Logos 16 rem early
Rem early: eternity.
Greek
Εἰ δὲ ταῦτα σύνεστι μὲν ἀεὶ ταῖς οὐσίαις, ἀφ' ὧν καὶ προέρχονται, ἀμερίστως δὲ τοῦτο ποιοῦσι, καὶ οὐ κεχωρισμένως (οὐ γὰρ πάθη καὶ ἀποκοπὰς ἐμποιοῦσιν αὐταῖς), πῶς οὐ πάσης εἰσὶν ἀσεβείας ἐπέκεινα ταῦτα τῇ θείᾳ φύσει προσάπτοντες, ἃ μηδὲ περὶ τὴν τῶν γενητῶν φύσιν γενέσθαι δοίη τις ἂν, εἴ γε νοῦν ἔχοι καὶ φρονοίη καλῶς; ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Καὶ πῶς, φασὶ, δύναται ὁ Υἱὸς ἀΐδιος εἶναι μετὰ Πατρός; Καὶ γὰρ οἱ τῶν ἀνθρώπων υἱοὶ τίκτονται μετὰ τοὺς πατέρας, καὶ χρόνοις ὕστερον γίνονται πολλοῖς, οὐκ ὄντες πρὶν γεννηθῆναι. Πῶς δὲ πάλιν ὁ Υἱὸς Λόγος εἶναι δύναται, ἢ εἰκὼν τοῦ Θεοῦ; Καὶ γὰρ ὁ τῶν ἀνθρώπων λόγος οὔτε ἐνυπόστατός ἐστιν, οὔτε μετὰ τὸ ῥηθῆναι σώζεται· ἀλλ' εὐθὺς εἰς τὸ μὴ ὂν ἀναλύεται, σημήνας τὸ κατὰ διάνοιαν τῷ λαλοῦντι κείμενον, καὶ τὰ ἐν τῷ βάθει τῆς καρδίας φανεροποιήσας νοήματα. Πρὸς τοῦτο λύσις. Εἰ μὲν ὡς ἄνθρωπος οὕτως ἐστὶ καὶ Θεὸς, καὶ πλέον τῶν ἐν ἡμῖν οὐδὲν ἐν αὐτῷ, κρατείτω καὶ ἐπ' αὐτοῦ τὰ ἀνθρώπινα· καὶ προϋπαρχέτω τοῦ ἰδίου γεννήματος ὥσπερ καὶ ἡμεῖς· καὶ ἐκ τοῦ μὴ ὄντος ἔστω τὸ ἐξ αὐτοῦ προελθόν. Εἰ δὲ πολὺ τῶν ἡμετέρων τὸ Θεῖον ἀπῴκισται, καὶ οὐδὲν αὐτῷ κοινὸν πρὸς ἡμᾶς, ὅσον εἰς τὸν τῆς οὐσίας λόγον, πῶς αὐτὸ τοῖς ἀνθρωπίνοις καταδεσμοῦσι κακοῖς, καὶ ταῖς ἡμετέραις ἀνάγκαις ὑποτιθέντες οὐκ αἰσχύνονται; Ὅσῳ γὰρ ἂν τὴν ἀνθρώπου φύσιν ἐξάλληται, τοσοῦτον, οἶμαι, καὶ τῶν παρ' ἡμῖν ἐθῶν τε καὶ νόμων φυσικῶν ἔσται καὶ ἀμείνων. Οὐκοῦν φθαρτοὶ μ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.