Thesaurus on the Holy Trinity · §logos-26-rem-mid

Logos 26 rem mid

Rem mid: solutions against creaturely readings.

Greek

μεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ταύτην οἱ Ζεβεδαίου παῖδες τὴν ἐπαγγελίαν ἀκούσαντες ἦλθον εἰς ἐπιθυμίαν οὐ πρέπουσαν αὐτοῖς Τὸ γὰρ πᾶσι τοῖς μαθηταῖς προτεθὲν ὡς ἐν ἀμοιβῇ τῆς πρὸς τὸν Χριστὸν εὐνοίας, ἁρπάζειν ἤθελον μόνοι· αἰδοῖ δὲ τοῦ μὴ δοκεῖν ἐπιθυμίᾳ δόξης ἡττῆσθαι κενῆς, αὐτοὶ μὲν σιωπῶσι τὸ κατὰ νοῦν οὐκ ἐκφαίνοντες, διακονεῖν δὲ αὐτοῖς τὴν μητέρα πρὸς τοῦτο παρασκευάζουσι. Καὶ δὴ προσελθοῦσά φησιν· Εἰπὲ ἵνα οἱ δύο υἱοί μου καθίσωσιν εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου. Φαίνεται τοίνυν διὰ τούτων, τὸ πᾶσι χρεωστούμενον, μόνοις ἁρπάζουσα τοῖς ἑαυτῆς παισὶν ἡ γυνή. Εἰ γὰρ μὴ τοῦτό ἐστι, ποῖον ἔχει λόγον, τὸ ἤδη δοθὲν αὖθις προσιοῦσαν αἰτεῖν; Καὶ αὐτοὶ γὰρ ἦσαν ἐν τοῖς ἀκούσασιν, Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, καθίσεσθε ἐπὶ δώδεκα θρόνους. Εἰδὼς δὲ ὁ Σωτὴρ ὡς Θεός τι ἦν ἐν τῷ ἀνθρώπῳ, προσκαλεῖται μὲν τοὺς Ζεβεδαίου παῖδας, ἀποτόμως δὲ οὐκ ἐλέγχει φιλάγαθος ὢν, ἵνα μὴ τῷ βάρει τῆς λύπης βαπτίσῃ πρὸς ἀθυμίαν· πιθανῶς δέ φησιν, Οὐκ ἔστιν ἐμὸν δοῦναι· καὶ οὐ δή που κατηγορεῖ τῆς ἑαυτοῦ φύσεως, ὡς οὐκ ἐχούσης τὸ δύνασθαι παρασχεῖν (ἄτοπον γὰρ ὄντως καὶ λίαν εὔηθες οὕτω νοεῖν, εἴπερ ἤδη φαίνεται τοῦτο παρεσχηκὼς καὶ ἐπαγγειλάμενος), ἀλλ' ἐπειδὴ, φησὶν, ἄδικον αἴτησιν καὶ χάριν τοιαύτην, ἣν οὐκ ἐμοὶ πρέπει παρασχεῖν, ἐπιζητεῖτε λαβεῖν, Οὐκ ἔστιν ἐμὸν δοῦναι. Εἰμὶ γὰρ δίκαιος κριτὴς, καὶ πρὸς ἀξίαν τοῖς ἑκάστου πόνοις ἀποδιδοὺς, ὡς ἐν ὀφλήματος τάξει τὰ γέρα. Ἄλλως τε δόξαν ἐνομίσατε κενὴν τὸ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων· ἀλλ' οὐκ ἔστιν ἐμὸν τοῦτο παρασχεῖν. Ὁ γὰρ διδάσκων μὴ νοσεῖν, οὐκ ἂν αὐτὸς νόσον ἐπιδοίη τινί· ὥσπερ ἂν εἰ τὸ πῦρ τῷ καταψύχεσθαι βουλομένῳ, καὶ τοῦτο αἰτοῦντι παρ' αὐτοῦ, λέγοι, Οὐκ ἔστιν ἐμὸν ὂ ζητεῖς ἐπιδοῦναί σοι· φύσεως γὰρ ἑτέρας εἰμί. ∆ίκαιος οὖν ὑπάρχων ἀγωνοθέτης, οὐ τοῖς αἰτοῦσιν ἁπλῶς ὀφείλω παρασχεῖν, οὐδὲ πάντας ἀδικήσας τοὺς ἀγωνιζομένους, εἰς δύο μόνους συνενεγκεῖν τὰς τιμάς· ἀλλὰ τοῖς ἑκάστου κατορθώμασιν ἀναλόγως ἀποδοῦναι τὰ αὐτῷ χρεωστούμενα.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.