰδίαν ἑαυτοῦ σάρκα τοῦτο λέγεται. ΑΛΛΟ. Καὶ αὐτὸς ὁμολογεῖς, ὦ χριστομάχε, τὸν τοῦ Θεοῦ Λόγον γεγενῆσθαι σαρκὶ, ὅπερ οὐδὲν ἕτερόν ἐστι λέγειν, ἢ ὅτι σάρκα περιεβάλετο, καὶ ὄντως γέγονεν ἄνθρωπος. Ὥσπερ οὖν, ὅταν ἀκούσῃς μέγα τι περὶ τοῦ Λόγου, καὶ ὅπερ αὐτῷ πρέπει γυμνῷ καὶ οὔπω τὴν σάρκα περιβεβλημένῳ, ὡς ὅταν λέγηται φῶς καὶ ἀπαύγασμα ἡ σοφία τοῦ Πατρὸς, οὐ τὴν σάρκα νοεῖς, ἀλλὰ τὸν ἐν τῇ σαρκὶ κατοικήσαντα Λόγον, οὕτως ὅταν λέγηταί τι παρὰ ταῖς θείαις Γραφαῖς, ὃ μόνῃ πρέπει τῇ σαρκὶ, ἢ καὶ τῷ ἀνθρωπίνῳ σχήματι, μὴ ἐπὶ τὸν Λόγον ἀγάγῃς, ἀλλὰ δίδου τῇ φύσει τῆς σαρκὸς τὰ αὐτῇ χρεωστούμενα. Οὐκοῦν ὅταν προκόπτειν λέγηται, οὐχ ἡ σοφία καθ' ἑαυτὴν προέκοπτεν ᾗ σοφία ἐστὶν, ἀλλ' ἐν σοφίᾳ τὸ ἀνθρώπινον, κατὰ βραχὺ διαλάμπον καὶ φαινόμενον δι' αὐτῆς. Ὅτιπερ καὶ ὄργανον εἵη τῆς ἐν αὐτῇ θεότητος, κατὰ βραχὺ πρὸς τὴν ἔκφασιν αὐτῆς διὰ τῶν ἔργων ὑπηρετοῦν. Ἐπιτήρει δὲ ὅμως, ὅτι οὐκ εἶπεν, Ὁ Λόγος δὲ προέκοπτεν, ἀλλ' Ἰησοῦς, ἵνα μὴ γυμνὸν νοήσῃς τὸν Λόγον· ἀλλ' ὅτε γέγονε σάρξ. Καὶ εἰ προκόπτειν λέγεται, ὅτι τὸ προκόπτειν πεφυκὸς ἀνεδέξατο, τουτέστι, τὸ ἀνθρώπινον, τῆς ἀνθρωπότητος ἂν εἴη· καὶ κατ' αὐτῆς εὐλόγως ἂν φέροιτο τὸ προκόπτειν. Οὕτω γὰρ ἕκαστον τῶν λεγομένων ἐν τῇ οἰκείᾳ τάξει κείσεται, οὔτε τῶν ὅσα πρέπει γυμνῷ τῷ Λόγῳ καταφερομένων εἰς τὸ ἀνθρώπινον, οὔτε μὴν τῶν ἀνθρωπίνων ἀναβαινόντων εἰς τὸν τῆς θεότητος λόγον.
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.