Thesaurus on the Holy Trinity · §logos-10-rem-early

Logos 10 rem early

Rem early: press shared divine operations.

Greek

Ἐξεταστέον ὅλην τοῦ προκειμένου τὴν διάνοιαν· καὶ οὕτω γνωσόμεθα σαφῶς, ὅπερ ἐβούλετο διδάσκειν ὁ Χριστὸς, διὰ τοῦ φάναι· Τί με λέγεις ἀγαθόν; Νομικὸς προσῆλθεν (οὔτω γὰρ γέγραπται), τὸ ὅπως σωθήσεται μανθάνειν ἐπιζητῶν. Εἶτα προτείνει διδάσκαλον αὐτὸν καὶ ἀγαθὸν προειρηκὼς τὸ, Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Πρὸς ταῦτα Χριστός· Τί με λέγεις, φησὶν, ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός. Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Ἀλλ' οὐκ ἐνεγκὼν τῆς ἐντολῆς τὸ βάρος, καὶ ἀτονήσας περὶ τὴν ἀρετὴν, ὀκλάζει περὶ τὸ πρόσταγμα. Ἀπῆλθε γὰρ, φησὶ, λυπούμενος. Ποῖος οὖν ἦν ἐνθάδε θεολογίας καιρός; Τῷ δὲ ἐρωτήσαντι, Τί ἄρα ποιήσας ἔσται καὶ αὐτὸς τοῖς σωζομένοις ἐναρίθμιος; ποῖον ἔχει λόγον, μὴ ὅπερ ἐξῄτησε μαθεῖν ἀποκαλύψαι μᾶλλον, ἀλλ' ἕτερόν τι παρὰ τὸ ἐκείνῳ ποθούμενον εἰπεῖν; Πῶς δὲ οἷόν τε ἦν τὸ ἐνεγκεῖν οὐκ ἰσχύσαντα μιᾶς ἐντολῆς εὐαγγελικῆς φορτίον, τὸ ὑπὲρ πάντα διδάσκεσθαι μυστήριον, οὕτως ἀτονοῦντα περὶ τὴν τῶν ἀγαθῶν ἔφεσιν, ὡς μηδὲ λόγῳ δύνασθαι ταύτην χωρεῖν; Λελύπηται γὰρ, ὡς γέγραπται. Ἐπειδὴ τοίνυν ἄνθρωπον βλέπων ὁ νομικὸς, ὡς ἀνθρώπῳ πρόσεισι, καὶ ὡς ψιλὸν ἄνθρωπον ἐρωτᾷ, ἐξελέγχων ὡς ἀμαθῆ, μάλισθ' ὅτι σοφίας ὑπόληψιν ἐπραγματεύετο, διὰ τοῦ δοκεῖν εἰδέναι τὸν νόμον, δυσωπεῖ λέγων· Μόνος ἀγαθὸς κατὰ ἀλήθειαν ὁ Θεός. Τί τοιγαροῦν ὡς ἀνθρώπῳ προσελθὼν, τὸ μόνῳ προσὸν τῷ Θεῷ κατὰ φύσιν, ἐμοὶ περιτίθης, ἀγαθὸν ἀποκαλῶν; Εἷς γάρ ἐστιν ὁ φύσει ἀγαθὸς, Θεὸς δηλαδή. Εἰ μὲν οὖν οἶδάς με, φησὶ, Θεὸν ὄντα, καὶ διὰ τοῦτο ἀγαθὸν, ὅ

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.