Logos 21 rem early
Rem early: Heb 3 — apostle and high priest; Son not made.
Greek
οπον· οὐ γὰρ ἐν ποιήματι τοῦ μὴ ποιηθέντος ἡ ὁμοιότης. Οὐκ ἄρα ποίημα ὁ Υἱὸς ἡ τοῦ Πατρὸς ἀπαράλλακτος εἰκών. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, λέγει δὲ ἀληθεύων, ὅτι Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν· οὐδὲν ἄρα περιττὸν ἐν Θεῷ καὶ κτίσμασιν, εἰ πάντα πρόσεστιν αὐτοῖς ὅσα καὶ τῷ Πατρί. Εἰ δὲ τοῦτο ἄτοπον (πολὺ γὰρ τὸ Θεῖον τῶν ποιημάτων ἀπῴκισται), οὐκ ἄρα ποίημά ἐστιν ὁ Υἱὸς, ᾧ πάντα πρόσεστι φυσικῶς τὰ τοῦ Πατρὸς ἴδια καὶ ἐξαίρετα. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, μὴ καλείσθω Πατὴρ αὐτοῦ ὁ Θεὸς, ἀλλὰ μᾶλλον ποιητὴς ἢ δημιουργός. Υἱὸς γὰρ δεικνύει πατέρα, καὶ ποίημα τὸν δημιουργόν. Εἰ δὲ Πατὴρ καλεῖται καὶ ἔστι Θεὸς, οὐκ ἄρα ποίημα ὁ Υἱὸς, ἀλλὰ γέννημα, οὐχ ὡς ποιητὴν τὸν Θεὸν, ἀλλ' ὡς Πατέρα δηλοῦν. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, μὴ καλείσθω Λόγος, μὴ σοφία, μὴ δύναμις, μὴ ἀπαύγασμα, ἢ ταῦτα κοινὰ καὶ τοῖς ἄλλοις ἔσται ποιήμασιν, εἴπερ ὅλως κεχώρηκεν αὐτὰ φορεῖν ποίημα ὢν καθ' ὑμᾶς ὁ Υἱός. Κἂν γάρ τι πλέον τῶν ἄλλων αὐτὸν ἔχειν λέγητε ποιημάτων, ἀλλ' ἔσται πάλιν οὐδὲν ἧττον ποίημα. Εἰ δὲ ἐπὶ μὲν τῶν ἄλλων οὐδενὸς τὰ τοιαῦτα λέγεται, μόνῳ δὲ πρέπειν τῷ Υἱῷ ἐπαληθεύεται, οὐκ ἄρα ἓν τῶν ποιημάτων ἐστὶν, ἀλλὰ καρπὸς τῆς οὐσίας τοῦ Πατρός. ΑΛΛΟ. Εἰ πάντα δι' Υἱοῦ γεγενῆσθαί φησιν ἡ θεία Γραφὴ, ποίημα δέ τις καὶ οὐχ Υἱὸν ὁμολογεῖ τὸν Λόγον, Υἱὸν οὐκ ἔχει Θεός. Εἰ δὲ τοῦτο ἀληθὲς, πῶς ἔσται ποιητὴς, οὐκ ἔχων δι' οὗ τὰ πάντα ἐργάζεται; Ἀλλ' ἐργάζεται καὶ δημιουργεῖ τὰ πάντα Θεός· ἔστιν ἄρα καὶ ὁ Υἱὸς δι' οὗ τὰ πάντα, τὸ εἶναι ποίημα διαφεύγων ὡς Θεός. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν δι' ἐναντίας. Βουλήσει, φασὶν, ὁ Πατὴρ τὸν Υἱὸν ὑποστήσας, οὕτως αὐτὸν ἐποίησε καὶ δημιουργόν. Ἀπὸ δὲ τῆς οὐσίας τοῦ Πατρὸς οὔ φαμεν ὑπάρχειν αὐτὸν, ἵνα μὴ τομή τις καὶ ἀπόῤῥοια νοῆται περὶ τὴν ἄφραστον ἐκείνην οὐσίαν. Πρὸς τοῦτο λύσις. Ἀλλ' ἔστι ταῦτα λῆρος καὶ φλυαρία πολλή. Ἀπόῤῥοια μὲν γὰρ καὶ τομὴ, καὶ ὅσα τοιαῦτα πάθη, νοείσθω 75.360 περὶ τὰ σώματα, οἷς καὶ τὸ πάσχειν οἰκεῖον· ὁ δὲ τὸ εἶναι σῶμα διαφυγὼν, καὶ τὰ σωμάτων διαφεύξεται πάθη. Τίκτει τοιγαροῦν ἀμερίστως καὶ ἀπαθῶς ὁ ἀσώματος. Ποῖον γὰρ πάθος περὶ τὸν ἥλιον ὁρᾶται γινόμενον, ὅτε τίκτει τὸ φῶς; Ποῖος συμβαίνει περὶ τὸ πῦρ μερισμὸς, ὅταν ἐκπέμπῃ τὸν ἐξ ἑαυτοῦ φωτισμόν; Εἰ δὲ ταῦτα γεννᾷ μὲν ἀμερίστως, ἐκπέμπει δὲ τὰ ἐξ ἑαυτῶν ἀπαθῶς, πῶς οὐ πολλῷ μᾶλλον ὁ τούτων ποιητὴς τῆς ἑαυτοῦ φύσεως ἐκπέμψει τὸ ἀπαύγασμα; Πότε χαρακτὴρ εἰκόνος χωρίζεται; Ἀεὶ γὰρ αὐτῇ συμπέφυκέ τε καὶ ἐνυπάρχει. Εἰ δὲ κατ' ἐκείνους ξηρὰ καὶ ἄκαρπός ἐστιν ἡ τοῦ Θεοῦ φύσις, τίς ἡ ἐξ αὐτοῦ προελθοῦσα βούλησις ἐνεργὴς, ἣ καὶ τὸν Υἱὸν κατ' ἐκείνους ὑπέστησε, δημιουργ
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.