Thesaurus on the Holy Trinity · §logos-19-rem-close

Logos 19 rem close CLOSEOUT

Rem CLOSEOUT: true Word stands. LOGOS XIX CLOSEOUT.

Greek

ὴ κατὰ φύσιν προσόντα τισὶν, ἀλλ' ἔξωθεν ἐπιγεγονότα, ῥᾳδίως ἀποσυμβήσεται. Καί ποτε δικαιοσύνης καὶ ἁγιασμοῦ ἔρημος, καθ' ὑμᾶς, ὁ τοῦ Θεοῦ Λόγος φανεῖται, ὁ λέγων· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Φθανούσης τοιγαροῦν καὶ εἰς αὐτὸν ἤδη τὸν Πατέρα τῆς δυσφημίας, παραιτητέον τῶν χριστομάχων τὴν κακόνοιαν. ΑΛΛΟ. Οὐκ ἐπινομοθετήσεις, ὦ χριστομάχε, ταῖς θείαις Γραφαῖς· οὐδ' ἂν γένοιτό τις ἔκφρων τοσοῦτον, ὡς ἕτερα λέγοντος τοῦ θείου Πνεύματος περὶ τοῦ Υἱοῦ, τοῖς σοῖς πείθεσθαι νόθοις σοφίσμασι μᾶλλον, καὶ μὴ ἐκείνῳ προσέχειν. Λόγον τοιγαροῦν ὀνομάζει τὸν Υἱὸν τὸ Πνεῦμα τὸ ἅγιον· αὐτὸς δὲ οὐ Λόγον εἰσφέρεις, ἀλλὰ Λόγου μέτοχον. Εἰ γὰρ διὰ τοῦτο κεκλῆσθαι φὴς αὐτὸν Λόγον, ἐπειδήπερ λόγον ἀκούσας παρὰ τοῦ Πατρὸς, τοῦτον εἰς ἡμᾶς ἐξήγγειλε, πῶς οὐχ εὑρεθήσῃ ληρῶν; Ὁ γὰρ τοιοῦτος οὐκέτι Λόγος ἐστὶν, ἀλλὰ Λόγου μέτοχος· οὐ γὰρ ἂν εἴη ταυτὸν ὡς πρὸς ἑαυτὸ τὸ μέτοχόν τινος καὶ μετεχόμενον. Οἷον φέρε εἰπεῖν, ἡ σοφία πρὸς τὸν σοφὸν τὸν μετέχοντα αὐτῆς, οὐδὲ ἡ γραμματικὴ πρὸς τὸν γραμματικὸν τὸν μετέχοντα αὐτῆς. Ἕτερον γάρ τι πρᾶγμα καὶ ἕτερόν ἐστιν. Ἀνάγκη τοίνυν ἢ Λόγον ὁμολογεῖν καὶ οὐ Λόγου μέτοχον· ἢ εἰ μετέχει Λόγου, μηκέτι Λόγον ὀνομάζειν. Ἀναιρεῖ γὰρ τοῦτο ἐκεῖνο. Καὶ ἐκείνῳ τοῦτο μάχεται, καὶ δεῖ πάντως ἕν τι τῶν εἰρημένων ὑπάρχειν τὸν Υἱόν· ἀμφότερα δὲ οὐδαμῶς. Λόγον δὲ αὐτὸν ὀνομαζούσης τῆς θείας Γραφῆς, ἐῤῥῶσθαι φράσωμεν εἰκότως τοῖς εἰσφέρουσιν αὐτὸν οὐ Λόγον, ἀλλὰ Λόγου μέτοχον.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.