Logos 24 rem close CLOSEOUT
Rem CLOSEOUT: human affections of the Savior. LOGOS XXIV CLOSEOUT.
Greek
φύσεως. ΑΛΛΟ, εἰς τὸ, Θεέ μου, Θεέ μου. Ἐπὶ τῷ σταυρῷ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καυχώμεθα, καὶ πιστεύομεν διὰ τοῦτο σεσῶσθαι, ὅτιπερ ὁ τοῦ Θεοῦ Λόγος ἄνθρωπος γεγονὼς δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐσταυρώθη, ἵνα τὸν ἐν ἡμῖν καταργήσῃ θάνατον, καὶ πάλιν ἡμᾶς ἑαυτῷ συναναστήσῃ, ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν μεταβαλών. Ἔδει τοίνυν καὶ παρ' αὐτὸν τὸν τοῦ πάθους καιρὸν ἄνθρωπον ὄντως γεγονότα φαίνεσθαι, καὶ οὐ κατά τινα φαντασίαν ὑπονοεῖσθαι ὡς ἄνθρωπον. Καὶ διὰ ταύτην τὴν αἰτίαν ἐλάλει μὲν τὰ ἀνθρώπῳ πρέποντα· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; καὶ, Παρελθέτω ἀπ' 75.400 ἐμοῦ τὸ ποτήριον. Ἐδείκνυ δὲ διὰ τῶν ἔργων ὅτι Θεός ἐστιν, ὁ δι' ἡμᾶς ἐνανθρωπήσας, καὶ ταῦτα ὑπομένων ἐν τῷ σταυρῷ, διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν· συνέστελλε μὲν γὰρ τὴν ἡλιακὴν ἀκτῖνα, καὶ σκότῳ περιέβαλλε τὸν οὐρανὸν, ἔσχιζε δὲ τὰς πέτρας, καὶ τὴν γῆν καὶ τὸ καταπέτασμα τοῦ ναοῦ· ἕτερά τε πρὸς τούτοις ἐποίει μεγάλα, ἵνα Θεὸς ἐνανθρωπήσας φαίνηται. Καὶ γοῦν οἱ σταυρώσαντες καὶ πάλαι γελῶντες αὐτὸν, τὰ γενόμενα θεϊκῶς ὁρῶντες ἔλεγον· Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος. ΑΛΛΟ. Ἄνθρωπος γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, οὐχ ἵνα πάλιν ὡς Θεὸς πρὸ τῆς ἐνανθρωπήσεως πάντα πράττῃ καὶ λαλῇ, ἀλλ' ἵνα πολλάκις καὶ διὰ τὴν χρείαν τῆς μετὰ σαρκὸς οἰκονομίας καὶ ὡς ἄνθρωπος λέγῃ τινά. Ταύτην ἔχοντος τοῦ μυστηρίου τὴν δύναμιν, πῶς οὐκ ἄτοπον σκανδαλίζεσθαι τοὺς ἀκροωμένους ἀνθρωπινώτερον ἔσθ' ὅτε λαλοῦντος αὐτοῦ; Λαλεῖ γὰρ ὡς ἄνθρωπος, λαλεῖ δὲ καὶ ὡς Θεὸς, ἔχων ἐν ἀμφοτέροις τὴν ἐξουσίαν. Ἀνθρωπίνως μὲν γὰρ ἔλεγε· Νῦν ἡ ψυχή μου τετάρακται, θεϊκῶς δὲ πάλιν· Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Τὸ μὲν οὖν ταράττεσθαι, τῆς σαρκὸς ἴδιον πάθος· τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναί τε καὶ πάλιν λαβεῖν, τῆς τοῦ Λόγου δυνάμεως ἔργον ἐστίν. Ὥσπερ οὖν ὅταν λέγῃ τι θεϊκῶς, καίτοι φαινόμενος ἄνθρωπος, οὐ σκανδαλιζόμεθα, ἀλλ' ἐννοοῦμεν τὸν ἐνοικοῦντα τῇ σαρκὶ Λόγον· οὕτως ὅταν τι λαλῇ καὶ ὡς ἄνθρωπος, μὴ σκανδαλιζώμεθα, ἐννοοῦντες ὅτι δι' ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ τὰ τῇ ἀνθρωπότητι πρέποντα λαλεῖ. ΑΛΛΟ. ∆ιὰ πολλὴν καὶ ἄμετρον φιλανθρωπίαν ἑαυτὸν ἡμῖν ἐκέρασεν ὁ τοῦ Θεοῦ Λόγος· οὐχ ἵνα μεταποιηθῇ πρὸς τὸ ἡμέτερον αὐτὸς, ἄτρεπτος γάρ ἐστι καὶ ἀλλοίωσιν οὐκ εἰδὼς, ἀλλ' ἵν' ἡμᾶς ἀναμίξας ἑαυτῷ, μεταβάλῃ πρὸς τὸ οἰκεῖον. Ὥσπερ γὰρ ἡμεῖς αὐτὸν δεξάμενοι διὰ τὸ ἐνοικῆσαι σαρκὶ, πάντα λοιπὸν ἔχομεν τὰ αὐτοῦ· καὶ γὰρ καὶ υἱοὶ κεκλήμεθα καὶ θεοὶ, εἰ καὶ μὴ φυσικῶς ὥσπερ αὐτὸς, ἀλλά γε κατὰ χάριν· οὕτω καὶ αὐτὸς, ὅτε πρὸς ἡμᾶς ἀνεμίχθη γενόμενος ἄνθρωπος, ἐφόρεσε τὰς ἀσθενείας ἡμῶν· καὶ ὡς αὐτὸς πεπονθὼς νενόμισται ἰδιοποιούμενος
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.