Logos 19 rem mid
Rem mid: not a vocal accident.
Greek
, σύνθετος δὲ μᾶλλον καὶ ἐκ δύο συγκείμενος. Ἔστι δὲ ἁπλοῦς κατὰ φύσιν ὁ Θεὸς, καὶ οὐδὲν ἐν αὐτῷ σύνθετον. Εἶς ἄρα Λόγος ἐν αὐτῷ φυσικός τε καὶ ἐνδιάθετος ὁ Υἱός. ΑΛΛΟ. Εἰ, καθάπερ οἱ χριστομάχοι τολμῶσι λέγειν, ἕτερος ὢν παρὰ τὸν ἐνυπάρχοντα φύσει Θεὸν Λόγος ὁ διὰ τῶν Εὐαγγελίων ἡμῖν κηρυττόμενος, οὐκ οἶδε τὰ κεκρυμμένα τοῦ Πατρὸς, μανθάνει δὲ ὅτε πρὸς αὐτὸν διαλέγεται· ἐξ ἀγνωσίας ἄρα εἰς γνῶσιν ἔρχεται, καὶ ἐξ ἀνοίας εἰς νόησιν. Καὶ πῶς ἀληθεύσει λέγων· Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν. Πῶς δὲ ἀπαράλλακτος εἰκὼν ἔσται τοῦ γεγεννηκότος, εἰ καθάπερ ἄνθρωπος ἀγνοίᾳ κρατεῖται; Χρὴ γὰρ πάντως ἢ καὶ τὸν Πατέρα λέγειν τι τῶν ἐσομένων ἀγνοεῖν, ἢ εἰ πάντα γινώσκει, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἔχει τὸν Υἱὸν, ἀδύνατον μὴ τοιαύτην ἔχειν αὐτὸν τὴν γνῶσιν, ὁποίαν καὶ ὁ Πατὴρ, οὗ καὶ ἔστι χαρακτὴρ καὶ εἰκὼν ἀπαράλλακτος. Ἀντίθεσις ὡς ἐκ τοῦ Εὐνομίου. Καὶ τίς οὕτω, φησὶν, ἀμαθὴς ὡς τολμῆσαι λέγειν τὰ ὀνόματα κατὰ πραγμάτων κείμενα, μὴ ἕτερα εἶναι παρ' αὐτά; Ἰδοὺ γὰρ, ὁ μὲν οὐρανὸς, ἔργον οὕτω μέγα καὶ ἐξαίρετον Θεοῦ· τὸ δὲ ὄνομα, δι' οὗ σημαίνεται, ἕτερόν ἐστι παρ' αὐτόν· καὶ γνωσόμεθα τοῦτο ἐντεῦθεν. Ὁ μὲν γὰρ οὐρανὸς πρᾶγμά ἐστιν ὁρατὸν, τὸ δὲ ἐπ' αὐτῷ κείμενον ὄνομα οὐ ταῖς ὄψεσιν ὑποπίπτει, ἀλλ' ἔστι μόνον ἀκουστόν. Οὐκ οὖν διὰ τὸ λέγεσθαι Λόγος ὁ Υἱὸς, πάντως ἐστὶ τοῦτο ὃ νοοῦσί τινες, ἀλλὰ καλεῖται μὲν Λόγος, ἔστι δὲ ἕτερόν τι κατὰ φύσιν. Πρὸς ταῦτα λύσις. Σιωπᾷν ἔδει, καὶ μηδὲν ἀποκρίνεσ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.