Thesaurus on the Holy Trinity · §logos-24-open

Logos 24 opening: human affections of the Savior

Twenty-fourth discourse. On human sayings of the Savior — he wept, my soul is troubled, let this cup pass, and like texts.

Passible language is kept with the economy in flesh so bare Godhead is not made afraid.

Greek

ΛΟΓΟΣ Κ∆ʹ. Εἰς τὰ λεγόμενα περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως παρὰ τοῖς εὐαγγελισταῖς, εἰς τὸ, Ἔκλαυσε· καὶ εἰς τὸ, Νῦν ἡ ψυχή μου τετάρακται· καὶ εἰς τὸ, Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· καὶ εἰς τὸ, Περίλυπός ἐστιν ἡ ψυχή μου· καὶ ὅσα τούτοις ὅμοια ῥητὰ, παραθέσεις ἀποδεικτικαὶ καὶ ἀπὸ τῆς θείας Γραφῆς, τῶν χριστομάχων ἀνατρέπου σαι τὴν κακόνοιαν. Εἰ παρά τινος τῶν τυχόντων ἣ καὶ ἀνθρώπου ψι 75.392 λοῦ τὰς τοιαύτας εἰρῆσθαι πιστεύομεν φωνὰς, κλαιέτω μὲν ὡς ἄνθρωπος, καὶ φοβείσθω πάλιν καὶ δειλιάτω τὸν θάνατον, καὶ γινέσθω περίλυπος, καὶ ταραττέσθω, καὶ ὅσα πέφυκεν ἡ ἀνθρώπου φύσις ὑπομένειν, ταῦτα καὶ αὐτός. Εἰ δὲ Θεὸς ἦν ἐν σαρκὶ, ἦν δὲ τοῦτο, καὶ οὐχ ἑτέρως, τίνα φοβεῖται Θεός; Εἰ ἀληθὴς ἦν λέγων, Ἐγώ εἰμι ἡ ζωὴ, κατὰ τίνα τρόπον φοβεῖται τὸν θάνατον ἡ ζωή; Εἰ ἄλλους ἐκ θανάτου διέσωσε, πῶς δὲ αὐτὸς ἐφοβεῖτο τὸν θάνατον, ὁ τοὺς μαθητὰς ἐπαλείφων εἰς φρόνημα νεανικὸν, καὶ λέγων· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι; Πῶς ἂν αὐτὸς ἐφοβεῖτο τοῦτο παθεῖν, εἰ τὸν Ἀβραὰμ παραθαρσύνει, λέγων· Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι; Εἰ Μωσέα γοργότερον ἐποίει κατὰ τοῦ Φαραὼ, καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ναυῆ λέγει· Ἴσχυε καὶ ἀνδρίζου, πῶς αὐτὸς δειλίας ἔσται δεκτικὸς, ἢ πῶς ἀνθρώπους ἐφοβήθη, ὁ ἄλλοις συμβουλεύων εἰς τὸ μὴ φοβεῖσθαι, καὶ πείθων βοᾷν· Κύριος ἐμοὶ βοηθὸς, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος; Πῶς δὲ ὁ εἰς τοῦτο παρελθὼν, ἵνα τὸν θάνατον ἀποκτείνῃ, αὐτὸς ἐφοβεῖτο τὸν καθ' οὗ παραγέγονεν; Ἢ πῶς οὐ πάσης ἐπέκεινα δυσσεβείας ἐστὶ τὸ λέγειν φοβεῖσθαι τὸν ᾅδην, ὃν οἱ τούτου πυλωροὶ καὶ μόνον ἰδόντες κατέπτηξαν, καὶ τὰς ἀφύκτους πετάσαντες πύλας, ἀφῆκαν τὰ ἐναποκλεισθέντα πνεύματα, ὡς ἀναστῆναι τῶν ἁγίων πολλοὺς, καὶ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὰ γέγραπται, καὶ ὀφθῆναί τισι; Πῶς ἐφοβεῖτο τὸν θάνατον ὁ ἐν τῷ ζητεῖσθαι λέγων πρὸς τ

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.