Logos 18 opening: creature ≠ offspring; making ≠ begetting
Eighteenth discourse. That creature and offspring are not the same, nor making the same as begetting in God.
Begetting is not a species of crafting.
Greek
ΛΟΓΟΣ ΙΗʹ. Ὅτι μὴ ταυτὸν κτίσμα καὶ γέννημα, μηδὲ τῷ κτίζειν τὸ γεννᾷν ἐπὶ Θεοῦ· καὶ ἄλλα διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς ἔχοντα τὸ συμπέ ρασμα. Ἀπολογία αὐτολεξεί. Εἰ τὸ γέννημα τῷ κτίσματι ταυτὸν ἦν παρὰ Θεῷ, οὐκ ἂν ἐπὶ τὸν Μονογενῆ ἐφέρετο φωνή· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· ἅτε δὴ καὶ τῶν ἀψύχων κατὰ φύσιν υἱῶν ὄντων Θεοῦ, εἴπερ τὸ κτίσμα ταυτὸν τῷ γεννήματι τυγχάνει. ΑΛΛΟ. Εἰ ὥσπερ τὸ κτίσμα κυρίως λέγεται ἐφ' ἡμῶν, οὕτως καὶ τὸ γέννημα, ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ Υἱοῦ, οὐδὲν ἡμῶν ἕξει πλέον εἰς ὑπεροχὴν κτίσμα καὶ γέννημα κυρίως ὤν. ΑΛΛΟ. Εἰ τὸ γέννημα καὶ τὸ κτίσμα ταυτὸν τυγχάνει, ἔστι δὲ κτίσμα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, κατ' αὐτοὺς, δῆλον ὅτι καὶ γέννημα. Εἰ δὲ καὶ τὸ Πνεῦμα γέννημα, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ γέννημα, καὶ τὰ πάντα γεννήματα, πῶς μονογενὴς ὁ Υἱὸς ὁ μετὰ πολλῶν ἀδελφῶν εἰσαγόμενος; ΑΛΛΟ. Εἰ, εἴ τι κτίσμα Θεοῦ, τοῦτο καὶ γέννημα, οὐδὲν τῶν γεγονότων λείπεται τῆς υἱοθεσίας. Εἰ δὲ τοῦτο, μάτην ἡμῖν υἱοθεσίαν ἐπηγγείλατο ὁ Θεὸς, ἅτε δὴ καὶ τῶν ἀψύχως ἐχόντων τοῦτο κατὰ φύσιν, εἴπερ, εἴ τι κτίσμα, τοῦτο καὶ γέννημα κυρίως ἐστίν. ΑΛΛΟ. Εἰ τὸ γέννημα καὶ τὸ κτίσμα ταυτόν ἐστιν, ἔστι δὲ τὸ γενόμενον Θεοῦ κτίσμα φύσει, κτίσμα Θεοῦ δηλονότι καὶ φύσει γέννημα Θεοῦ τὸ αὐτό. Εἰ δὲ τὸ φύσει, ἀλλ' οὐ θέσει γεννώμενον, ὁμοούσιον τῷ Θεῷ, πᾶν τὸ γενόμενον εὑρεθήσεται φύσει, εἴπερ τὸ κτίσμα φύσει καὶ γέννημα τυγχάνει, καὶ οὐ μετοχῇ. ΑΛΛΟ. Εἰ τὸ κτίσμα τοῦτο καὶ γέννημα κυρίως ἦν, πολλῷ μᾶλλον ὑπὲρ τὰ ἄλλα ἦσαν οἱ ἄγγελοι κυρίως υἱοί. Εἰ δὲ τὰ πολλῷ κρείττονα μέτρῳ κυρίως οὐκ εἰσὶν υἱοὶ (οὐδενὶ γάρ ποτε τῶν ἀγγέλων εἶπεν· Υἱός μου εἶ σὺ), οὐκ ἔσται ἄρα τὸ κτίσμα τοῦτο καὶ γέννημα κυρίως. ΑΛΛΟ. Εἰ κτίσμα καὶ γέννημα ταυτόν ἐστιν, ὁ κτίζων ἔσται καὶ Πατήρ. Εἰ δὲ κτίζει ὁ Υἱὸς, ἔσται ὁ αὐτὸς καὶ Πατήρ. Εἰ δὲ τοῦτο, ἔσται Πατρὸς Πατὴρ ὁ ἀγένητος, οὐδὲν πλέον ἔχων τῆς καθ' ἡμᾶς πραγματείας ἐν τῇ ἑαυτοῦ θεογονίᾳ, εἴπερ τὸ γέννημα τοῦτο ὃ καὶ κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ τὸ κτίσμα ἐστὶν ἀληθῶς καὶ γέννημα, καθάπερ ὁ Υἱὸς, ἔσται τῶν πάντων ἀδελφὸς ὁ Υἱὸς, οὐ μὴν Κύριος ὁ Θεός. Εἰ δὲ ἔστι Κύριος καὶ Θεὸς, οὐκ ἄρα ἀδελφός. Εἰ τοίνυν τῷ Υἱῷ ὄντι μονογενεῖ οὐδὲν τῶν ὄντων ἐστὶν ἀδελφὸν, οὐδὲ γεννήματα κυρίως εἰσὶ τὰ λοιπὰ, εἰσὶ δὲ κτίσματα κυρίως· πῶς ἄρα ταυτὸν κτίσμα καὶ γέννημα; ΑΛΛΟ. Εἰ τὸ ποίημα ἔσται καὶ γέννημα, ὁ ποιῶν ἔσται καὶ γεννήτωρ. Καὶ προάγων μὲν τὸ πᾶν ἐξ ἑαυτοῦ ὡς γεννήτωρ, ἔξωθεν δὲ τὸ αὐτὸ ποιῶν ὡς δημιουργός.
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.