Thesaurus on the Holy Trinity · §logos-9-open

Logos 9 opening: consubstantial with the Father (with texts)

Ninth discourse. That the Son is consubstantial with the Father, with texts set beside the argument.

Homoousios is defended from Scripture’s own naming, not as a bare slogan.

Greek

ΛΟΓΟΣ Θʹ. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱὸς, παρατεθέντων καὶ ῥητῶν, τοῦ, Τί με λέγεις ἀγαθόν; Οὐ δεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς, καὶ τοῦ, Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, Θεόν μου καὶ Θεὸν ὑμῶν. Καὶ ὁμοίως, Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν. Εἰ ἤρξατο τοῦ γεννᾷν τὸν Υἱὸν ὁ Πατὴρ, καὶ κατέπαυσε, καθάπερ οἱ Χριστομάχοι φασὶ, ἐν ὑστέρῳ χρόνῳ προσγέγονεν αὐτῷ. Ἦν οὖν ἄρα πρὶν γεννηθῆναι, κατ' ἐκείνους ἐν μονάδι τὸ Θεῖον· γέγονε δὲ ὕστερον ἐν δυάδι γεννηθέντος τοῦ Υἱοῦ, καὶ ὥσπερ τις προσθήκη καὶ αὔξησις θεότητος ἐξ ἀρχαίας μονάδος εἰς τὴν μετὰ ταῦτα δυάδα. Ἀποκαμὼν δὲ ὁ Πατὴρ ὥσπερ ἐν τῷ εἶναι μόνος, ἐπενόησε τὸν Υἱὸν κοινωνὸν τῆς θεότητος καὶ τῶν ἔργων. Καὶ πολλὰ πρὸς τούτοις δύσφημά τε καὶ πολλῆς γέμοντα τῆς ἀτοπίας ἐκ τοῦ φρονεῖν οὕτω παρενεχθήσεται· ἃ καὶ τοσαύτην ἔχει τὴν δυσφημίαν, ὡς παντί τῳ γενέσθαι φευκτά. Εἰ τοίνυν τὴν ἐν τοῖς εἰρημένοις ἀτοπίαν παραιτεῖσθαι καλὸν, πιστεύειν ἀκόλουθον ὡς οὐ προσγέγονεν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ' ἦν ἀεὶ συναΐδιος ἐξ αὐτοῦ. Καὶ ὥσπερ, εἰ προσγεγονὼς ἐφαίνετο, οὐκ ἂν ἦν ὁμοούσιος, οὕτως, ἐπεὶ μὴ τοῦτό ἐστιν, ἀλλ' ἦν ἀεὶ σὺν αὐτῷ, πάντως ἔσται καὶ ὁμοούσιος. ΑΛΛΟ. Κἂν ἔχῃ τινὰ διαφορὰν ὁ Υἱὸς ὡς πρὸς τὸν ἑαυτοῦ Πατέρα, καθ' ἣν ὁ μὲν Πατὴρ ἀρχή ἐστιν, ὁ δὲ Υἱὸς ἐκ τῆς ἀρχῆς, ἀλλ' οὐ διὰ τοῦτο τῆς ταυτότητος καὶ τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἐξωσθήσεται. Οὐ γὰρ ἔσται τι συναΐδιον τῷ Πατρὶ, μὴ ὂν ἐξ αὐτοῦ φυσικῶς· ἵνα μὴ καὶ τοῖς κτίσμασι τοῦτο προσεῖναι λέγωμεν, ὂ μόνῃ πρόσεστι τῇ θείᾳ φύσει. Οὐκοῦν κἂν ἀρχὴν ὁ Υἱὸς ἔχῃ τὸν ἑαυτοῦ Πατέρα, ἀλλὰ καθὸ ἐκ τῆς ἀρχῆς ἐστι, σύνδρομον αὐτῇ τὸ εἶναι ἔχων, ἀνόμοιος οὐκ ἔσται κατὰ τὴν οὐσίαν αὐτῇ. Ἐπειδὴ γὰρ ἐκ τῆς ἀρχῆς ἐστι, διὰ τοῦτο καὶ ὁμοούσιος τῇ ἀρχῇ. Τὸ δὲ ὁμοούσιον τῷ Πατρὶ, ἐπιγενητὸν οὐκ ἔστι, ἵνα μὴ τοῦτο ὢν εὑρίσκηται καὶ αὐτός. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Οὐκ ἐπιδέχεται, φησὶ, γέννησιν ἡ τοῦ Πατρὸς οὐσία· ἐγεννήθη δὲ ὁ Υἱός. Πῶς οὖν ὁ γεγεννημένος ὁμοούσιος ἔσται τῷ Πατρὶ, τῷ μὴ ἐπιδεχομένῳ γέννησιν; Πρὸς τοῦτο λύσις. Λεγέτωσαν ἡμῖν οἱ τὰ τοιαῦτα προτείνοντες ἀμαθῶς, Εἰ διὰ τῆς γεννήσεως ἀναιρεῖται τὸ ὁμοούσιον, διὰ ποίου σωθήσεται πράγματος; Καὶ πάλιν, εἰ τῷ γεγεννηκότι τὸ γεννηθὲν οὐχ ὁμοούσιον, ποῖον ἔσται τὸ ὁμοούσιον; Ἄρα τὸ μὴ γεννηθὲν καὶ ἀλλότριον τῆς οὐσίας, ἢ τὸ ἀπό τινος ληφθὲν τῶν ὅσα ἐστὶ περὶ τὰς οὐσίας· ἀλλὰ τοῦτο ἀδύνατον.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.