Logos 10 rem mid
Rem mid: block creature-tier readings of titles.
Greek
σοὶ Θεὸς, φησὶ, πρόσφατος. Ἀλλ' οἶδεν αὐτὸν ἡ θεία Γραφὴ καὶ Υἱὸν ὄντα καὶ Θεόν. Οὐκ ἄρα πρόσφατος, οὐδὲ ἀρξάμενος τοῦ γεννᾶσθαι, καθ' ὑμᾶς· ἀλλὰ γεννητὸς μὲν, συναΐδιος δὲ ὅμως ὡς Υἱὸς ὢν ἐν τῷ Πατρί. Εἰ δὲ τὸ εἶναι πρόσφατον οὐ συγχωρήσει τῆς αὐτῆς οὐσίας εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, τὸ μὴ εἶναι πρόσφατον, ὁμοούσιον ἀποδείξει. ΑΛΛΟ. Εἰ μόνῳ Θεῷ τῷ κατὰ φύσιν τὸ προσκυνεῖσθαι παρά τε ἡμῶν καὶ ἀγγέλων ὀφείλεται, ἑτέρῳ δὲ οὐδενὶ, καὶ ἐφ' ἡμῶν μὲν τέθειται· Κύριον τὸν Θεόν σου προσκυνήσεις, ἀγγέλοις δὲ τὸ Πνεῦμα κελεύει προσκυνεῖν τὸν Υἱὸν, κατὰ τὸ, Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ, Θεὸς ἄρα ἐστὶν ὁ προσκυνούμενος Υἱός. Πῶς οὖν ἔσται μία θεότης, εἰ οὐκ ἔστι, καθ' ὑμᾶς, ὁμοούσιος τῷ Πατρί; Εἰ γὰρ ἔχει τινὰ διάστασιν ἤτοι διαφορὰν κατὰ τὸν τῆς οὐσίας λόγον, ἑτεροῖος μὲν ἂν εἴη Θεὸς ὁ Υἱὸς, ἑτεροῖος δὲ ὁ Πατὴρ, καὶ δύο κατὰ τοῦτο Θεοὺς ἀνάγκη λέγειν· ὅπερ ἐστὶν ἀσεβὲς, καὶ οὐδὲ μέχρι μόνον ἀκοῆς παραδεκτόν. Ἀλλ' ἔστι μία θεότης, καὶ οὕτω κηρύττουσιν αἱ θεῖαι Γραφαί· ὁμοούσιος ἄρα τῷ Πατρὶ ὁ Υἱός. Οὕτω γὰρ τὸ ἓν Θεότητι σωθήσεται. ΑΛΛΟ. Εἰ ἤρξατο τοῦ γεννᾷν τὸν Υἱὸν ὁ Πατὴρ καὶ κατέπαυσε, κατὰ τὴν τῶν χριστομάχων μανίαν, ἀλλοίωσίς τις καὶ μεταβολὴ περὶ αὐτὸν γέγονεν. Ὃ γὰρ οὐκ ἦν πρὶν γεννήσῃ, γέγονε μετὰ τὸ γεννῆσαι. Εἰ δὲ τῶν τοιούτων ἀνωτέρω τὸ θεῖόν ἐστι τροπῆς τε καὶ ἀλλοιώσεως ἀνεπίδεκτον, οὐκ ἤρξατο τοῦ γεννᾷν, οὐδὲ κατέπαυσε, καθάπερ οὗτοί φασιν· ἀλλ' ἦν ἀχρόνως ἐν Πατρὶ ὁ τῶν αἰώνων καὶ χρόνων ποιητὴς Υἱός
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.