Thesaurus on the Holy Trinity · §logos-26-rem-close

Logos 26 rem close CLOSEOUT

Rem CLOSEOUT: not mine to give seats at right/left. LOGOS XXVI CLOSEOUT.

Greek

Ἐκείνων οὖν ἐστι λαβεῖν οἷς τοῦτο δικαίως ηὐτρέπισται παρὰ τοῦ Πατρὸς, τοῦ ἐν ἐμοὶ καὶ δι' ἐμοῦ πάντα ἐργαζομένου. Οἰέσθω δὲ μηδεὶς, διὰ τὸ αὐτὸν μὴ δύνασθαι παρασχεῖν, τὴν τοῦ Πατρὸς ἐπωνυμίαν εἰσφέρεσθαι, καὶ παρ' αὐτοῦ τοῖς ἁγίοις ηὐτρεπίσθαι λέγειν τὰς τιμάς. Ἀλλ' οἰκονομικῶς φησι τοῦτο· ἔθος γὰρ αὐτῷ πᾶν ὅπερ ἂν ὑπερέχοι τὴν ἀνθρώπου φύσιν ἀναβαῖνον, τοῦτο ἀνατιθέναι τῷ 75.420 Πατρὶ ὡς Θεῷ. Θεὸς δὲ ὢν καὶ αὐτὸς κατὰ φύσιν καὶ ἒν ὡς πρὸς τὸν Πατέρα, οὐκ ἀδυνατήσει περὶ τὸ ἀνατεθὲν τῇ θείᾳ φύσει, ἀλλ' αὐτὸς ἔσται πάντων ἐργάτης. Φιλαρχίαν οὖν τινα καὶ κενὴν ὠδίνοντας δόξαν εὑρίσκει τοὺς Ζεβεδαίου παῖδας, καὶ πιθανῶς ἀποτρέπει μὲν καὶ ἐξίστησι τοῦ κακοῦ, μέτρια δὲ μᾶλλον διδάσκει φρονεῖν· καὶ τοῦτο διὰ τῶν ἐφεξῆς εἰσόμεθα. Ἀγανακτοῦσι μὲν γὰρ οἱ ἕτεροι μαθηταὶ, τὸ πᾶσι προτεθὲν καὶ ὀφειλόμενον ὑπὸ δύο μόνων ἁρπαζόμενον βλέποντες, ὅσον εἰς τὴν αἴτησιν καὶ τοῦ γυναίου τὴν πρόσοδον. Προσκαλεσάμενος δὲ, ὡς γέγραπται, πάντας ὁ Σωτὴρ, παιδεύει τοὺς Ζεβεδαίου παῖδας, καί φησιν ἀπολελυμένως, ἵνα μὴ πρὸς μόνους αὐτοὺς ἀποτείνεσθαι· Οἱ βασιλεῖς τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ ἄρχοντες κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτως δὲ ἔσται ἐν ὑμῖν· ἀλλ' ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος. Ἑαυτὸν δὲ τοῦ πράγματος εἰκόνα παράγει προθείς· Καθὼς καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι. Ἐπισφραγίζων δὲ ὥσπερ τὰ εἰρημένα, καὶ τρανότερον ἐκτιθέμενος τὸν ἐν αὐτοῖς σκοπὸν, ἐπισυνάπτει παραβολὴν, δι' ἧς πάλιν συμβουλεύει τοὺς κεκλημένους εἰς ἄριστον, μὴ δεῖν αὐτομάτως ἐπὶ τὸν πρῶτον ἰέναι τόπον· περιμένειν δὲ τὴν ἀπὸ τοῦ δειπνοκλήτορος τιμήν. Κρεῖττον γὰρ, φησὶ, τὸ ἐν τῷ τελευταίῳ κείμενον τόπῳ διὰ τῆς τοῦ ἑστιῶντος φωνῆς ἐπὶ τὸν πρῶτον καλεῖσθαι, ἢ ἐν πρώτῳ τεθέντα θερμῶς πέμπεσθαι πρὸς τὸν ὕστερον, ἑτέρου παρόντος, ᾧ τὸ ἐν πρώτῳ κεῖσθαι παρὰ τοῦ πανηγυριάρχου χρεωστούμενον φαίνεται. ∆έδεικται τοίνυν ὅλου τοῦ κεφαλαίου καθεξῆς τὴν πρέπουσαν ἐσχηκότος βάσανον, οὐκ ἀσθενήσας περὶ τὸ δοῦναι τὴν χάριν ὁ Σωτήρ· ἀλλὰ τῆς προαποδεδομένης οἰκονομίας ἕνεκα, λέγων τὸ, Οὐκ ἔστιν ἐμὸν δοῦναι· καὶ περιττὴ λοιπὸν ἡ τῶν φλυαρούντων μανία.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.