Thesaurus on the Holy Trinity · §logos-16-rem-mid

Logos 16 rem mid

Rem mid: undivided forthgoing.

Greek

ἔμφυτος καὶ ἐνυπάρχουσα τῷ Θεῷ δύναμις καὶ σοφία, ἀλλ' ἑτέρα μὲν ἐκείνη περὶ ἧς καὶ ὁ Παῦλός φησιν, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης· ἕτερος δὲ παρ' ἐκείνην ὁ Χριστὸς, καὶ ἕτεραι πολλαὶ σὺν αὐτῷ δυνάμεις τε καὶ σοφίαι καλούμεναι. Καὶ ἡ μὲν ἔμφυτος ὄντως καὶ ἀληθὴς τοῦ Θεοῦ δύναμις, ποιητικὴ τῶν ὅλων ἐστίν· αἱ δὲ γεγόνασι παρ' αὐτῆς, εἰ καί τις ἐξαίρετος τοῦ Θεοῦ δύναμις παρὰ τὰς ἄλλας ὑπάρχει Χριστὸς, εἰς τοῦτο γενομένη, ἵνα δυναμώσῃ τὰ δυνάμεως χρῄζοντα· ἵνα σοφώσῃ τὰ δεόμενα σοφισμοῦ, ἵνα δικαιώσῃ τὰ δικαιοσύνην οὐκ ἔχοντα. Ἔστιν οὖν, φησὶν, ἡ μὲν ἔμφυτος τοῦ Θεοῦ δύναμις ἄναρχός τε καὶ ἀγένητος, ἀϊδίως ἐν Πατρί. Γέγονε δὲ ὁ Χριστὸς ἐπὶ ταῖς εἰρημέναις αἰτίαις. Εἰ δὲ νομίζουσί τινες αὐτὸν εἶναι τὸν Χριστὸν τὴν ἔμφυτον τοῦ Θεοῦ δύναμιν διὰ τὸ γεγράφθαι παρὰ Παύλῳ· Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, τί ἄρα ἐροῦσιν ἀκούοντες τοῦ Θεοῦ λέγοντος περὶ τῆς κάμπης· Ἡ δύναμίς μου ἡ μεγάλη; Τί δὲ ποιήσουσι πολλὰς Θεοῦ δυνάμεις σημαίνοντος τοῦ Ψαλμῳδοῦ, δι' ὧν φησιν· Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ; Πρὸς ταῦτα λύσις. Εἰ διὰ τοῦτο γέγονεν ὁ Χριστὸς, ἵνα δικαιώσῃ τὰ δικαιοσύνης δεόμενα, ἵνα σοφώσῃ τὰ δεόμενα σοφισμοῦ, ἵνα δυναμώσῃ τὰ δυνάμεως χρῄζοντα, ἡμεῖς ἄρα αὐτῷ γεγόναμεν τοῦ εἶναι αἴτιοι, καὶ οὐδ' ἂν ἐγένετο καθ' ἡμᾶς, εἰ μὴ Θεὸς ἐβουλεύσατο δημιουργῆσαι τὰ γενητά. Καὶ εἰ τῆς ἡμῶν ἕνεκα χρείας ταῦτά ἐστιν, ὄργανον ἄρα τῆς ἡμῶν δημιουργίας ἐστὶν, οὐκ ἐξ ἑαυτοῦ τοι

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.