Logos 10 opening: consubstantial — further defense
Tenth discourse. That the Son is consubstantial with the Father — further defense against the Christ-fighters’ readings.
Cyril continues the homoousios case so that shared glory and works are not emptied into unlikeness.
Greek
ΛΟΓΟΣ Ιʹ. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός. Οὐκ εὐλόγως οἱ χριστομάχοι τὰ περὶ τῆς θεότητος τοῦ Υἱοῦ γυμνάζοντες, καὶ σχέσιν ζητοῦντες ἣν ἔχει φυσικῶς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ταῖς ἀνθρωπίνως εἰρημέναις κέχρηνται φωναῖς, αἷς ὁ Κύριος εἶπεν, ὅτε τὴν ἡμῶν σάρκα περιεβάλετο. Οὐ γὰρ ἐξ ὧν ὡς ἄνθρωπος οἰκονομικῶς διαλέγεται, ἐν τούτῳ ἡ ἀσώματος οὐσία χαρακτηρίζεται, ἀλλ' εἰδέναι χρὴ καὶ πιστεύειν, ὅτι Θεὸς ὢν ὁ Λόγος καὶ ὁμοούσιος κατὰ πάντα τῷ Πατρὶ, τὴν ἀνθρώπου φύσιν περιεβάλετο, καὶ γέγονεν ἄνθρωπος, ἵνα καὶ ὡς ἄνθρωπος ἔσθ' ὅτε λαλῇ, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. Λαλεῖ δὲ καὶ ὡς Θεὸς τὰ ὑπὲρ ἄνθρωπον, ὡς τοῦτο κατὰ φύσιν ὢν, καὶ ὅτε καιρὸς τὴν τούτου χρείαν εἰσφέρει. Ἀλλ' εἴ τις βούλοιτο τὰ ἀνθρωπινώτερον καὶ οἰκονομικῶς, καθάπερ ἔφην, εἰρημένα φέρειν ἐπὶ τὸν τῆς θεότητος αὐτοῦ λόγον, καὶ πάλιν, τὰ θεϊκῶς εἰρημένα φέρειν ἐπ' ἐκεῖνον τὸν καιρὸν καθ' ὃν γέγονεν ἄνθρωπος, ἀδικήσει τῶν πραγμάτων τὴν φύσιν, καὶ ἀναιρήσει τὴν οἰκονομίαν. Ποτὲ μὲν γὰρ ὡς Θεὸς λέγει· Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Καὶ πάλιν· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Εἰ δέ τις βούλοιτο μόνον αὐτῷ φυλάττειν τὸ θεοπρεπὲς ἀξίωμα, ἀναιρήσει πάντως τὸ ἐν ὑστέροις καιροῖς ἄνθρωπον γενέσθαι αὐτόν. Οὐ γὰρ ἦν ἐν ἀνθρωπότητι, πρὶν Ἀβραὰμ γενέσθαι, οὐδὲ καθὸ ἄνθρωπος καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ. Καὶ πάλιν, εἴ τις θελήσει τὰ τῆς ἀνθρωπότητος ῥήματά τε καὶ πράγματα γυμνῷ προσάπτειν τῷ Θεῷ Λόγῳ πρὸ τῆς ἐνανθρωπήσεως, ἀσεβήσει μεγάλως. Τί γὰρ ποιήσει, λέγοντος τοῦ Χριστοῦ· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ περίλυπός ἐστι; Λύπην ἄρα καὶ θόρυβον δώσει περὶ τὴν τοῦ Θεοῦ φύσιν γενέσθαι, καὶ κρατεῖν θανάτου φόβον; Τί δὲ ὅταν σταυρούμενον ἴδῃ, καὶ τοῦτο πάσχειν τοῦ Υἱοῦ τὴν θεότητα δώσει οὕτως ὡς ἄνθρωπον; Ἢ τὸ δύσφημον παραιτήσεται; Οὐκοῦν ἑκατέρῳ καιρῷ τε καὶ πράγματι σωζέσθω τὸ πρέπον, καὶ γυμναζέσθω μὲν τῆς θεολογίας ὁ λόγος, μὴ πάντως ἐξ ὧν ὡς ἄνθρωπος φαίνεται λαλῶν, ἀλλ' ἐξ ὧν ἐστιν ἐκ Πατρὸς, ὡς Υἱὸς καὶ Θεός. Συγχωρείσθω δὲ τῇ οἰκονομίᾳ τῇ μετὰ σαρκὸς, τὸ λέγειν αὐτὸν ἔσθ' ὅτε καὶ ἃ μὴ πρέπει γυμνῇ καὶ καθ' ἑαυτὴν οὔσῃ τῇ θεότητι. Ὅταν οὖν, ὡς ἄνθρωπος, λέγῃ μὴ εἶναι ἀγαθὸς οὕτως ὡς ὁ Πατὴρ, φερέσθω μᾶλλον καὶ τοῦτο ἐπὶ τὴν οἰκονομίαν τὴν μετὰ σαρκὸς, καὶ μὴ ἁπτέσθω τῆς οὐσίας τοῦ Υἱοῦ καὶ Θεοῦ. Ἀπολογία πιθανὴ πρὸς τὸν ἐρωτήσαντα· ∆ιὰ τί με λέγεις ἀγαθόν; καὶ ἐξήγησις τοῦ ῥητοῦ.
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.